Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Διάδοχος Φωτικῆς – Ὅρασις

Διάδοχος Φωτικῆς

Η όραση του Θεού και το άκτιστο θείο κάλλος

Θεολογική εξέταση της άυλης δόξας του Θεού, της διαφοράς κτιστού και άκτιστου, και της νοερής μορφής της ψυχής και των αγγέλων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Διάδοχος Φωτικῆς

—

Κεφάλαιο 2 από 4

Ἀπ. Ἀφθαρσία μέν, ἔφη, σώματος ἐγγὺς εἶναι κατὰ τὸν ἀληθῆ λόγον ἄνθρωπον ποιεῖ Θεοῦ· οὕτως δὲ καὶ τότε ὁραθήσεται ἀνθρώποις Θεός, ὡς δύναται πάλιν ἄνθρωπος ἰδεῖν Θεόν. ιδʹ Ἐρ. Οὐκοῦν, πάλιν ἔφην, ἐν σχήματι;

Ἀπ. Οὔκ, ἔφη, ἀλλ’ ἐν ἀρετῇ δόξης· διὸ οἱ τούτου μέλλοντες καταξιοῦσθαι ἐν τῷ φωτὶ μὲν ἔσονται διὰ παντός, τοῦ Θεοῦ τῆς ἀγάπης ἀεὶ ἐν δόξῃ ἀπολαύοντες, τοῦ θείου δὲ καταλάμποντος αὐτοὺς φωτὸς τὴν φύσιν οἵα τίς ἐστι κατανοῆσαι μὴ δυνάμενοι· ὃν γὰρ τρόπον χωρεῖται ὅπου θέλει Θεὸς ἐν τῷ μένειν ἀχώρητος, οὕτω καὶ ὁρᾶται ἔνθα ἂν θέλῃ ἐν τῷ μένειν ἀόρατος. ιεʹ Ἐρ. Τί δὲ δεῖ νομίζειν ἀρετὴν Θεοῦ;

Ἀπ. Κάλλος, ἔφη, ἀνείδεον, ἐν δόξῃ μόνῃ γνωριζόμενον. ιϛʹ Ἐρ. Ἐμοὶ δ’, ἔφην, ἡ δόξα ὥσπερ ὄψις τις ἐξοχωτάτη ἀνθρωπίνως νοεῖται. Ἀπ. Μὴ οὕτω νόει, ἔφη. Τῆς γάρ ἀΰλου ἐκείνης καὶ μακαρίας φύσεως ὑπὲρ εἶδος εἶναι τὸ κάλλος πιστεύεται διὰ πολλὴν καθαρότητα· ὅθεν καὶ τὰ μηδέπω ὄντα ὡς παρόντα μόνος Θεὸς καθορᾷ· εἰ γὰρ ἐν εἴδει ἦν τινι ἡ φύσις ἐκείνη ἡ ἄφραστος, οὐκ ἂν τὰ μηδέπω ὄντα ἐθεώρει ὡς ὄντα. ιζʹ Ἐρ. Πῶς λέγεις;

Ἀπ. Ὅτι τὸ ἐν εἴδει ὅλως ὄν τινι οὐδὲν τῶν μελλόντων λέγεσθαι ἢ γίνεσθαι προειδέναι δύναται διὰ τὸ ἐν ὅρῳ αὐτὸ ὅλως ὑπάρχειν φύσεως, κἂν πᾶσαν αὐτοῦ ὥσπερ ὄψιν ἔχῃ τὴν φύσιν. Διόπερ ὁ ἡμέτερος νοῦς ὀφθαλμῷ μέν τινι πλουσίῳ τὰ πάντα περισκοπεῖ, τῶν δὲ μελλόντων γίνεσθαι οὐδὲν εἰδέναι δύναται οὐδὲ μετὰ τὸ χωρισθῆναι τὴν ψυχὴν τοῦ σώματος, ὅτε ἡ πᾶσα ὥσπερ ὀφθαλμός τις εἶναι πιστεύεται, ὅπερ καὶ περὶ τῶν οὐρανίων δυνάμεων προσήκει νοεῖν, ὧν ὄψις ὄντως ἡ πᾶσα φύσις εἶναι λογίζεται. ιηʹ Ἐρ. Τί οὖν, ὅτι καὶ αὐτὰς καὶ τὴν ψυχὴν ὑπὲρ εἶδος εἶναι λογίζονταί τινες;

Ἀπ. Μακράν, ἔφη, ἐκεῖνοι ὑπονοοῦσι λόγου. Διὰ μὲν γὰρ τὸ μήτε ἀγγέλους μήτε τὴν ψυχὴν ὁρᾶσθαι δύνασθαι, ἀσχημάτιστα αὐτὰ ὁμολογουμένως δεῖ νοεῖν εἶναι ζῷα. Δεῖ δὲ εἰδέναι ὅτι ἐν ὄψει τινί εἰσι καὶ νόος κάλλει καὶ ὅρῳ, ὡς εἶναι τὴν τῶν νοημάτων εὐπρέπειαν εἶδος αὐτῶν καὶ κάλλος. Διὰ τοῦτο, ὅτε μὲν καλὰ φρονεῖ ἡ ψυχή, περιλαμπής ἐστιν ὅλη καὶ περίβλεπτος, ὅτε δὲ κακά, ἀφεγγὴς καὶ ἀθαύμαστος· ὥσπερ γὰρ αἱ ὑπὸ τῆς κόρης τοῦ ὀφθαλμοῦ ἁρπαζόμεναι σκιαὶ διὰ τὴν πολλὴν αὐτῆς καὶ ὀξεῖαν τρανότητα, ἥντινα αἴσθησιν δεῖ λέγειν τῆς ὀπτικῆς δυνάμεως (πρέπον γὰρ καὶ ἐκφαινομένου ὑποδείγματος τὸ ἀφανὲς τοῦτο ὡς δυνατὸν ὁμιλεῖσθαι θεώρημα), ὥσπερ εἴδη τῆς αὐτοῦ φαίνονται ἐνεργείας, οὕτω δὴ καὶ ὅπερ ἂν ἐκ τῆς ἑαυτοῦ ἁρπάσῃ ἐπιθυμίας ὁ νοῦς ἐνθύμημα, τοῦτο ὥσπερ εἶδος γίνεται τῆς ἐνεργείας τῆς ψυχῆς, ὅπερ ἐστὶν αὐτῆς διὰ πολλὴν λεπτότητα· ἐπὶ γὰρ τῶν ἀσωμάτων φύσεων, ὅπερ ἂν κτήσηται ἡ ἐνέργεια, τοῦτο ὥσπερ τῆς φύσεως διὰ πολλήν, ὡς ἔφην, λεπτότητα γίνεται, κἄν τε μετὰ δόξης κἄν τε μετὰ πάθους τοῦτο συμβαίνῃ γίνεσθαι. Ὅπερ καὶ ἐπὶ τῶν ἀποστάντων ἀγγέλων δεῖ νοεῖν· ἕως μὲν γὰρ ἐφρόνουν τὰ πρέποντα ἀγγέλοις, αὐτὸ τὸ κάλλος τῶν νοημάτων εἰς εἶδος αὐτοῖς δόξης ἐγίνετο· ἐπεὶ δὲ τῶν θεοφιλῶν κατεφρόνησαν ἐννοιῶν, αὐτὴν τὴν εὐφροσύνην αὐτῶν εἰς εἶδος αἰσχύνης ἐκτήσαντο. ιθʹ Ἐρ.

Οὐκοῦν, ἔφην, ὡς μὲν πρὸς τὴν τοῦ σώματος ἡμῶν πυκνότητα, καὶ τὴν ψυχὴν καὶ τοὺς ἀγγέλους ἄϋλα δεῖ ζῷα λέγειν καὶ ἀνείδεα· ὡς δὲ πρὸς τὴν τῆς θείας φύσεως ἄπειρον καθαρότητα, οὐκέτι φαίνεται;

Ἀπ. Πάσης μὲν γενέσεως ἀποτέλεσμα εἶδος, ἔφη· τοῦ δὲ ἀεὶ ὄντος, γένεσιν δὲ οὐκ ἔχοντος, ὑπὲρ εἶδος ἀεὶ μόνον τὸ κάλλος πιστεύεται· οὐ γὰρ ἀπὸ γενέσεως ἀπετελέσθη, ἀλλ’ ἐξ ἑαυτοῦ τὸ εἶναι ἔχει ἐν τῇ ὑπὲρ φύσιν φύσει. κʹ Ἐρ. Ἐμοὶ δ’ ἔτι τοῦτο περὶ τούτου, ἔφην, θέλοντι μαθεῖν φράσον· διὰ τί κάλλος λέγομεν ἐπὶ Θεοῦ καὶ εἶδος οὐ λέγομεν; ἐν γὰρ τῷ εἴδει πάντως καὶ τὸ κάλλος θαυμάζεται.

Ἀπ. Ἐπειδὴ κάλλος Θεοῦ ἡ δόξα ἐστὶ τῆς οὐσίας τοῦ Θεοῦ. καʹ Ἐρ. Τί οὖν ἄρα, ἔφην, εἴποι τις ἂν εἰρηκέναι τὸν ψαλμωδόν· Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου;

Ἀπ. Τοῦτο, ἔφη, παρὰ τοῦ προφήτου εἴρηται, οὐχ ὡς ἐν προσώπῳ τινὶ ἢ σχήματι οὔσης τῆς θείας φύσεως, ἀλλ’ ὅτι ἐν τῷ εἴδει καὶ τῇ δόξῃ τοῦ υἱοῦ ὁ ἀνείδεος ἡμῖν πατὴρ ὀφθήσεται· διὰ τοῦτο γὰρ ηὐδόκησεν ὁ Θεὸς τὸν Λόγον αὐτοῦ εἰς τὸ ἀνθρώπινον ἐλθεῖν διὰ τῆς σαρκώσεως εἶδος, μένοντα (πῶς γὰρ οὔ;) ἐν τῇ αὑτοῦ πανδυνάμῳ δόξῃ, ἵνα εἰς τὴν πυκνότητα τοῦ σχήματος τῆς ἐνδόξου ἐκείνης σαρκὸς ἀποβλέπων ἄνθρωπος (εἶδος γὰρ εἶδος ὁρᾷ) μετὰ τὸ καθαρθῆναι τῆς ἀναστάσεως δύνοιτο τὸ κάλλος ὁρᾶν ὥσπερ ἐπὶ Θεοῦ. Οὕτως οὖν ὁ μὲν πατὴρ κρυφοφανεῖ τινι τρόπῳ ὀφθήσεται τοῖς δικαίοις, ὃν τρόπον νῦν τοῖς ἀγγέλοις φαίνεται, ὁ δὲ υἱὸς διὰ τὸ σῶμα φανερῶς· πρέπον γὰρ ἀληθῶς τοὺς μέλλοντας εἰς αἰῶνας βασιλεύεσθαι ὑπὸ Θεοῦ γνωστῶς μέλλειν ἀεὶ ὁρᾶν τὸν ἑαυτῶν ἄρχοντα, ὅπερ ἀδύνατον ἧν, εἰ μὴ διὰ τῆς ἐνανθρωπήσεως αὐτοῦ εἰς εἶδος ὁ Θεὸς Λόγος παρῆν. κβʹ Ἐρ. Πιστῶς καὶ κατὰ λόγον, ἔφην, ἐδίδαξας, ὦ Λόγε, τὴν Ἰωάννου μοι στήλην διὰ παντὸς δεικνύων. Λοιπὸν δὲ τὸ λεῖπόν μοι, ἔφην, τῆς περὶ τῶν ἀγγέλων, παρακαλῶ σε, ἀπόδος θεωρίας, ὅπερ καὶ τῷ περὶ ψυχῆς οἶμαι ἁρμόττειν μετὰ τὴν τοῦ σώματος ἀνάστασιν λόγῳ.