Ἔργον
Διάδοχος Φωτικῆς – Κατήχησις (Νόθος)
Η ακαταληψία της θείας φύσεως και η θεωρία της δόξης
Ανάλυση της αδυναμίας κατανοήσεως της θείας ουσίας από τους αγγέλους και τους ανθρώπους, και ερμηνεία της θέας του Θεού μέσω της άκτιστης δόξας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η ακαταληψία της θείας φύσεως και η θεωρία της δόξης
Ανάλυση της αδυναμίας κατανοήσεως της θείας ουσίας από τους αγγέλους και τους ανθρώπους, και ερμηνεία της θέας του Θεού μέσω της άκτιστης δόξας.
Ἀπ. Ἔστι μὲν οὖν ὁμολογουμένως πανταχοῦ ὁ Θεὸς καὶ τὰ πάντα πληροῖ, οὐ συγκεκραμένος δὲ ὅλως τοῖς ὁρωμένοις ἀλλὰ κεχωρισμένος τῷ τρόπῳ ᾧπερ εἰρήκαμεν· οὐδαμοῦ δέ ἐστι τὸ καθ’ ἡμᾶς· οὐδεὶς γὰρ οἶδεν, οὐδὲ οἱ ἄγγελοι, ποῦ ἐστιν ὁ Θεός· εἰ γὰρ ἀκούεις παρεστάναι, ἀλλὰ τῷ θρόνῳ τῆς δόξης· καὶ πρὸς τὴν ἐκπεμπομένην λαμπρότητα ἀντιβλέπειν μὴ ἐξισχύοντες, φόβῳ τὰ ἑαυτῶν κατακαλύπτουσι πρόσωπα, καὶ ἐκθαμβούμενοι τὸν θεῖον ὕμνον ἀσιγήτως ἀεὶ ἀναπέμπουσι· τῷ γὰρ ἀστέκτῳ τῆς δόξης καταπληττόμενοι, οὐδὲ ἐν περινοίᾳ γενέσθαι ἢ ἐννοῆσαι δύνανται ποῦ ὁ δεσπότης ἢ ὁποῖος αὐτὸς ἐκεῖνός ἐστιν· εἰ γὰρ πρὸς τὴν ἀπαστράπτουσαν αἴγλην ἀντοφθαλμεῖν οὐκ ἰσχύουσι, πῶς ἄρα πορρωτέρω περιεργάσασθαι δύναιντ’ ἄν;
Ὅτι μὲν οὖν ἔστιν ὁ Θεὸς καὶ πανταχοῦ ἐστι καὶ τὰ πάντα πληροῖ, καὶ οἱ ἄγγελοι καὶ οἱ καθάραντες ἑαυτοὺς ἅγιοι ἐλλαμφθέντες καὶ φωτισθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος ἴσασι· τὸ δὲ ποῦ ἢ πῶς ἢ ὁποῖός ἐστιν, οὐδεὶς τῶν ἁπάντων γινώσκει, εἰ μὴ ὁ πατὴρ τὸν υἱὸν καὶ ὁ υἱὸς τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον τὸν πατέρα καὶ τὸν υἱόν, ὡς συναΐδιον τούτοις καὶ ὁμοούσιον· ταῦτα γὰρ τὰ τρία, ὡς ἓν ὄντα, καὶ γινώσκουσιν ἑαυτὰ καὶ γινώσκονται ὑπ’ ἀλλήλων· ὡς αὐτὸς εἶπεν ὁ φύσει θεὸς καὶ υἱὸς τοῦ Θεοῦ, οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ οἰκοῦν ἐν αὐτῷ· οὔτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ πνεῦμα τοῦ Θεοῦ· καὶ πάλιν· οὐδεὶς γινώσκει τὸν πατέρα, εἰ μὴ ὁ υἱός· καὶ οὐδεὶς γινώσκει τὸν υἱόν, εἰ μὴ ὁ πατὴρ καὶ ᾧ ἂν βούληται ὁ υἱὸς ἀποκαλύψαι. ϛʹ Ἐρ. Καὶ πῶς φησιν ὁ Χριστός· μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· οἱ γὰρ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς· καὶ πάλιν· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· σὺ δὲ λέγεις ὅτι καὶ οἱ ἄγγελοι ἀγνοοῦσιν ὁποῖος καὶ ποῦ ἐστιν ὁ Θεός;
Ἀπ. Ὥσπερ τοῦ ἡλίου ἐν μεσημβρίᾳ λάμποντος τὸ ἐκπεμπόμενον μὲν ἐξ αὐτοῦ φῶς τρανῶς καθορῶμεν, αὐτὸν δὲ ἐκεῖνον κἂν ποσῶς κατιδεῖν καὶ καταμαθεῖν οὐκ ἰσχύομεν, ὅμως δὲ βλέπειν αὐτὸν ἐπ’ ἀληθείας λέγομεν, οὕτω καὶ οἱ ἄγγελοι καὶ οἱ ἅγιοι τὴν ἀπαστράπτουσαν δόξαν καθορῶντες τοῦ πνεύματος, ἐν αὐτῇ καὶ τὸν υἱὸν καὶ τὸν πατέρα ὁρῶσιν· οὐχ οὕτως δὲ οἱ ἁμαρτωλοὶ καὶ ἀκάθαρτοι· ἐκεῖνοι γὰρ τυφλοῖς καὶ ἀναισθήτοις ἐοίκασιν· ὥσπερ γὰρ οἱ τυφλοὶ τὸ φῶς τοῦ αἰσθητοῦ ἡλίου λάμπον οὐ βλέπουσιν, οὕτω δὴ καὶ αὐτοὶ τὸ θεῖον φῶς ἀεὶ φαῖνον οὐ καθορῶσιν, οὔτε μὴν ἐπαισθάνονται τῆς θέρμης αὐτοῦ. ζʹ Ἐρ. Τί οὖν βλέπουσιν οἱ κεκαθαρμένοι τὸν νοῦν καὶ τὴν καρδίαν;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.