Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Διάδοχος Φωτικῆς – Κεφάλαια περὶ τελειότητος πνευματικῆς

Διάδοχος Φωτικῆς

Τέλεια αγάπη, ταπεινοφροσύνη και η αληθής έννοια της απαθείας

Η εμπειρία της τέλειας αγάπης, η αμνησικακία, τα είδη της ταπεινοφροσύνης, ο καθαρισμός μέσω της αδιάλειπτης προσευχής και η αληθής έννοια της απαθείας εν καιρώ πολέμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Διάδοχος Φωτικῆς

—

Κεφάλαιο 9 από 10

Ὅθεν πλέον ἀλγύνεται ἡ ψυχὴ φέρουσα μὲν τὴν μνήμην τῆς πνευματικῆς ἀγάπης, μὴ δυναμένη δὲ αὐτὴν ἐν αἰσθήσει κτήσασθαι διὰ τὴν τῶν τελειοτάτων πόνων ὑστέρησιν. Χρεία οὖν ἐκ βίας αὐτὴν τέως κατεργάζεσθαι, ἵνα εἰς τὴν γεῦσιν αὐτῆς ἐν πάσῃ αἰσθήσει καταφθάσωμεν καὶ πληροφορίᾳ. Τὸ γὰρ τέλειον αὐτῆς οὐδεὶς ἐν τῇ σαρκὶ ὢν ταύτῃ δύναται κτήσασθαι, εἰ μὴ μόνον οἱ ἄχρι μαρτυρίου καὶ τελείας ἀνθομολογήσεως ἐλθόντες ἅγιοι. Ἐπειδὴ ὁ τούτου τυχὼν ἀλλάσσεται ὅλος καὶ οὔτε τροφῆς εὐχερῶς ὀρέγεται. Τῷ γὰρ ὑπὸ τῆς θείας ἀγάπης τρεφομένῳ ποία ἔσται ἐπιθυμία τῶν ἐν τῷ κόσμῳ καλῶν;

Διὰ τοῦτο ὁ σοφώτατος Παῦλος, τὸ μέγα δοχεῖον τῆς γνώσεως, τὴν μέλλουσαν τρυφὴν τῶν πρώτων δικαίων ἡμᾶς ἐκ τῆς αὐτοῦ πληροφορίας εὐαγγελιζόμενος οὕτως λέγει· Οὐκ ἔστιν ἡ βασιλεία τῶν οὐρανῶν βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ, ἅτινά ἐστιν ὁ καρπὸς τῆς τελείας ἀγάπης. Ὥστε οὖν γεύεσθαι μὲν αὐτῆς ἐνταῦθα συνεχῶς οἱ εἰς τελειότητα προκόπτοντες δύνανται, τελείως δὲ αὐτὴν οὐδεὶς δύναται κτήσασθαι, εἰ μὴ ὅταν καταποθῇ τελείως τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. {ϟαʹ.} Διηγήσατό μοί τις τῶν ἀπλήστῳ τινὶ γνώμῃ ἀγαπώντων τὸν κύριον ὅτι, ἐπιθυμήσαντί μοι γνωστῶς γνῶναι τὴν ἀγάπην τοῦ θεοῦ, παρέσχε τοῦτο ἐν αἰσθήσει πολλῇ καὶ πληροφορίᾳ ὁ ἀγαθὸς καὶ τοσοῦτον, φησίν, τῆς τοιαύτης ἐνεργείας ᾐσθόμην, ὥστε ἐπείγεσθαι μὲν τότε τὴν ψυχὴν μετὰ ἀνεκλαλήτου τινὸς χαρᾶς καὶ ἀγάπης ἐκβῆναι τοῦ σώματος καὶ ἀπελθεῖν πρὸς τὸν κύριον, ἀγνοεῖν δὲ ὥσπερ τῆς προσκαίρου ταύτης τὸν τρόπον ζωῆς. Ὁ δὲ ταύτης τῆς ἀγάπης ἐν πείρᾳ γενόμενος, κἂν μυρία παρά τινος ὑβρισθῇ ἢ ζημιωθῇ, συμβαίνει γὰρ ἔχειν ἔτι τι τῶν τοιούτων μέλλοντι διαπονεῖσθαι, οὐκ ὀργίζεται κατ’ αὐτοῦ, ἀλλὰ μένει ὡσανεὶ κεκολλημένος καὶ τῇ τοῦ ὑβρίσαντος αὐτὸν ἢ καὶ ζημιώσαντος ψυχῇ. Κατ’ ἐκείνων δὲ μόνων ἀνάπτεται οἵτινες ἢ κατὰ πενήτων ἔρχονται ἢ κατὰ τοῦ θεοῦ, ὡς λέγει ἡ γραφή, λαλοῦσιν ἀδικίαν ἢ ἄλλως πως βιοῦσι πονηρῶς.

Ὁ γὰρ ὑπὲρ ἑαυτὸν λοιπὸν πολὺ φιλῶν τὸν θεόν, μᾶλλον δὲ ὁ μηκέτι ἑαυτὸν φιλῶν ἀλλὰ τὸν θεὸν μόνον οὐκέτι τὴν ἑαυτοῦ τιμὴν ἐκδικεῖ, ἀλλὰ μόνον τὴν τοῦ τιμήσαντος αὐτὸν ἐν τιμῇ αἰωνίῳ θέλει τιμᾶσθαι δικαιοσύνην· τοῦτο δὲ οὐκέτι ὡς ἐκ θελήσεώς τινος ὀλίγης ἔχει, ἀλλ’ ὥσπερ λοιπὸν εἰς ἕξιν ἔχει τὴν τοιαύτην διάθεσιν διὰ πολλὴν πεῖραν τῆς τοῦ θεοῦ ἀγάπης. Πρὸς δὲ τούτοις δεῖ εἰδέναι ὅτι ὁ εἰς τοιαύτην ἀγάπην ἐνεργούμενος ὑπὸ τοῦ θεοῦ ἐπάνω καὶ πίστεως γίνεται ἐν τῷ καιρῷ τῆς τοιαύτης ἐνεργείας, ὡς ἐν αἰσθήσει λοιπὸν τῆς καρδίας κρατῶν διὰ τῆς πολλῆς ἀγάπης τὸν πίστει τιμώμενον. Ὅπερ ἡμῖν σαφῶς κατασημαίνει ὁ ἅγιος ἀπόστολος λέγων·

Νυνὶ δὲ μένει τὰ τρία ταῦτα, πίστις, ἐλπίς, ἀγάπη· μείζων δὲ τούτων ἡ ἀγάπη. Ὁ γὰρ ἐν πλούτῳ ἀγάπης, ὡς ἔφην, κρατῶν τὸν θεὸν μείζων ἐστὶ πολὺ τότε τῆς ἑαυτοῦ πίστεως ὡς ὅλος ὢν ἐν πόθῳ. {ϟβʹ.} Ἡ μεσότης τῆς ἐνεργείας τῆς ἁγίας γνώσεως οὐ μικρῶς ἡμᾶς λυπεῖσθαι παρασκευάζει, ὅταν ἐκ παροξυσμοῦ τινος ὑβρίσαντές τινα ἐχθρὸν αὐτὸν ἑαυτῶν κατασκευάσωμεν. Διόπερ οὐδεπώποτε ἐνδίδωσι νύττουσα τὴν συνείδησιν ἡμῶν, ἕως ὅτε διὰ πολλῆς ἀπολογίας εἰς τὴν πάλαι ἐπαναγάγωμεν τὸν ὑβρισθέντα διάθεσιν. Ἡ δὲ ἀκροτάτη αὐτῆς κατάνυξις, καὶ ὅταν ἀδίκως τις τῶν τοῦ βίου ἀνθρώπων καθ’ ὑμῶν ὀργισθῇ, ἀδολεσχεῖν ἡμᾶς καὶ φροντίζειν ἄγαν ποιεῖ, ἐπειδὴ ὅλως πρόσκομμά τινι τῶν ἐκ τοῦ αἰῶνος τούτου λαλούντων γινόμεθα. Ὅθεν καὶ ἀργὸς τότε ὁ νοῦς περὶ τὴν θεωρίαν γίνεται· ἀγάπης γὰρ ὢν ὅλος ὁ λόγος τῆς γνώσεως οὐ συγχωρεῖ τὴν διάνοιαν πλατυνθῆναι πρὸς σύλληψιν θεωρημάτων θείων, εἰ μὴ πρῶτον ἀπολάβωμεν ἐν τῇ ἀγάπῃ καὶ τὸν εἰκῆ ἡμῖν ὀργιζόμενον. Εἰ δὲ ἐκεῖνος οὐ θέλει τοῦτο γενέσθαι ἢ πάλιν ἀπέστη τῶν ἡμετέρων διατριβῶν, τὸν χαρακτῆρα ἡμᾶς τοῦ προσώπου αὐτοῦ λοιπὸν ἐπείγει τῇ ἑαυτῶν ἐν ἀσυστάλτῳ τινὶ τῷ τῆς ψυχῆς χύματι προστιθέντας διαθέσει οὕτως ἐν τῷ βάθει τῆς καρδίας τῆς ἀγάπης ἀποπληροῦν τὸν νόμον.

Δεῖ γάρ, φησίν, καὶ τὰ τῶν χολούντων ἀκαίρως πρόσωπα ἀχόλῳ τῇ ἐννοίᾳ ἐν τῇ ἑαυτῶν ἐνορᾶν διανοίᾳ τοὺς θέλοντας γνῶσιν ἔχειν θεοῦ. Τούτου δὲ γενομένου οὐ μόνον περὶ τὴν θεολογίαν ὁ νοῦς ἡμῶν ἀπταίστως κινηθήσεται, ἀλλὰ καὶ εἰς τὴν ἀγάπην τοῦ θεοῦ μετὰ πολλῆς ἀναβήσεται παρρησίας ὡς ἐκ δευτέρας βαθμίδος εἰς πρώτην ἀνεμποδίστως ἐπειγόμενος. {ϟγʹ.} Ἡ τῆς ἀρετῆς ὁδὸς τοῖς μὲν ἀρχομένοις ἐρᾶν τῆς εὐσεβείας τραχεῖα λίαν καὶ κατάστυγνος φαίνεται οὐ διὰ τὸ ἐκείνην δε τοιαύτην εἶναι, ἀλλὰ διὰ τὸ τὴν ἀνθρωπείαν φύσιν εὐθὺς ἐκ γαστρὸς τῷ πλάτει συναναστρέφεσθαι τῶν ἡδονῶν· τοῖς δὲ τὸ μέσον αὐτῆς παρελθεῖν δυναμένοις προσηνὴς ὅλη καὶ ἄνετος δείκνυται. Τῷ γὰρ καλῷ ἔθει τὸ φαῦλον ὑποταγὲν διὰ τῆς ἐνεργείας τοῦ ἀγαθοῦ τῇ τῶν ἀλογίστων ἡδονῶν συναπόλλυται μνήμῃ. Ὅθεν λοιπὸν ἡδέως ἡ ψυχὴ τὰς τρίβους ἁπάσας διαπορεύεται τῶν ἀρετῶν. Διὰ τοῦτο ὁ κύριος εἰσάγων μὲν ἡμᾶς εἰς τὴν ὁδὸν τῆς σωτηρίας λέγει· Τί στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἁπάγουσα εἰς τὴν βασιλείαν καὶ ὀλίγοι δι’ αὐτῆς εἰσπορεύονται. Πρὸς δὲ τοὺς θέλοντας πολλῇ τῇ προθέσει προσιέναι τῇ τῶν ἁγίων αὐτοῦ ἐντολῶν τηρήσει φησίν· Ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δεῖ οὖν παρὰ τὴν ἀρχὴν τῆς ἀγωνίας βιαίῳ τινὶ θελήματι τὰς ἁγίας τοῦ θεοῦ κατεργάζεσθαι ἐντολάς, ἵνα θεωρήσας ἡμῶν ὁ ἀγαθὸς κύριος τὸν σκοπὸν καὶ τὸν κόπον ἕτοιμον ἡμῖν καὶ τὸ θέλημα ἡδέως ἄγαν τοῖς αὐτοῦ ὑπηρετοῦν ἐνδόξοις θελήμασι καταπέμψῃ· παρὰ γὰρ κυρίου τότε ἑτοιμάζεται θέλησις· ὥστε ἐν πολλῇ τινι ἡμᾶς χαρᾷ ἐργάζεσθαι ἀπαύστως τὸ ἀγαθόν. Τότε γὰρ ὄντως αἰσθησόμεθα ὅτι θεός ἐστιν ὁ ἐνεργῶν ἐν ἡμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας. {ϟδʹ.} Ὃν τρόπον μὴ θερμανθεὶς ἢ μηδὲ μαλαχθεὶς ὁ κηρὸς ἐπὶ πολὺ οὐ δύναται τὴν ἐπιτιθεμένην αὐτῷ σφραγῖδα δέξασθαι, οὕτως οὐδ’ ὁ ἄνθρωπος, ἐὰν μὴ διὰ πόνων καὶ ἀσθενειῶν δοκιμασθῇ, οὐ δύναται χωρῆσαι τῆς τοῦ θεοῦ ἀρετῆς τὴν σφραγῖδα. Διὰ τοῦτο ὁ μὲν κύριος λέγει τῷ θεσπεσιῷ Παύλῳ· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Αὐτὸς δὲ ὁ ἀπόστολος καυχᾶται λέγων· Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. Ἀλλὰ καὶ ἐν ταῖς παροιμίαις γέγραπται·

Ὃν γὰρ ἀγαπᾷ κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Καὶ ὁ μὲν ἀπόστολος ἀσθενείας λέγει τὰς ἐπαναστάσεις τῶν ἐχθρῶν τοῦ σταυροῦ, αἵτινες συνεχῶς αὐτῷ τε καὶ πᾶσι τοῖς τότε ἁγίοις συνέβαινον, ἵνα μὴ ὑπεραίρωνται, ὡς αὐτὸς λέγει, τῇ ὑπεροχῇ τῶν ἀποκαλύψεων, ἀλλὰ μᾶλλον ἐνέμενον διὰ τῆς ταπεινώσεως ἐν τῷ σχήματι τῆς τελειότητος διὰ τῶν πυκνῶν ἐξουδενώσεων τὸ θεῖον δῶρον ὁσίως φυλάττοντες· ἡμεῖς δὲ νῦν ἀσθενείας τοὺς πονηροὺς λογισμοὺς λέγομεν καὶ τὰς σωματικὰς ἀνωμαλίας. Τότε μὲν γὰρ ἐπειδὴ αἰκίαις θανατηφόροις καὶ διαφόροις ἑτέραις θλίψεσι τὰ σώματα τῶν κατὰ τῆς ἁμαρτίας ἀγωνιζομένων ἁγίων παρεδίδοντο, ἐπάνω ἦσαν πολὺ τὼν τῇ ἀνθρωπίνῃ φύσει ἐκ τῆς ἁμαρτίας ἐπεισελθόντων παθῶν. Νυνὶ δ’ ἐπειδὴ εἰρήνη πληθύνεται διὰ τὸν κύριον τῶν ἐκκλησιῶν, διὰ τοῦτο δεῖ συνεχέσι μὲν ἀνωμαλίαις τὸ σῶμα λογισμοῖς δὲ πονηροῖς τὰς ψυχὰς τῶν ἀγωνιστῶν τῆς εὐσεβείας δοκιμάζεσθαι, καὶ μάλιστα παρ’ οἷς ἡ γνῶσις ἐν πάσῃ αἰσθήσει καὶ πληροφορίᾳ ἐνεργεῖ, ἵνα καὶ πάσης κενοδοξίας ἢ καὶ μετεωρισμοῦ ἐκτὸς ὑπάρχωσι καὶ χωρῆσαι δυνηθῶσιν, ὡς ἔφην, ἐν ταῖς καρδίαις διὰ τῆς πολλῆς ταπεινώσεως τοῦ κάλλους τοῦ θείου τὴν σφραγῖδα κατὰ τὸν λέγοντα ἅγιον· Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε.

Δεῖ οὖν εὐχαριστοῦντας ὑπομένειν τὴν βουλὴν τοῦ θεοῦ· τότε γὰρ ἡμῖν εἰς λόγον δευτέρου μαρτυρίου τό τε συνεχὲς τῶν νόσων καὶ ἡ πρὸς τοὺς δαιμονιώδεις λογισμοὺς μάχη λογισθήσεται.

Ὁ γὰρ τότε λέγων τοῖς ἁγίοις μάρτυσι διὰ τῶν ἀνόμων ἐκείνων ἀρχόντων· Ἀρνήσασθε τὸν Χριστόν, ποθήσατε δὲ τὰς βιωτικὰς δόξας, καὶ νῦν ταῦτα ἐφέστηκε δι’ ἑαυτοῦ τοῖς δούλοις τοῦ θεοῦ ἀδιαλείπτως λέγων. Ὁ τότε ἀλγύνων τὰ τῶν δικαίων σώματα καὶ ὑβρίζων ἐσχάτως τοὺς τῆς τιμῆς διδασκάλους διὰ τῶν ὑπηρετούντων τοῖς διαβολικοῖς ἐκείνοις φρονήμασιν αὐτὸς καὶ νῦν τοῖς τῆς εὐσεβείας ὁμολογηταῖς ἐπάγει τὰ διάφορα πάθη μετὰ ὕβρεων πολλῶν καὶ ἐξουδενώσεων, ὅτε μάλιστα πολλῇ δυνάμει τοῖς καταπονουμένοις πένησι διὰ τὴν δόξαν τοῦ κυρίου βοηθοῦσιν. Καὶ διὰ τοῦτο ἐχρῆν μετὰ ἀσφαλείας καὶ ὑπομονῆς τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν κατεργάζεσθαι ἐνώπιον τοῦ θεοῦ·

Ὑπομένων γάρ, φησίν, ὑπέμεινα τὸν κύριον καὶ προσέσχε μοι. {ϟεʹ.} Δυσπόριστον μὲν πρᾶγμα ἡ ταπεινοφροσύνη· ὅσῳ γὰρ μέγα ἐστίν, τοσούτῳ μετὰ πολλῶν ἀγώνων κατορθοῦται. Παραγίνεται δὲ τοῖς μετόχοις τῆς ἁγίας γνώσεως κατὰ δύο τρόπους. Ὅτε μὲν γὰρ ἐν μεσότητί ἐστι τῆς πνευματικῆς πείρας ὁ τῆς εὐσεβείας ἀγωνιστής, ἢ δι’ ἀσθένειαν σώματος ἢ διὰ τοὺς ἀκαίρως ἐχθραίνοντας τοῖς τοῦ δικαίου φροντίζουσιν ἢ διὰ λογισμοὺς πονηροὺς ταπεινότερόν πως ἔχει τὸ φρόνημα. Ὅτε δὲ ἐν αἰσθήσει πολλῇ καὶ πληροφορίᾳ ὁ νοῦς ὑπὸ τῆς ἁγίας χάριτος καταυγασθῇ, τότε ὥσπερ φυσικὴν ἔχει τὴν ταπεινοφροσύνην ἡ ψυχή. Καταπιαινομένη γὰρ ὑπὸ τῆς θείας χρηστότητος οὐ δύναται οὐκέτι εἰς τὸν ὄγκον τῆς φιλοδοξίας ἐπαίρεσθαι, κἂν ἀπαύστως τὰς ἐντολὰς κατεργάζοιτο τοῦ θεοῦ, ταπεινοτέραν δὲ μᾶλλον ἑαυτὴν πάντων διὰ τὴν τῆς θείας ἐπιεικείας κοινωνίαν ἡγεῖται. Ἔχει δὲ ἐκείνη μὲν ἡ ταπεινοφροσύνη λύπην τὰ πολλὰ καὶ ἀθυμίαν, αὕτη δὲ χαρὰν μετ’ αἰδοῦς πανσόφου. Διόπερ ἡ μὲν τοῖς ἐν μέσῳ, ὡς ἔφην, τῶν ἀγώνων οὖσι παραγίνεται, ἡ δὲ τοῖς ἐγγίζουσι τῇ τελειότητι καταπέμπεται.

Διὰ τοῦτο ἐκείνη μὲν ὑπὸ τῶν βιωτικῶν πολλάκις εὐπραγιῶν ὀνειδίζεται, αὕτη δέ, κἂν ὅλας τὰς βασιλείας τοῦ κόσμου τις αὐτῇ προσαγάγῃ, οὔτε πτοεῖται οὔτε ὅλως τῶν δεινῶν βελῶν τῆς ἁμαρτίας αἰσθάνεται· πνευματικὴ γὰρ ὅλη ὑπάρχουσα ἀγνοεῖ πάντως τὰς σωματικὰς δόξας. Ἐχρῆν δὲ δι’ ἐκείνης παντὶ τρόπῳ παρελθόντα τὸν ἀγωνιστὴν ἐπὶ ταύτην ἐλθεῖν· εἰ μὴ γὰρ δι’ ἐκείνης τῇ ἐπιφορᾷ τῶν παιδευτικῶν παθῶν δοκιμαστικῶς, οὐ γὰρ ἀναγκαστικῶς, τὸ αὐτεξούσιον ἡμῶν προμαλάξοι ἡ χάρις, οὐκ ἂν τὴν ταύτης ἡμῖν δωρήσηται πολυτέλειαν. {ϟϛʹ.} Οἱ τῶν τοῦ παρόντος βίου ἡδονῶν ὄντες φίλοι ἐκ τῶν λογισμῶν ἐπὶ τὰ πταίσματα ἔρχονται· ἀδιακρίτῳ γὰρ γνώμῃ φερόμενοι πάσας αὐτῶν σχεδὸν τὰς ἐμπαθεῖς ἐννοίας εἴς τε λόγους ἀνόμους καὶ ἔργα ἀνόσια ἐπιθυμοῦσι φέρειν. Οἱ δὲ τὸν ἀσκητικὸν ἐπιχειροῦντες κατορθοῦν βίον ἐκ τῶν πταισμάτων εἰς τοὺς πονηροὺς λογισμοὺς ἢ εἰς πονηρά τινα καὶ ἐπιβλαβῆ ἔρχονται ῥήματα. Ἐὰν γὰρ οἱ δαίμονες τοὺς τοιούτους ἢ λοιδορίας ἀνεχομένους ἡδέως ἢ ἀργά τινα καὶ ἄκαιρα ὁμιλοῦντας ἢ γελῶντας ὡς οὐ δεῖ ἢ θυμουμένους ἀμέτρως ἢ τῆς κενῆς καὶ ματαίας ἐπιθυμοῦντας ἴδωσιν δόξης, τότε ὁμοθυμαδὸν κατ’ αὐτῶν ἐξοπλίζονται· τὴν γὰρ φιλοδοξίαν μάλιστα εἰς πρόφασιν τῆς ἑαυτῶν κακίας λαμβάνοντες δι’ ἐκείνης ὥσπερ διὰ θυρίδος τινὸς σκοτεινῆς εἰσπηδῶντες τὰς ψυχὰς διαρπάζουσιν.

Ἐχρῆν οὖν τοὺς θέλοντας συνδιαιτᾶσθαι τῷ πλήθει τῶν ἀρετῶν μήτε δόξης ἐφίεσθαι μήτε πολλοῖς συντυγχάνειν μήτε προόδοις συνεχέσι κεχρῆσθαι ἢ λοιδορεῖν τινας, κἂν οἱ λοιδορούμενοι τῆς λοιδορίας ὑπάρχωσιν ἄξιοι, μήτε πολλὰ ὁμιλεῖν, κἂν πάντα καλὰ λέγειν δύναιντο. Ἡ γὰρ πολυλογία ἀμέτρως διαφοροῦσα τὸν νοῦν οὐ μόνον περὶ τὴν πνευματικὴν αὐτὸν ἐργασίαν ἀργὸν ἀπεργάζεται, ἀλλὰ καὶ τῷ τῆς ἀκηδίας αὐτὸν παραδίδωσι δαίμονι, ὅστις αὐτὸν ὑπεκλύων ἀμέτρως τοῖς τῆς λύπης λοιπὸν δὲ καὶ τοῖς τῆς ὀργῆς παραδίδωσι δαίμοσιν. Δεῖ οὖν ἀεὶ εἰς τὴν τῶν ἁγίων ἐντολῶν τήρησιν ἀπασχολεῖσθαι τὸν νοῦν καὶ εἰς βαθεῖαν μνήμην τοῦ κυρίου τῆς δόξης.

Ὁ γὰρ φυλάσσων, φησίν, ἐντολὴν οὐ γνώσεται ῥῆμα πονηρόν, τοῦτ’ ἔστιν, εἰς φαύλους λογισμοὺς ἢ λόγους οὐκ ἐκτραπήσεται. {ϟζʹ.} Ὅτε μετὰ ζεστῆς τινος ἀλγηδόνος ἡ καρδία εἰσδέχεται τὰ τόξα τῶν δαιμόνων ὡς αὐτὰ οἴεσθαι φέρειν τὰ βέλη τὸν πολεμούμενον, μισεῖ μετὰ πόνου ἡ ψυχὴ τὰ πάθη ὡς ἐν ἀρχῇ οὖσα τοῦ καθαίρεσθαι· ἐὰν γὰρ μὴ ἀλγήσῃ μεγάλως ἐπὶ τῇ ἀναιδείᾳ τῆς ἁμαρτίας, οὐκ ἂν δυνηθείη πλουσίως χαρῆναι ἐπὶ τῇ τῆς δικαιοσύνης χρηστότητι. Ὁ τοίνυν θέλων τὴν ἑαυτοῦ καθαρίσαι καρδίαν τῇ μνήμῃ τοῦ κυρίου διὰ παντὸς διαπυρούτω αὐτὴν, τοῦτο μόνον μελέτην καὶ ἔργον ἄπαυστον ἔχων. Οὐ γὰρ ποτὲ μὲν εὔχεσθαι δεῖ ποτὲ δὲ μὴ τοὺς τὴν ἑαυτῶν σαπρίαν ἀποβαλεῖν ἐθέλοντας, ἀλλὰ ἀεὶ τῇ προσευχῇ σχολάζειν ἐν τῇ τηρήσει τοῦ νοῦ, κἂν ἔξω που αὐλίζοιτο τῶν εὐκτηρίων δόμων. Ὃν γὰρ τρόπον ὁ θέλων καθαρίσαι χρυσίον, ἐὰν κἂν πρὸς βραχὺ τὸ πῦρ ἐάσῃ σχολάσαι τοῦ χωνευτηρίου, σκληρίαν πάλιν τῇ καθαιρομένῃ ὕλῃ ἐμποιεῖ, οὕτως καὶ ὁ ποτὲ μὲν μεμνημένος τοῦ θεοῦ ποτὲ δὲ μή, ὅπερ δοκεῖ κτᾶσθαι διὰ τῆς εὐχῆς, τοῦτο ἀπόλλυσι διὰ τῆς σχολῆς. Ἀνδρὸς δέ ἐστι φιλαρέτου ἴδιον τὸ ἀεὶ τῇ μνήμῃ τοῦ θεοῦ τὸ τῆς καρδίας καταναλίσκειν γεῶδες, ἵν’ οὕτω κατ’ ὀλίγον τοῦ κακοῦ ὑπὸ τοῦ πυρὸς τῆς τοῦ ἀγαθοῦ μνήμης δαπανωμένου τελείως εἰς τὴν φυσικὴν αὐτῆς ἡ ψυχὴ μετὰ πλείονος δόξης ἐπανέλθοι λαμπρότητα. {ϟηʹ.}

Ἀπάθειά ἐστιν οὐ τὸ μὴ πολεμεῖσθαι ὑπὸ τῶν δαιμόνων, ἐπεὶ ἄρα ὀφείλομεν ἐξεληλυθέναι κατὰ τὸν ἀπόστολον ἐκ τοῦ κόσμου, ἀλλὰ τὸ πολεμουμένους ὑπ’ αὐτῶν ἀπολεμήτους μένειν. Καὶ γὰρ οἱ σιδηροφόροι πολεμισταὶ τοξεύονται μὲν ὑπὸ τῶν ἀντιπάλων καὶ τοῦ ἤχου τῆς τοξείας ἀκούουσιν, ἀλλὰ καὶ αὐτὰ βλέπουσι τὰ πεμπόμενα κατ’ αὐτῶν σχεδὸν ἅπαντα βέλη, οὐ πλήττονται δὲ διὰ τὴν τῶν πολεμικῶν ἐνδυμάτων στερρότητα. Ἀλλ’ ἐκεῖνοι μὲν σιδήρῳ φραττόμενοι ἐν τῷ πολεμεῖσθαι τὸ ἀπολέμητον ἔχουσιν· ἡμεῖς δὲ τῇ τοῦ φωτὸς τοῦ ἁγίου πανοπλίᾳ καὶ τῇ τοῦ σωτηρίου περικεφαλαίᾳ διὰ πάντων τῶν καλῶν ἔργων καθωπλισμένοι τὰς σκοτεινὰς τῶν δαιμόνων διακόψωμεν φάλαγγας.

Οὐ γὰρ τὸ μηκέτι πρᾶξαι τὰ κακὰ μόνον καθαρότητα φέρει, ἀλλὰ τὸ ἐπιμελείᾳ τῶν καλῶν κατὰ κράτος ἀθετῆσαι τὰ κακά. {ϟθʹ.} Ὅταν σχεδὸν ἅπαντα τὰ πάθη νικήσῃ ὁ τοῦ θεοῦ ἄνθρωπος, δύο δαίμονες αὐτῷ ἀπομένουσι προσπαλαίοντες, ὧν ὁ μὲν τῇ ψυχῇ παρενοχλεῖ ἀπὸ πολλῆς θεοφιλίας εἰς ζῆλον αὐτὴν ἄκαιρον φέρων, ὥστε μὴ θέλειν ἄλλον τινὰ κατ’ αὐτὴν ἀρέσαι τῷ θεῷ· ὁ δὲ τῷ σώματι εἰς ἐπιθυμίαν συνουσίας αὐτὸ ἐμπύρῳ τινὶ κινῶν ἐνεργείᾳ. Τοῦτο δὲ συμβαίνει τῷ σώματι πρῶτον μὲν διὰ τὸ τῆς φύσεως εἶναι ταύτην τὴν ἡδονὴν ἰδίαν ὡς διὰ τὴν παιδογονίαν καὶ διὰ τοῦτο εὐχερῶς ἡττωμένην· λοιπὸν δὲ καὶ διὰ παραχώρησιν τοῦ θεοῦ. Ὅταν γὰρ ἴδῃ τινὰ τῶν ἀγωνιστῶν μεγάλως ἀκμάζοντα τῷ πλήθει τῶν ἀρετῶν ὁ κύριος, παραχωρεῖ αὐτόν ποτε ὑπὸ τοῦ τοιούτου καταρρυποῦσθαι δαίμονος, ἵνα πάντων τῶν τοῦ βίου ἀνθρώπων εὐτελέστερον ἑαυτὸν ὑπολαμβάνῃ.

Ἀμέλει ἢ ἕπεται ἡ ὄχλησις τοῦ πάθους τοῖς κατορθώμασιν ἢ καὶ προλαμβάνει ταῦτά ποτε, ἵνα τῇ προλήψει ἢ τῇ ἐπιφορᾷ τοῦ πάθους ἀχρεία πως ἡ ψυχὴ φαίνηται, κἂν ὁποῖα ᾖ μεγάλα αὐτῆς τὰ κατορθώματα. Ἀλλὰ τῷ μὲν ἐν ταπεινοφροσύνῃ πολλῇ καὶ ἀγάπῃ μαχησώμεθα, τῷ δὲ ἐν ἐγκρατείᾳ καὶ ἀοργησίᾳ καὶ ἐννοίᾳ βαθείᾳ τοῦ θανάτου, ἵνα ἀπαύστως ἐντεῦθεν τῆς ἐνεργείας αἰσθόμενοι τοῦ ἁγίου πνεύματος ἐπάνω καὶ τούτων γενώμεθα ἐν κυρίῳ τῶν παθῶν. {ρʹ.} Ὅσοι τῆς ἁγίας γνώσεως γινόμεθα μέτοχοι, καὶ τῶν ἀκουσίων μετεωρισμῶν ἁπάντων λόγον ὑφέξομεν. Ἐπεσημήνω γάρ, φησὶν ὁ Ἰώβ, καὶ εἴ τι ἄκων παρέβην, καὶ δικαίως. Ἐὰν γὰρ μὴ σχολάσῃ τις τοῦ μεμνῆσθαι τοῦ θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ μὴ παραμελήσῃ ἐντολῶν, οὐκ ἂν ἢ ἀκουσίῳ ἢ ἑκουσίῳ ὑποπέσοι πταίσματι. Δεῖ οὖν εὐθέως καὶ περὶ τῶν ἀκουσίων πταισμάτων ἐξομολόγησιν σύντονον προσφέρειν τῷ δεσπότῃ, τοῦτ’ ἔστι περὶ τὴν ἐργασίαν τοῦ συνήθους κανόνος (οὐ γὰρ ἔστιν ἄνθρωπον ὄντα μὴ πταίειν ἀνθρώπινα), ἄχρις οὗ πληροφορηθῇ ἡ συνείδησις ἡμῶν ἐν δακρύῳ ἀγάπης περὶ τῆς τούτων ἀφέσεως. Ἐὰν γὰρ, φησίν, ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστι καὶ δίκαιος, ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας.