Ἔργον
Δωρόθεος Γάζης – Διδασκαλίαι διάφοροι
Διδασκαλία ΣΤ': Η μη κατάκριση του πλησίον
Διάκριση μεταξύ καταλαλιάς, κατάκρισης και εξουθένωσης, με έμφαση στο ότι η κρίση ανήκει αποκλειστικά στον Θεό, και η σημασία της αγάπης στο κοινόβιο.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Διδασκαλία ΣΤ': Η μη κατάκριση του πλησίον
Διάκριση μεταξύ καταλαλιάς, κατάκρισης και εξουθένωσης, με έμφαση στο ότι η κρίση ανήκει αποκλειστικά στον Θεό, και η σημασία της αγάπης στο κοινόβιο.
Ϛʹ. ΠΕΡΙ ΤΟΥ ΜΗ ΚΡΙΝΕΙΝ ΤΟΝ ΠΛΗΣΙΟΝ Εἰ ἐμνημονεύομεν, ἀδελφοί, τῶν λόγων τῶν ἁγίων γερόντων, εἰ ἐμελετῶμεν αὐτοὺς πάντοτε δυσχερῶς εἴχομεν ἁμαρτάνειν, δυσχερῶς εἴχομεν ἀμελεῖν ἑαυτῶν. Εἰ γάρ, ὡς εἶπον ἐκεῖνοι, μὴ καταφρονῶμεν τῶν μικρῶν καὶ δοκούντων ἡμῖν εἶναι μηδαμινῶν, οὐκ εἴχομεν ἐμπίπτειν εἰς τὰ μεγάλα καὶ βαρέα. Ἀεὶ λέγω ὑμῖν ὅτι ἐκ τούτων τῶν λεπτῶν, ἐκ τοῦ λέγειν· Τί γάρ ἐστι τοῦτο; τί ἐστιν ἐκεῖνο; γίνεται κακὴ συνήθεια τῇ ψυχῇ, καὶ ἄρχεται καὶ εἰς τὰ μεγάλα καταφρονεῖν. Εἶδες ποῖον βαρὺ ἁμάρτημά ἐστι τὸ κρίνειν τὸν πλησίον; τί γὰρ τούτου βαρύτερον; τί γὰρ οὕτως μισεῖ ὁ Θεὸς καὶ ἀποστρέφεται, καθὼς καὶ οἱ Πατέρες εἶπον ὅτι οὐδὲν χεῖρον τοῦ κρῖναι; καὶ ὅμως ἀπὸ τούτων φησὶν τῶν εὐτελῶν ἔρχεταί τις εἰς τὸ τοιοῦτον μέγα κακόν. Ἐκ τοῦ γὰρ δέξασθαι μικρὰν ὑπόνοιαν κατὰ τοῦ πλησίον, ἐκ τοῦ λέγειν· Τί γάρ ἐστιν ἐὰν ἀκούσω τί λαλεῖ ὁ ἀδελφὸς οὗτος; τί γάρ ἐστιν ἐὰν εἴπω κἀγὼ τοῦτον τὸν ἕνα λόγον; τί ἐστιν ἐὰν ἴδω τί ὑπάγει οὗτος ὁ ἀδελφὸς ἢ ἐκεῖνος ὁ ξένος ποιῆσαι; ἄρχεται ὁ νοῦς ἀφιέναι τὰς ἰδίας ἁμαρτίας καὶ ἀδολεσχεῖν εἰς τὸν πλησίον. Καὶ λοιπὸν ἐκ τούτου γίνεται τὸ κατακρίνειν, τὸ καταλαλεῖν, τὸ ἐξουδενεῖν· ἐκ τούτου καὶ εἰς αὐτὰ ἃ κατακρίνει τις, ἐμπίπτει.
Ἐκ τοῦ γὰρ μὴ μεριμνᾷν τὰ ἴδια κακά, μηδὲ κλαίειν, ὡς εἶπον οἱ Πατέρες, τὸν ἴδιον νεκρόν, οὐ δύναται εἴς τί ποτε ὅλως ἑαυτὸν διορθώσασθαι, ἀλλὰ πάντοτε τὸν πλησίον ἔργῳ λαμβάνει· καὶ οὐδὲν οὕτως παροργίζει τὸν Θεόν, οὐδὲν οὕτως γυμνοῖ ἄνθρωπον καὶ φέρει εἰς ἐγκατάλειψιν ὡς τὸ καταλαλεῖν ἢ κατακρίνειν ἢ ἐξουδενεῖν τὸν πλησίον.
Ἄλλο γάρ ἐστι τὸ καταλαλῆσαι καὶ ἄλλο τὸ κατακρῖναι καὶ ἄλλο τὸ ἐξουδενῶσαι. Τὸ καταλαλῆσαί ἐστι τὸ εἰπεῖν κατά τινος ὅτι· Ἐψεύσατο ὁ δεῖνα, ἢ ὅτι· Ὠργίσθη, ἢ ὅτι· Ἐπόρνευσεν, ἤ τι τοιοῦτον. Ἤδη γὰρ κατελάλησεν αὐτοῦ, οἱονεὶ ἐλάλησε κατ’ αὐτοῦ, ἐλάλησεν ἐμπαθῶς τὸ ἁμάρτημα αὐτοῦ.
Τὸ δὲ κατακρῖναι ἐστὶ τὸ εἰπεῖν ὅτι· Ὁ δεῖνα ψεύστης ἐστίν, ὀργίλος ἐστίν, πόρνος ἐστίν. Ἰδοὺ γὰρ κατέκρινεν αὐτὴν τὴν διάθεσιν τῆς ψυχῆς αὐτοῦ καὶ ἀπεφήνατο κατὰ ὅλου τοῦ βίου αὐτοῦ λέγων ὅτι τοῖόσδε ἐστί, καὶ κατέκρινεν αὐτὸν ὡς τοιοῦτον. Καὶ ἔστι βαρὺ πρᾶγμα. Ἄλλο γάρ ἐστι τὸ εἰπεῖν· Ὠργίσθη, καὶ ἄλλο τὸ εἰπεῖν ὅτι ὀργίλος ἐστί, καὶ ἀποφήνασθαι, ὡς εἶπον, κατ’ αὐτῆς ὅλης τῆς ζωῆς αὐτοῦ.
Καὶ τοσοῦτόν ἐστι βαρὺ τὸ κατακρῖναι ὑπὲρ ἑκάστην ἁμαρτίαν, ὥστε αὐτὸν τὸν Χριστὸν λέγειν· Ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν τὴν ἐν τῷ ὀφθαλμῷ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου. Καὶ ἀπείκασε τὴν μὲν ἁμαρτίαν τοῦ πλησίον πρὸς τὸ κάρφος, τὸ δὲ κατακρίνειν πρὸς τὴν δοκόν, τοσοῦτον χαλεπόν ἐστι τὸ κατακρῖναι σχεδὸν ὑπὲρ πᾶσαν ἁμαρτίαν. Καὶ ἐκεῖνος δὲ φαρισαῖος εὐχόμενος καὶ εὐχαριστῶν τῷ Θεῷ διὰ τὰ κατορθώματα αὐτοῦ, οὐκ ἐψεύσατο, ἀλλὰ τὴν ἀλήθειαν ἔλεγεν· καὶ οὐ διὰ τοῦτο κατεκρίθη. Χρεωστοῦμεν γὰρ εὐχαριστεῖν τῷ Θεῷ, ἐπειδὰν ἀξιωθῶμεν τί ποτε ἀγαθὸν ποιῆσαι, ὡς αὐτοῦ συνεργήσαντος καὶ βοηθήσαντος ἡμῖν. Διὰ τοῦτο, ὡς εἶπον, οὐ κατεκρίθη ὅτι εἶπεν· Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων· ἀλλ’ ὅτε στραφεὶς πρὸς τὸν τελώνην εἶπεν· Οὐδὲ ὡς ὁ τελώνης οὗτος· τότε ἐβαρήθη· κατέκρινε γὰρ αὐτοῦ τοῦ προσώπου αὐτοῦ, αὐτῆς τῆς διαθέσεως τῆς ψυχῆς αὐτοῦ, καὶ ἁπλῶς εἰπεῖν, ὅλου τοῦ βίου αὐτοῦ. Καὶ διὰ τοῦτο κατέβη ὁ τελώνης δεδικαιωμένος ὑπὲρ ἐκεῖνον.
Οὐδὲν γὰρ βαρύτερον, οὐδὲ χαλεπώτερον, ὡς πολλάκις λέγω, τοῦ κατακρῖναι ἢ ἐξουδενῶσαι τὸν πλησίον. Διὰ τί μὴ μᾶλλον ἑαυτοὺς κατακρίνομεν καὶ τὰ κακὰ ἡμῶν, ἃ ἀκριβῶς οἴδαμεν καὶ περὶ ὧν μέλλομεν λόγον δοῦναι τῷ Θεῷ; Τί ἁρπάζομεν τὸ κρῖμα τοῦ Θεοῦ; Τί θέλομεν ἐκ τοῦ πλάσματος αὐτοῦ; Οὐκ ὀφείλομεν τρέμειν ἀκούοντες τί συνέβη τῷ μεγάλῳ ἐκείνῳ γέροντι τῷ ἀκούσαντι περί τινος ἀδελφοῦ πεσόντος εἰς πορνείαν, καὶ εἰπόντι· Ὢ κακῶς ἐποίησεν; Οὐκ οἴδατε ποῖον φρικτὸν λέγει περὶ αὐτοῦ εἰς τὸ Γεροντικόν; Ὅτι ἀπήνεγκεν ὁ ἅγιος ἄγγελος τὴν ψυχὴν τοῦ ἁμαρτήσαντος πρὸς αὐτὸν καὶ λέγει αὐτῷ· Ἴδε ὃν ἔκρινας, ἐκοιμήθη· ποῦ οὖν κελεύεις βάλω αὐτόν, εἰς τὴν βασιλείαν ἢ εἰς τὴν κόλασιν; Ἔστι τούτου τοῦ βάρους τί ποτε φοβερώτερον; Τί ἄλλο ἐστὶν ὁ λόγος τοῦ ἀγγέλου πρὸς τὸν γέροντα, εἰ μὴ τοῦτο· Ἐπειδὴ σὺ εἶ ὁ κριτὴς τῶν δικαίων καὶ τῶν ἁμαρτωλῶν, εἰπὲ τί κελεύεις περὶ τῆς ταπεινῆς ψυχῆς ταύτης· ἐλεεῖς αὐτήν; κολάζεις αὐτήν;
Ὥστε τὸν ἅγιον ἐκεῖνον γέροντα ὑπερεκπλαγέντα μεῖναι ὅλον τὸν ὑπόλοιπον αὐτοῦ χρόνον μετὰ στεναγμῶν, μετὰ δακρύων, μετὰ μυρίων πόνων, δεόμενον τοῦ Θεοῦ συγγνῶναι αὐτῷ περὶ τῆς ἁμαρτίας ἐκείνης. Καὶ ταῦτα μετὰ τὸ πεσεῖν αὐτὸν ἐπὶ πρόσωπον πρὸς τοὺς πόδας τοῦ ἀγγέλου καὶ λαβεῖν συγχώρησιν. Τὸ γὰρ εἰπεῖν τὸν ἄγγελον·
Ἰδοὺ ἔδειξέ σοι ὁ Θεὸς τί ἐστι τὸ βάρος τοῦ κατακρῖναι, μηκέτι ποιήσῃς· τὸ πρᾶγμα τοῦτο συγχωρήσαντος ἦν, καὶ ὅμως οὐκ ἔτι ἠνέσχετο ὅλως παρακληθῆναι ἡ ψυχὴ τοῦ γέροντος ἀπὸ τοῦ πένθους ἐκείνου, ἕως ὅτου ἀπέθανε.
Τί οὖν θέλομεν καὶ ἡμεῖς ἀπὸ τοῦ πλησίον; Τί θέλομεν ἀπὸ ἀλλοτρίου βάρους; Ἔχομέν τι μεριμνῆσαι, ἀδελφοί· ἕκαστος ἑαυτῷ πρόσχῃ καὶ τοῖς ἰδίοις κακοῖς. Θεοῦ μόνου ἐστὶ τὸ δικαιῶσαι καὶ τὸ κατακρῖναι, τοῦ εἰδότος καὶ τὴν κατάστασιν ἑκάστου καὶ τὴν δύναμιν καὶ τὰς ἀναστροφὰς καὶ τὰ χαρίσματα καὶ τὴν κρᾶσιν καὶ τὴν ἐπιτηδειότητα, καὶ κρίνοντος πρὸς ἕκαστον τούτων ὡς αὐτὸς μόνος οἶδεν. Ἄλλως γὰρ κρίνει ὁ Θεὸς τὰ τοῦ ἐπισκόπου καὶ ἄλλως τὰ τοῦ ἄρχοντος, ἄλλως κρίνει τὰ τοῦ ἡγουμένου καὶ ἄλλως τὰ τοῦ μαθητοῦ, ἄλλως τὰ τοῦ γέροντος καὶ ἄλλως τὰ τοῦ νεωτέρου, ἄλλως τὰ τοῦ ἀσθενοῦντος καὶ ἄλλως τὰ τοῦ ὑγιαίνοντος. Καί τίς δύναται ταῦτα τὰ κρίματα εἰδέναι, εἰ μὴ αὐτὸς μόνος ὁ ποιήσας τὰ πάντα, ὁ καὶ πλάσας πάντα καὶ γινώσκων πάντα;
Μέμνημαι ἀκούσας ὅτι ποτὲ ἐγένετο πρᾶγμα τοιοῦτον. Πλοῖον ἀνδραπόδων παρέβαλλεν εἰς πόλιν τινά. Ἦν δὲ ἐν ἐκείνῃ τῇ πόλει μία παρθένος ἁγία πάνυ προσέχουσα ἑαυτῇ· αὕτη μαθοῦσα ὅτι παρέβαλε τὸ πλοῖον ἐκεῖνο, ἐχάρη· ἐπεθύμει γὰρ ἀγοράσαι ἑαυτῇ ἓν κοράσιον μικρὸν πάνυ.
Ἐλογίσατο γὰρ ὅτι· Λαμβάνω καὶ ἀνατρέφω αὐτὴν ὡς θέλω, ἵνα μηδὲν οἶδεν τῆς κακίας τοῦ κόσμου τούτου. Καὶ πέμψασα μεταστέλλεται τὸν ναύκληρον τοῦ πλοίου ἐκείνου, καὶ εὑρίσκει αὐτὸν ἔχοντα δύο κοράσια πάνυ μικρά, οἷα ἰδικῶς ἐπεθύμει ἡ παρθένος, καὶ εὐθέως μετὰ χαρᾶς παρέχει τὴν τιμὴν καὶ λαμβάνει τὸ ἓν κοράσιον πρὸς ἑαυτήν. Ὡς οὖν κατῆλθεν ὁ ναύκληρος ὅθεν ἡ ἁγία ἐκείνη, μόνον περιεπάτησε μικρὸν καὶ ἀπαντᾷ αὐτῷ μία θυμελικὴ παντάχρηστος καὶ βλέπει τὸ ἄλλο κοράσιον μετ’ αὐτοῦ καὶ ἐπεθύμησε λαβεῖν αὐτὸ καὶ λαμβάνει· συμφωνεῖ καὶ παρέχει τὴν τιμὴν καὶ ἀπέρχεται ἔχουσα αὐτό.
Βλέπετε μυστήριον Θεοῦ, βλέπετε κρῖμα. Τίς δύναται δοῦναι περὶ τούτου λόγον; Λαμβάνει οὖν ἡ ἁγία παρθένος τὴν μικρὰν ἐκείνην καὶ ἀνατρέφει αὐτὴν εἰς τὸν φόβον τοῦ Θεοῦ, τυποῦσα αὐτὴν εἰς πᾶν ἔργον ἀγαθόν, διδάσκουσα αὐτὴν πᾶσαν τὴν μοναχικὴν κατάστασιν καὶ πᾶσαν ἁπλῶς τὴν εὐωδίαν τῶν ἁγίων ἐντολῶν τοῦ Θεοῦ. Λαβοῦσα δὲ καὶ ἡ θυμελικὴ τὴν ἀθλίαν ἐκείνην, ἀπετέλεσεν αὐτὴν ἐργαλεῖον τοῦ διαβόλου. Τί γὰρ ἄλλο εἶχεν ἡ ὀργὴ ἐκείνη διδάξαι αὐτήν, εἰ μὴ τὴν ἀπώλειαν τῆς ψυχῆς αὐτῆς; Τί οὖν δυνάμεθα εἰπεῖν περὶ τοῦ φοβεροῦ κρίματος τούτου; αἱ δύο μικραὶ ἦσαν, αἱ δύο ἐπράθησαν μήτε εἰδυῖαι ποῦ ἀπέρχονται, καὶ εὑρέθη ἡ μία εἰς τὰς χεῖρας τοῦ Θεοῦ καὶ ἡ ἄλλη ἐνέπεσεν εἰς τὰς χεῖρας τοῦ διαβόλου. Ἄρα οὖν δυνατόν ἐστιν εἰπεῖν ὅτι εἴ τι ἀπαιτεῖ ταύτην ὁ Θεός, ἀπαιτεῖ καὶ τὴν ἄλλην; πῶς ἐγχωρεῖ; ἄρα ἐὰν αἱ δύο ἐμπέσωσιν εἰς πορνείαν ἢ εἰς ἄλλο παράπτωμα, δύνατόν ἐστιν εἰπεῖν ὅτι τὸ αὐτὸ κρῖμα ἔχουσιν αἱ δύο, κἂν τὸ αὐτὸ σφάλμα συμβῇ ἀμφοτέραις; Πῶς ἐνδέχεται; αὕτη ἔμαθε τὰ περὶ τῆς κρίσεως, ἔμαθε τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ, ἡμέρας καὶ νυκτὸς οὖσα εἰς τὰ λόγια τοῦ Θεοῦ· ἐκείνη ἡ ἀθλία οὐδέποτε εἶδεν ἢ ἤκουσέ τί ποτε ἀγαθόν, ἀλλὰ τὸ ἐναντίον, πάντα τὰ αἰσχρά, πάντα τὰ διαβολικά, καὶ πῶς ἐγχωρεῖ ἀπαιτηθῆναι ἀμφοτέρας τὴν αὐτὴν ἀκρίβειαν;
Οὐκοῦν οὐδὲν δύναται ἄνθρωπος εἰδέναι τῶν κριμάτων τοῦ Θεοῦ, ἀλλὰ αὐτὸς μόνος ἐστὶν ὁ καταλαμβάνων πάντα καὶ δυνάμενος τὰ καθ’ ἕκαστον κρῖναι, καθὼς αὐτὸς μόνος ἐπίσταται. Ἀληθῶς συμβαίνει ὅτι ποιεῖ ἀδελφὸς πράγματά τινα ἐν ἁπλότητι· ἔχει δὲ ἓν πρᾶγμα ὅ τι ἀρέσκει τῷ Θεῷ ὑπὲρ ὅλην τὴν ζωήν σου, καὶ σὺ καθέζει κατακρίνων αὐτὸν καὶ κολάζων τὴν ψυχήν σου; Εἰ δὲ καὶ συμβῇ αὐτὸν ἀσυστροφῆσαι, πόθεν οἶδας πόσα ἠγωνίσατο καὶ πόσα ἔσταξε τὸ αἷμα αὐτοῦ πρὶν ἐνεργήσει, καὶ σχεδὸν εὑρίσκεται τὸ σφάλμα αὐτοῦ ὡς δικαιοσύνη παρὰ τῷ Θεῷ; Βλέπει γὰρ ὁ Θεὸς τὸν κόπον αὐτοῦ καὶ τὴν θλίψιν ἣν ἔσχεν, ὡς εἶπον, πρὸ τοῦ ἐνεργῆσαι, καὶ ἐλεεῖ αὐτὸν καὶ συγγινώσκει αὐτῷ· καὶ ὁ μὲν Θεὸς ἐλεεῖ αὐτόν, σὺ δὲ κατακρίνεις αὐτὸν καὶ ἀπόλλεις τὴν ψυχήν σου; Πόθεν δὲ οἶδας καὶ πόσα δάκρυα ἐξέχεεν ἐνώπιον τοῦ Θεοῦ περὶ τούτου; καὶ σὺ τὴν μὲν ἁμαρτίαν εἶδες, τὴν δὲ μετάνοιαν οὐκ οἶδας.
Ἔσθ’ ὅτε οὐ μόνον ὅτι κατακρίνομεν, ἀλλὰ καὶ ἐξουδενοῦμεν. Ἄλλο γάρ ἐστιν, ὡς εἶπον, τὸ κατακρῖναι καὶ ἄλλο τὸ ἐξουδενῶσαι· ἡ ἐξουδένωσίς ἐστιν ὅτι οὐ μόνον κατακρίνει τις, ἀλλὰ καὶ ἐξουδενεῖ, οἱονεὶ βδελύσσεται τὸν πλησίον, σικχαίνεται αὐτὸν ὡς ἀηδίαν τινά, καὶ ἔστι τοῦτο χεῖρον τοῦ κατακρῖναι καὶ ὀλεθριώτερον πολύ.
Οἱ δὲ θέλοντες σωθῆναι οὐδὲ προσέχουσιν ἐλαττώματι τοῦ πλησίον, ἀλλὰ τοῖς ἰδίοις πάντοτε καὶ προκόπτουσιν. Οἷος ἦν ἐκεῖνος ὁ ἰδὼν τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα, καὶ στενάξας καὶ εἰπών· Οὐαί μοι, ὅτι σήμερον οὗτος, πάντως κἀγὼ αὔριον. Βλέπεις ἀσφάλειαν; Βλέπεις ἑτοιμασίαν ψυχῆς; Πῶς ηὗρεν εὐθέως φυγεῖν τὸ κατακρῖναι τὸν ἀδελφὸν αὐτοῦ; διὰ γὰρ τὸ εἰπεῖν ὅτι· Πάντως κἀγὼ αὔριον, ἔδωκεν ἑαυτῷ φόβον καὶ μέριμναν περὶ ὧν ἤμελλε δῆθεν ἁμαρτῆσαι· καὶ οὕτως ἐξέφυγε τὸ κατακρῖναι τὸν πλησίον. Καὶ οὐκ ἠρκέσθη ἕως τούτου, ἀλλὰ καὶ ἑαυτὸν ἔβαλεν ὑποκάτω αὐτοῦ λέγων ὅτι· Καὶ οὗτος μὲν μετανοεῖ περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἐγὼ δὲ οὐ πάντως μετανοῶ, οὐ πάντως φθάνω, οὐ πάντως ὅτι ἰσχύω μετανοῆσαι.
Βλέπεις θείας ψυχῆς φωτισμὸν ὅτι οὐ μόνον ἠδυνήθη ἐκφυγεῖν τὸ κατακρῖναι τὸν πλησίον, ἀλλὰ καὶ ἑαυτὸν ἔδοκεν ὑποκάτω αὐτοῦ; Καὶ ἡμεῖς οἱ ἄθλιοι ἀδιαφόρως κατακρίνομεν, ἀηδιζόμεθα, ἐξουδενοῦμεν, εἴ τι δήποτε ἐὰν ἴδωμεν ἢ ἀκούσωμεν ἢ ὑπονοήσωμεν· τὸ δεινότερον ὅτι οὔτε μέχρι τῆς ἰδίας βλάβης ἱστάμεθα, ἀλλὰ ἀπαντῶμεν ἄλλῳ ἀδελφῷ καὶ εὐθέως λέγομεν αὐτῷ· Τόδε καὶ τόδε ἐγένετο· καὶ βλάπτομεν κἀκεῖνον βάλλοντες εἰς τὴν καρδίαν αὐτοῦ ἁμαρτίας. Καὶ οὐ φοβούμεθα τὸν εἰπόντα· Οὐαί, ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολεράν· ἀλλὰ ποιοῦμεν ἔργον δαιμόνων, καὶ οὐ μέλει ἡμῖν. Τί γὰρ ἄλλο ἔχει ποιῆσαι δαίμων, εἰ μὴ ταράξαι καὶ βλάψαι; καὶ εὑρισκόμεθα συνεργοῦντες τοῖς δαίμοσιν εἰς ἀπώλειαν ἑαυτῶν καὶ τοῦ πλησίον.
Ὁ γὰρ βλάπτων ψυχὴν τοῖς δαίμοσι συνεργεῖ καὶ βοηθεῖ. Ὥσπερ καὶ ὁ ὠφελῶν συνεργεῖ τοῖς ἁγίοις ἀγγέλοις. Πόθεν δὲ πάσχομεν ταῦτα, εἰ μὴ ἐκ τοῦ μὴ ἔχειν ἡμᾶς ἀγάπην; εἰ γὰρ εἴχομεν ἀγάπην μετὰ συμπαθείας καὶ πόνου, ἠμελοῦμεν βλέπειν τὰ ἐλαττώματα τοῦ πλησίον, καθὼς λέγει ὅτι· Ἡ ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν· καὶ πάλιν·
Ἡ ἀγάπη οὐ λογίζεται τὸ κακόν, πάντα στέγει, καὶ τὰ ἑξῆς. Καὶ ἡμεῖς οὖν, ὡς εἶπον, εἰ εἴχομεν ἀγάπην, αὐτὴ ἡ ἀγάπη ἐσκέπασεν ἕκαστον σφάλμα· ὥσπερ καὶ οἱ ἅγιοι βλέποντες τὰ ἐλαττώματα τῶν ἀνθρώπων. Μὴ γὰρ τυφλοί εἰσιν οἱ ἅγιοι, ἀλλ’ οὐ βλέπουσι τὰ ἁμαρτήματα; Τίς δὲ καὶ μισεῖ οὕτως τὴν ἁμαρτίαν, ὡς οἱ ἅγιοι; Καὶ ὅμως οὐ μισοῦσι τὸν ἁμαρτάνοντα, οὐδὲ κατακρίνουσιν, οὐκ ἀποστρέφονται, ἀλλὰ συμπάσχουσι, νουθετοῦσι, παρακαλοῦσι, θεραπεύουσιν ὡς μέλος ἀσθενοῦν· πάντα ποιοῦσι διὰ τὸ σῶσαι αὐτόν. Ὥσπερ οἱ ἁλιεῖς ὅτε βάλλουσιν ἄγκιστρον εἰς τὴν θάλασσαν καὶ κρατήσουσι μέγαν ἰχθὺν καὶ αἴσθωνται ὅτι ταράσσεται καὶ ἀτακτεῖ, οὐκ εὐθέως καὶ ἐπαχθῶς ἕλκουσιν αὐτόν, ἐπεὶ κόπτεται τὸ ῥάμμα καὶ τελείως ἀπόλλυται· ἀλλὰ ἐνδιδοῦσιν αὐτῷ εὐφυῶς τὸ ῥάμμα καὶ ἀφιᾶσιν αὐτὸν ἀπελθεῖν ὅπου θέλει· καὶ ὅτε μάθωσιν ὅτι ἠτόνησεν καὶ ἡσύχασεν ἐκ τῆς ὁρμῆς αὐτοῦ, τότε ἄρχονται πάλιν κατὰ μικρὸν σύρειν αὐτόν.
Οὕτως καὶ οἱ ἅγιοι τῇ μακροθυμίᾳ καὶ τῇ ἀγάπῃ ἕλκουσι τὸν ἀδελφὸν καὶ οὐκ ἀπολακτιοῦσιν ἀπ’ αὐτοῦ, οὐδὲ ἀηδίζονται αὐτόν· ἀλλ’ ὥσπερ μήτηρ ἐὰν ἔχῃ υἱὸν ἄμορφον, οὐκ ἀηδίζεται αὐτόν, οὐδὲ ἀποστρέφεται, ἀλλὰ καὶ ἡδέως κοσμεῖ αὐτὸν καὶ εἴ τι δήποτε ποιεῖ διὰ τὸ χαριτῶσαι αὐτόν· οὕτως ἀεὶ σκέπουσι, κοσμοῦσιν, ἀντιλαμβάνονται, ἵνα καὶ τὸν πταίοντα κατὰ καιρὸν διορθώσωνται καὶ μήτε ἄλλον ἐάσωσι βλαβῆναι ἐξ αὐτοῦ, καὶ ἵνα καὶ αὐτοὶ μειζόνως προκόψωσιν εἰς τὴν ἀγάπην τοῦ Χριστοῦ.
Τί ἐποίησεν ὁ ἅγιος Ἀμμωνᾶς, ὅτε ἦλθον οἱ ἀδελφοὶ ἐκεῖνοι ταρασσόμενοι καὶ λέγουσιν αὐτῷ· Δεῦρο βλέπε, ἀββᾶ, ὅτι γυνή ἐστιν εἰς τὸ κελλίον τοῦδε τοῦ ἀδελφοῦ; Πόσην εὐσπλαγχνίαν ἐνεδείξατο; Πόσην ἀγάπην ἔσχεν ἡ ἁγία ψυχὴ ἐκείνη; Γνοὺς γὰρ ὅτι ἔκρυψεν ὁ ἀδελφὸς τὴν γυναῖκα ὑποκάτω τοῦ πιθαρίου, ἀπελθὼν ἐκάθισεν ἐπάνω αὐτοῦ καὶ εἶπεν αὐτοῖς ζητῆσαι εἰς ὅλον τὸ κελλίον· καὶ ὡς οὐχ εὗρον, λέγει αὐτοῖς· Ὁ Θεὸς συγχωρήσει ὑμῖν· καὶ φησὶν ᾔσχυνεν αὐτοὺς καὶ ἐβοήθησε καὶ αὐτοῖς ἵνα μὴ πιστεύσωσιν εὐχερῶς κατὰ τοῦ πλησίον. Κἀκεῖνον δὲ ἐσωφρόνισεν, μὴ μόνον σκεπάσας μετὰ Θεόν, ἀλλὰ καὶ διορθωσάμενος αὐτόν, ὡς εὗρε τὸν καιρὸν ἐπιτήδειον. Ὡς γὰρ μόνον ἐκράτησε τὴν χεῖρα αὐτοῦ μεθ’ ὃ ἐξέβαλε πάντας, καὶ εἶπεν αὐτῷ ὅτι· Φρόντισον σεαυτοῦ, ἄδελφε· εὐθέως ἐδυσωπήθη καὶ κατενύγη ὁ ἀδελφός, εὐθέως ἐνήργησεν εἰς τὴν ψυχὴν αὐτοῦ ἡ φιλανθρωπία καὶ ἡ συμπάθεια τοῦ γέροντος.
Καὶ ἡμεῖς οὖν κτησώμεθα ἀγάπην, κτησώμεθα εὐσπλαγχνίαν εἰς τὸν πλησίον, ἵνα φυλαχθῶμεν ἀπὸ τῆς δεινῆς καταλαλιᾶς καὶ τοῦ κατακρῖναι ἢ ἐξουδενῶσαί τινα. Βοηθήσωμεν ἀλλήλοις ὡς ἰδίοις μέλεσι. Τίς ἔχων τραῦμα εἰς τὴν χεῖρα αὐτοῦ ἢ εἰς τὸν πόδα ἢ εἰς ἓν τῶν λοιπῶν μελῶν αὐτοῦ, ἀηδίζεται ἑαυτὸν ἢ κόπτει τὸ ἴδιον μέλος, κἂν ποιήσῃ σῆψιν, καὶ οὐ μᾶλλον καθαρίζει, ἀποπλύνει, βάλλει ἐμπλάστρους, κατασφραγίζει, παρέχει ἁγίασμα, εὔχεται, παρακαλεῖ τοὺς ἁγίους εὔξασθαι ὑπὲρ αὐτοῦ, ὥσπερ ἔλεγε καὶ ὁ ἀββᾶς Ζωσιμᾶς, καὶ ἁπλῶς οὐ παραχωρεῖ, οὐκ ἀποστρέφεται τὸ ἴδιον μέλος, οὐδὲ τὴν δυσωδίαν αὐτοῦ, ἀλλὰ πάντα ποιεῖ ἵνα ὑγιάνῃ; οὕτως ὀφείλομεν καὶ ἡμεῖς συμπάσχειν ἀλλήλοις, ἀντιλαμβάνεσθαι δι’ ἑαυτῶν, δι’ ἄλλων δυνατωτέρων, καὶ πάντα ἐπινοεῖν καὶ ποιεῖν εἰς τὸ βοηθῆσαι καὶ ἑαυτοῖς καὶ ἀλλήλοις. Μέλη γάρ ἐσμεν ἀλλήλων, ὡς λέγει ὁ Ἀπόστολος· Εἰ γὰρ πάντες ἓν σῶμά ἐσμεν, ὁ δὲ καθ’ εἷς ἀλλήλων μέλη, καὶ εἴ τι πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη. Τί δοκοῦσιν ὑμῖν εἶναι τὰ κοινόβια;
Οὐ δοκοῦσιν ὑμῖν εἶναι ἓν σῶμα καὶ μέλη ἀλλήλων; Οἱ μὲν διοικοῦντές εἰσιν ἡ κεφαλή· οἱ δὲ προσέχοντες καὶ διορθούμενοι εἰσὶν οἱ ὀφθαλμοί· οἱ διὰ λόγου ὠφελοῦντές εἰσι τὸ στόμα· τὰ δὲ ὦτά εἰσιν οἱ ὑπακούοντες· αἱ χεῖρές εἰσιν οἱ ἐργαζόμενοι· οἱ πόδες εἰσὶν οἱ ἀποκρισιάριοι καὶ οἱ ἔχοντες τὰς διακονίας. Κεφαλὴ εἶ; διοίκησον. Ὀφθαλμὸς εἶ; πρόσχες, κατανόησον. Στόμα εἶ; λάλησον, ὠφέλησον.
Οὖς εἶ; ὑπάκουσον. Χεὶρ εἶ; ἔργασαι. Ποῦς εἶ; διακόνησον. Ἕκαστος ὑπουργήσει εἰς τὸ σῶμα πρὸς τὴν δύναμιν αὐτοῦ, καὶ σπουδάσατε ἀεὶ βοηθεῖν ἀλλήλοις εἴτε διὰ τοῦ διδάξαι καὶ δοῦναι λόγον Θεοῦ εἰς τὴν καρδίαν τοῦ ἀδελφοῦ, εἴτε διὰ τοῦ παρακαλέσαι ἐν καιρῷ θλίψεως ἢ δοῦναι χεῖρα εἰς ἔργον καὶ βοηθῆσαι. Ἕκαστος ἁπλῶς, ὡς εἶπον, πρὸς τὴν δύναμιν αὐτοῦ, σπουδάσατε ἑνωθῆναι ἀλλήλοις· ὅσον γὰρ ἑνοῦταί τις τῷ πλησίον, τοσοῦτον ἑνοῦται τῷ Θεῷ.
Καὶ λέγω ὑμῖν ὑπόδειγμα ἐκ τῶν Πατέρων, ἵνα νοήσητε τὴν δύναμιν τοῦ λόγου. Ὑπόθεσθέ μοι κύκλον εἶναι ἐν τῇ γῇ· οἷον, χάραγμά τί ποτε στρογγύλον ἀπὸ διαβήτου καὶ κέντρου. Κέντρον λέγεται αὐτὸ ἰδικῶς τὸ μεσώτατον τοῦ κύκλου ἕως τοῦ κέντρου. Θέτε τὸν νοῦν ὑμῶν εἰς τὸ λεγόμενον. Τοῦτον τὸν κύκλον νομίσατέ μοι εἶναι τὸν κόσμον, αὐτὸ δὲ τὸ μέσον τοῦ κύκλου τὸν Θεόν, τὰς δὲ εὐθείας τὰς ἀπὸ τοῦ κύκλου ἐπὶ τὸ μέσον τὰς ὁδοὺς ἤτοι τὰς πολιτείας τῶν ἀνθρώπων. Ἐφ’ ὅσον οὖν εἰσέρχονται οἱ ἅγιοι ἐπὶ τὰ ἔσω ἐπιποθοῦντες ἐγγίσαι τῷ Θεῷ κατὰ ἀναλογίαν τῆς εἰσόδου, πλησίον γίνονται τοῦ Θεοῦ καὶ ἀλλήλων· καὶ ὅσον πλησιάζουσι τῷ Θεῷ, πλησιάζουσιν ἀλλήλοις, καὶ ὅσον πλησιάζουσιν ἀλλήλοις, πλησιάζουσι τῷ Θεῷ. Ὁμοίως νοήσατε καὶ τὸν χωρισμόν. Ὅταν γὰρ ἀφιστῶσιν ἑαυτοὺς ἀπὸ τοῦ Θεοῦ καὶ ἀποστρέφωσιν ἐπὶ τὰ ἔξω, δῆλόν ἐστιν ὅτι ὅσον ἐξέρχονται καὶ μακρύνουσιν ἑαυτοὺς ἀπὸ τοῦ Θεοῦ, τοσοῦτον μακρύνονται ἀπ’ ἀλλήλων, καὶ ὅσον μακρύνονται ἀπ’ ἀλλήλων, τοσοῦτον μακρύνονται καὶ ἀπὸ τοῦ Θεοῦ.
Ἰδοὺ τοιαύτη ἐστὶν ἡ φύσις τῆς ἀγάπης. Ἐφ’ ὅσον μέν ἐσμεν ἔξω καὶ οὐκ ἀγαπῶμεν τὸν Θεόν, ἐπὶ τοσοῦτον ἔχομεν διάστασιν ἕκαστος πρὸς τὸν πλησίον· ἐὰν δὲ ἀγαπήσωμεν τὸν Θεόν, ὅσον ἐγγίζομεν τῷ Θεῷ διὰ τῆς εἰς αὐτὸν ἀγάπης, τοσοῦτον ἑνούμεθα τῇ ἀγάπῃ τοῦ πλησίον, καὶ ὅσον ἑνούμεθα τῷ πλησίον, τοσοῦτον ἑνούμεθα τῷ Θεῷ.
Ὁ Θεὸς ἀξιώσει ἡμᾶς ἀκούειν τὰ συμφέροντα ἡμῖν καὶ ποιεῖν αὐτά. Ὅσον γὰρ ἂν φροντίσωμεν καὶ σπουδάσωμεν ἐνεργεῖν ἃ ἀκούομεν, τοσοῦτον καὶ ὁ Θεὸς ἀεὶ φωτίζει ἡμᾶς καὶ διδάσκει τὸ θέλημα αὐτοῦ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.