Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Διάδοχος Φωτικῆς – Κεφάλαια περὶ τελειότητος πνευματικῆς

Διάδοχος Φωτικῆς

Προοίμιο, ορισμοί των αρετών και εισαγωγικά κεφάλαια

Εισαγωγή του Διαδόχου Φωτικής, οι δέκα ορισμοί των πνευματικών αρετών και η ανάλυση της πορείας προς τη γνώση του Θεού μέσω της ταπεινώσεως και του θείου έρωτος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Διάδοχος Φωτικῆς

—

Κεφάλαιο 1 από 10

Διαδόχου ἐπισκόπου Φωτικῆς τῆς Παλαιᾶς Ἠπείρου τοῦ Ἰλλυρικοῦ κεφάλαια πρακτικὰ γνώσεως καὶ διακρίσεως πνευματικῆς ρʹ Πρῶτος ὅρος τῆς πίστεως· ἔννοια περὶ θεοῦ ἀπαθής. Δεύτερος ὅρος τῆς ἐλπίδος· ἐκδημία τοῦ νοῦ ἐν ἀγάπῃ πρὸς τὰ ἐλπιζόμενα.

Τρίτος ὅρος τῆς ὑπομονῆς· τὸν ἀόρατον ὡς ὁρατὸν ὁρῶντα τοῖς τῆς διανοίας ὀφθαλμοῖς ἀδιαλείπτως καρτερεῖν. Τέταρτος ὅρος τῆς ἀφιλαργυρίας· οὕτω θέλειν τὸ μὴ ἔχειν ὡς θέλει τις τὸ ἔχειν. Πέμπτος ὅρος τῆς ἐπιγνώσεως· ἀγνοεῖν ἑαυτὸν ἐν τῷ ἐκστῆναι θεῷ.

Ἕκτος ὅρος τῆς ταπεινοφροσύνης· λήθη τῶν κατορθουμένων προσεχής. Ἕβδομος ὅρος τῆς ἀοργησίας· ἐπιθυμία πολλὴ τοῦ μὴ ὀργίζεσθαι. Ὄγδοος ὅρος τῆς ἁγνείας· αἴσθησις ἀεὶ κεκολλημένη θεῷ. Ἔνατος ὅρος τῆς ἀγάπης· αὔξησις φιλίας πρὸς τοὺς ὑβρίζοντας.

Δέκατος ὅρος τῆς τελείας ἀλλοιώσεως· ἐν τρυφῇ θεοῦ χαρὰν ἡγεῖσθαι τὸ στυγνὸν τοῦ θανάτου. Λόγοι κρίσεως καὶ διακρίσεως πνευματικῆς Διαδόχου ἐπισκόπου Φωτικῆς τῆς Ἠπείρου. Διὰ ποίας δεῖ γνώσεως εἰς τὴν προδεδηλωμένην τοῦ κυρίου ἡμᾶς ὁδηγοῦντος καταφθάσαι τελειότητα, ἵνα ἕκαστος ἡμῶν τῶν κατὰ τὸ σχῆμα τῆς ἐλευθερικῆς παραβολῆς τὸ τοῦ λόγου σπέρμα καρποφορήσωμεν. {αʹ.} Πάσης πνευματικῆς, ἀδελφοί, ἡγείσθω θεωρίας πίστις ἐλπὶς ἀγάπη, πλέον δὲ ἡ ἀγάπη. Αἱ μὲν γὰρ καταφρονεῖν τῶν ὁρωμένων ἐκδιδάσκουσι καλῶν· ἡ δὲ ἀγάπη αὐταῖς συνάπτει τὴν ψυχὴν ταῖς ἀρεταῖς τοῦ θεοῦ, αἰσθήσει νοερᾷ τὸν ἀόρατον ἐξιχνεύουσα. {βʹ.} Φύσει ἀγαθὸς μόνος ὁ θεός ἐστιν. Γίνεται δὲ καὶ ἄνθρωπος ἐξ ἐπιμελείας τῶν τρόπων ἀγαθὸς διὰ τοῦ ὄντως ἀγαθοῦ, εἰς ὅπερ οὐκ ἔστιν ἀλλασσόμενος, ὅταν ἡ ψυχὴ διὰ τῆς ἐπιμελείας τοῦ καλοῦ τοσοῦτον γένηται ἐν θεῷ ὅσον ἡ ταύτης δύναμις ἐνεργουμένη θέλει· γίνεσθε γάρ, φησίν, ἀγαθοὶ καὶ οἰκτίρμονες ὡς ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς. {γʹ.} Τὸ κακὸν οὔτε ἐν φύσει ἐστὶν οὔτε μὴν φύσει τίς ἐστι κακός· κακὸν γάρ τι ὁ θεὸς οὐκ ἐποίησεν. Ὅτε δὲ ἐν τῇ ἐπιθυμίᾳ τῆς καρδίας εἰς εἶδός τις φέρει τὸ οὐκ ὂν ἐν οὐσίᾳ, τότε ἄρχεται εἶναι ὅπερ ἂν ὁ τοῦτο ποιῶν θέλοι.

Δεῖ οὖν ἀεὶ τῇ ἐπιμελείᾳ τῆς μνήμης τοῦ θεοῦ ἀμελεῖν τῆς ἕξεως τοῦ κακοῦ· δυνατωτέρα γάρ ἐστιν ἡ φύσις τοῦ καλοῦ τῆς ἕξεως τοῦ κακοῦ, ἐπειδὴ τὸ μὲν ἔστιν, τὸ δὲ οὐκ ἔστιν, εἰ μὴ μόνον ἐν τῷ πράττεσθαι. {δʹ.} Πάντες ἄνθρωποι κατ’ εἰκόνα ἐσμὲν τοῦ θεοῦ· τὸ δὲ καθ’ ὁμοίωσιν ἐκείνων μόνον ἐστὶ τῶν διὰ πολλῆς ἀγάπης τὴν ἑαυτῶν ἐλευθερίαν δουλωσάντων τῷ θεῷ. Ὅτε γὰρ οὐκ ἐσμὲν ἑαυτῶν, τότε ὅμοιοί ἐσμεν τῷ ἡμᾶς ἑαυτῷ δι’ ἀγάπης καταλλάξαντι· οὗπέρ τις οὐκ ἐπιτεύξεται, εἰ μὴ μὴ πτοεῖσθαι τὴν ἑαυτοῦ ψυχὴν περὶ τὴν τοῦ βίου εὔκολον δόξαν πείσοι. {εʹ.} Αὐτεξουσιότης ἐστὶ ψυχῆς λογικῆς θέλησις ἑτοίμως κινουμένη εἰς ὅπερ ἂν καὶ θέλοι· ἥντινα περὶ μόνον τὸ καλὸν ἑτοίμως ἔχειν πείσομεν, ἵνα ἀεὶ ταῖς ἀγαθαῖς ἐννοίαις τὴν μνήμην ἀναλίσκωμεν τοῦ κακοῦ. {ϛʹ.} Φῶς ἐστι γνώσεως ἀληθινῆς τὸ διακρίνειν ἀπταίστως τὸ καλὸν ἐκ τοῦ κακοῦ· τότε γὰρ ἡ τῆς δικαιοσύνης ὁδὸς τὸν νοῦν ἀπάγουσα πρὸς τὸν τῆς δικαιοσύνης ἥλιον εἰς ἄπειρον αὐτὸν φωτισμὸν παρεισάγει γνώσεως ὡς μετὰ παρρησίας λοιπὸν τὴν ἀγάπην ζητοῦντα. Δεῖ τοίνυν ἀοργήτῳ θυμῷ ἁρπάζειν τὸ δίκαιον ἐκ τῶν αὐτὸ ἐνυβρίζειν τολμώντων· ὁ γὰρ τῆς εὐσεβείας ζῆλος οὐ μισῶν ἀλλ’ ἐλέγχων τὸ νῖκος ἐνδείκνυται. {ζʹ.}

Ὁ πνευματικὸς λόγος τὴν νοερὰν αἴσθησιν πληροφορεῖ· ἐνεργείᾳ γὰρ ἀγάπης ἐκ τοῦ θεοῦ φέρεται, διόπερ καὶ ἀβασάνιστος ἡμῶν ὁ νοῦς διαμένει ἐν τοῖς τῆς θεολογίας κινήμασιν. Οὐ γὰρ πάσχει τότε πενίαν τὴν μέριμναν φέρουσαν, ἐπειδὴ τοσοῦτον ταῖς θεωρίαις πλατύνεται ὅσον τῆς ἀγάπης ἡ ἐνέργεια θέλει. Καλὸν οὖν ἀεὶ πίστει περιμένειν δι’ ἀγάπης ἐνεργουμένῃ τὸν φωτισμὸν τοῦ λέγειν· οὐδὲν γὰρ πτωχότερον διανοίας ἐκτὸς θεοῦ φιλοσοφούσης τὰ τοῦ θεοῦ. {ηʹ.} Οὔτε ἀφώτιστον ὄντα δεῖ ἐπιβάλλειν τοῖς πνευματικοῖς θεωρήμασιν, οὔτε μὴν πλουσίως καταλαμπόμενον ὑπὸ τῆς χρηστότητος τοῦ ἁγίου πνεύματος ἐπὶ τὸ λέγειν ἔρχεσθαι. Ὅπου μὲν γὰρ πενία, φέρει τὴν ἄγνοιαν· ὅπου δὲ πλοῦτος, οὐ συνχωρεῖ τὸ λέγειν. Μεθύουσα γὰρ τότε ἡ ψυχὴ τῇ ἀγάπῃ τοῦ θεοῦ σιγώσῃ φωνῇ θέλει κατατρυφᾶν τῆς δόξης τοῦ κυρίου. Τὴν οὖν μεσότητα δεῖ ἐπιτηροῦντα τῆς ἐνεργείας εἰς λόγους θεηγόρους ἔρχεσθαι. Τοῦτο μὲν γὰρ τὸ μέτρον εἶδός τι λόγων ἐνδόξων χαρίζεται, ἡ δὲ τῆς ἐλλάμψεως πολυτέλεια τὴν πίστιν τρέφει τοῦ λέγοντος ἐν πίστει, ἵνα πρῶτος ὁ διδάσκων τῶν καρπῶν γεύσηται δι’ ἀγάπης τῆς γνώσεως. Τὸν κοπιῶντα γάρ, φησίν, γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. {θʹ.} Τοῦ μὲν ἑνὸς ἁγίου πνεύματός ἐστι χαρίσματα ἥ τε σοφία καὶ ἡ γνῶσις ὡς καὶ πάντα τὰ θεῖα χαρίσματα, ἰδίαν δὲ ὥσπερ ἕκαστον τὴν ἐνέργειαν ἔχει.

Διόπερ ἄλλῳ μὲν δίδοσθαι σοφίαν, ἄλλῳ δὲ γνῶσιν κατὰ τὸ αὐτὸ πνεῦμα ὁ ἀπόστολος μαρτυρεῖ. Ἡ μὲν γὰρ γνῶσις πείρᾳ τὸν ἄνθρωπον συνάπτει τῷ θεῷ, εἰς λόγους τῶν πραγμάτων τὴν ψυχὴν μὴ κινοῦσα. Διὸ καί τινες τῶν τὸν μονήρη φιλοσοφούντων βίον φωτίζονται μὲν ὑπ’ αὐτῆς ἐν αἰσθήσει, εἰς λόγους δὲ θείους οὐκ ἔρχονται. Ἡ δὲ σοφία εἴπερ μετ’ αὐτῆς ἐν φόβῳ δοθῇ τινι, σπάνιον δὲ τοῦτο, αὐτὰς τὰς ἐνεργείας φανεροῖ τῆς γνώσεως· ἐπειδὴ ἡ μὲν τῇ ἐνεργείᾳ, ἡ δὲ τῷ λόγῳ φωτίζειν εἴωθεν. Ἀλλὰ τὴν μὲν γνῶσιν εὐχὴ φέρει καὶ πολλὴ ἡσυχία ἐν ἀμεριμνίᾳ παντελεῖ, τὴν δὲ σοφίαν ἀκενόδοξος μελέτη τῶν λογίων τοῦ πνεύματος καὶ πρῶτον ἡ χάρις τοῦ διδόντος θεοῦ. {ιʹ.} Ὅτε τὸ θυμῶδες τῆς ψυχῆς κινεῖται κατὰ τῶν παθῶν, εἰδέναι δεῖ σιωπῆς εἶναι καιρόν· ὥρα γάρ ἐστι πάλης. Ὅτε δὲ τὴν ἀκαταστασίαν ἐκείνην ἴδοι τις ἢ δι’ εὐχῆς ἢ δι’ ἐλεημοσύνης εἰς γαλήνην ἐλθοῦσαν, κινείσθω τῷ ἔρωτι τῶν θείων λογίων δεσμῷ τῆς ταπεινοφροσύνης τὰ τοῦ νοῦ διασφαλιζόμενος πτερά. Ἐὰν γὰρ μή τις ἑαυτὸν τῇ ἐξουδενώσει ταπεινώσῃ λίαν, οὐ δύναται περί μεγαλωσύνης θεοῦ διαλέγεσθαι. {ιαʹ.} Ὁ πνευματικὸς λόγος ἀκενόδοξον ἀεὶ τὴν ψυχὴν διατηρεῖ· αἰσθήσει γὰρ φωτὸς ὅλα αὐτῆς τὰ μέρη εὐεργετῶν, τῆς ἐξ ἀνθρώπων αὐτὴν τιμῆς οὐ χρείαν ἔχειν ποιεῖ. Διόπερ καὶ ἀφάνταστον ἀεὶ διαφυλάττει τὴν διάνοιαν ὡς ἀλλοιῶν αὐτὴν ὅλην εἰς τὴν ἀγάπην τοῦ θεοῦ.

Ὁ δὲ τῆς τοῦ κόσμου σοφίας λόγος εἰς φιλοδοξίαν ἀεὶ προκαλεῖται τὸν ἄνθρωπον· ἐπειδὴ γὰρ πείρᾳ αἰσθήσεως εὐεργετεῖν οὐ δύναται, ἐπαίνων φιλίαν τοῖς αὐτοῦ ἰδίοις χαρίζεται ὡς πλάσμα ὢν κενοδόξων ἀνθρώπων. Τὴν τοίνυν τοῦ θείου λόγου διάθεσιν ἀπλανῶς ἐπιγνωσόμεθα, ἐὰν ἀμερίμνῳ σιωπῇ τὰς τοῦ μὴ λέγειν ὥρας ἀναλίσκωμεν ἐν θερμῇ μνήμῃ τοῦ θεοῦ. {ιβʹ.} Ὁ ἑαυτὸν φιλῶν τὸν θεὸν ἀγαπᾶν οὐ δύναται· ὁ δὲ ἑαυτὸν μὴ φιλῶν ἕνεκεν τοῦ ὑπερβάλλοντος πλούτου τῆς ἀγάπης τοῦ θεοῦ, οὗτος τὸν θεὸν ἀγαπᾷ. Διόπερ οὐ τὴν ἑαυτοῦ ὁ τοιοῦτος ζητεῖ δόξαν ποτέ, ἀλλὰ τὴν τοῦ θεοῦ· ὁ γὰρ ἑαυτὸν φιλῶν τὴν ἑαυτοῦ δόξαν ζητεῖ. Ὁ δὲ τὸν θεὸν φιλῶν τὴν τοῦ ποιήσαντος αὐτὸν δόξαν ἀγαπᾷ· ψυχῆς γὰρ αἰσθητικῆς καὶ θεοφιλοῦς ἴδιον τὴν μὲν δόξαν ἀεὶ ζητεῖν τοῦ θεοῦ ἐν πάσαις αἷς ποιεῖ ἐντολαῖς, ἐπὶ δὲ τῇ ἑαυτῆς ταπεινώσει τέρπεσθαι, ὅτι τῷ θεῷ μὲν δόξα διὰ μεγαλωσύνην πρέπει, ἀνθρώπῳ δὲ ταπείνωσις, ἵνα δι’ αὐτῆς οἰκειωθῶμεν θεῷ. Ὅπερ ἐὰν ποιῶμεν, καὶ ἡμεῖς κατὰ τὸν ἅγιον βαπτιστὴν Ἰωάννην χαίροντες τῇ δόξῃ τοῦ κυρίου ἀπαύστως λέγειν ἀρξόμεθα· Ἐκεῖνον δεῖ ὑψοῦσθαι, ἡμᾶς δὲ ἐλαττοῦσθαι. {ιγʹ.} Οἶδα ἐγώ τινα τοσοῦτον τὸν θεὸν ἀγαπῶντα καὶ ἔτι πενθοῦντα ὅτι οὐ καθὼς θέλει ἀγαπᾷ, ὥστε ἀπαύστως αὐτοῦ τὴν ψυχὴν ἐν τοιαύτῃ εἶναί τινι θερμῇ ἐπιθυμίᾳ ὥστε τὸν μὲν θεὸν ἐν αὐτῷ δοξάζεσθαι, ἑαυτὸν δὲ ὡς μηδὲ ὄντα εἶναι.

Οὗτος δὲ οὐδὲ οἶδεν ὅπερ ἐστὶν οὐδὲ ἐν αὐτοῖς τοῖς ἐπαίνοις τῶν λόγων· τῇ γὰρ πολλῇ ἐπιθυμίᾳ τῆς ταπεινώσεως τὴν ἑαυτοῦ οὐκ ἐννοεῖ ἀξίαν, ἀλλὰ λειτουργεῖ μὲν θεῷ ὡς νόμος ἱερεῦσιν, πολλῇ δέ τινι τῇ τῆς φιλοθείας διαθέσει κλέπτει ἑαυτοῦ τὴν μνήμην τῆς ἀξίας ἐν τῷ βάθει που τῆς ἀγάπης τοῦ θεοῦ τὸ ἐκ ταύτης ἐναποκρύπτων καύχημα ἐν πνεύματι ταπεινώσεως, ἵνα παῖς τις ἀχρεῖος παρ’ ἑαυτῷ διὰ παντὸς τῇ διανοίᾳ φαίνηται, ὡς ἀλλότριος ὢν τῆς ἑαυτοῦ ἀξίας τῇ ἐπιθυμίᾳ τῆς ταπεινώσεως. Ὅπερ δεῖ καὶ ἡμᾶς ποιοῦντας πᾶσαν τιμὴν ἀποφεύγειν καὶ δόξαν διὰ τὸ ὑπερβάλλον τοῦ πλούτου τῆς ἀγάπης τοῦ οὕτως ἡμᾶς ἀγαπήσαντος κυρίου. {ιδʹ.} Ὁ ἐν αἰσθήσει καρδίας ἀγαπῶν τὸν θεὸν ἐκεῖνος ἔγνωσται ὑπ’ αὐτοῦ· ὅσον γάρ τις ἐν αἰσθήσει τῆς ψυχῆς παραδέχεται τὴν ἀγάπην τοῦ θεοῦ, τοσοῦτον γίνεται ἐν τῇ ἀγάπῃ τοῦ θεοῦ. Διὸ λοιπὸν τοῦ φωτισμοῦ τῆς γνώσεως ἐν ἔρωτί τινι σφοδρῷ ὁ τοιοῦτος ὀρεγόμενος οὐ παύσεται, ἄχρις ἂν αὐτῆς τῆς τῶν ὀστέων αἰσθήσεως αἴσθηται, οὐκέτι εἰδὼς ἑαυτόν, ἀλλ’ ὅλος ὑπὸ τῆς ἀγάπης ἠλλοιωμένος τοῦ θεοῦ. Ὁ τοιοῦτος δὲ καὶ πάρεστιν ἐν τῷ βίῳ καὶ οὐ πάρεστιν· ἔτι γὰρ ἐνδημῶν τῷ ἑαυτοῦ σώματι ἐκδημεῖ διὰ τῆς ἀγάπης τῇ κινήσει τῆς ψυχῆς ἀπαύστως πρὸς τὸν θεόν.