Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Δωρόθεος Γάζης – Διδασκαλίαι διάφοροι

Δωρόθεος Γάζης

Διδασκαλία Ζ': Η αυτομεμψία

Η ανάληψη της προσωπικής ευθύνης και η αυτομεμψία ως η μοναδική οδός εσωτερικής ειρήνης και κατανόησης των θλίψεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Δωρόθεος Γάζης

—

Κεφάλαιο 7 από 17

Ζʹ. ΠΕΡΙ ΤΟΥ ΕΑΥΤΟΝ ΜΕΜΦΕΣΘΑΙ Ζητήσωμεν, ἀδελφοί, πόθεν ποτὲ μὲν ἀκούει τις ῥῆμα θλιβερὸν καὶ παρέρχεται αὐτὸ ἀταράχως, ὡς μηδὲ ἀκούσας σχεδόν· ποτὲ δὲ ἀκούει καὶ εὐθέως ταράσσεται. Τίς ἐστιν ἡ αἰτία τῆς τοιαύτης διαφορᾶς; Ἆρα δὲ καὶ μίαν ἔχει αἰτίαν τὸ πρᾶγμα τοῦτο ἣ καὶ πολλάς; Ἐγὼ βλέπω ὅτι πολλὰς μὲν ἔχει αἰτίας· μία δέ ἐστιν ἡ γεννῶσα, ὡς ἂν εἴποι τις, ὅλας τὰς λοιπὰς αἰτίας· καὶ λέγω πῶς·

Πρῶτον μὲν συμβαίνει τινὰ εὑρεθῆναι ἀπὸ εὐχῆς ἢ ἀπὸ καλοῦ καθίσματος, καὶ εὑρίσκεται, ὡς ἂν εἴποι τις, ἐν καλῇ καταστάσει, καὶ βαστάζει τὸν ἀδελφὸν αὐτοῦ καὶ παρέρχεται ἀταράχως. Πάλιν δὲ συμβαίνει ὅτι εὑρίσκεταί τις ἔχων προσπάθειαν πρός τινα, καὶ διὰ τοῦτο ἀθλίπτως βαστάζει τὰ παρ’ αὐτοῦ ἐπιφερόμενα αὐτῷ. Ἔστι πάλιν ὅτι καταφρονεῖ τις τὸν θέλοντα αὐτὸν θλίψαι, καὶ ὡς εὐτελίζων τὰ παρ’ αὐτοῦ καὶ μηδὲ προσέχων αὐτῷ ὡς ἀνθρώπῳ, μηδὲ ποιούμενος αὐτοῦ λόγον ἐπὶ τοῖς παρ’ αὐτοῦ λεγομένοις ἢ γινομένοις.

Καὶ λέγω ὑμῖν τι τοιοῦτον, ἵνα θαυμάσητε· Ἦν τις ἀδελφὸς ἐν τῷ κοινοβίῳ πρὸ τοῦ με ἀναχωρῆσαι ἐκεῖθεν, καὶ ἔβλεπον αὐτὸν μηδέποτε ταρασσόμενον ἢ θλιβόμενον πρός τινα· καίτοιγε διαφόρως εἶδον πολλοὺς τῶν ἀδελφῶν ὑβρίζοντας καὶ σιαίνοντας αὐτόν· οὕτως δὲ ἔφερεν ὁ νεώτερος ἐκεῖνος τὰ παρ’ ἑκάστου αὐτῶν, ὡς μηδενὸς παντελῶς ὀχλοῦντος αὐτῷ. Ἐγὼ οὖν ἐθαύμαζον ἀεὶ τὴν ὑπερβολὴν τῆς ἀνεξικακίας αὐτοῦ καὶ ἐπεθύμουν μαθεῖν πόθεν ἐκτήσατο τὴν ἀρετὴν ταύτην· καὶ λαμβάνω αὐτὸν ἅπαξ παρὰ μίαν καὶ βάλλω αὐτῷ μετάνοιαν, παρακαλῶν εἰπεῖν μοι ποῖον ἀεὶ λογισμὸν ἔχει ἐν τῇ καρδίᾳ αὐτοῦ εἴτε ὑβριζόμενος εἴτε οἱονδήποτε ἐπαχθὲς πάσχων ὑπό τινος, ὅτι τοιαύτην ἐνδείκνυται μακροθυμίαν. Ὁ δὲ ἀποκρίνεται φύσει μετὰ ἀπονοίας καὶ λέγει μοι· Ἀλλ’ ἐγὼ ἔχω προσέχειν τοῖς τέλμασι τούτοις καὶ δέξασθαι τὰ παρ’ αὐτῶν, ὡς παρ’ ἀνθρώπων ὡραῖοι κύνες. Ἀκούσας ἐγὼ τοῦτο ἔβαλον κάτω τὰ ὦτά μου καὶ λέγω ἐμαυτῷ· Εὗρε τὴν ὁδὸν ὁ ἀδελφὸς οὗτος· καὶ σφραγίσας ἐμαυτὸν ἀπῆλθον εὐχόμενος ἵνα ὁ Θεὸς καὶ ἐμὲ καὶ αὐτὸν σκεπάσῃ.

Ὥστε συμβαίνει, ὡς εἶπον, καὶ ἀπὸ καταφρονήσεως μὴ ταραχθῆναί τινα. Τοῦτο δὲ προφανής ἐστιν ἀπώλεια. Τὸ δὲ ταραχθῆναί τινα πρὸς ἀδελφὸν θλίβοντα αὐτὸν συμβαίνει ἢ ἐκ τοῦ μὴ εὑρεθῆναι κατ’ ἐκείνην τὴν ὥραν ἐν καλῇ καταστάσει, ἢ ἐκ τοῦ ἔχειν ἀηδίαν τινὰ πρὸς αὐτόν.

Εἰσὶ δὲ καὶ ἄλλα πολλὰ αἴτια τούτου, ἅπερ διαφόρως εἴρηται. Τὸ δὲ αἴτιον πάσης ταραχῆς ἐστιν, ἐὰν μετὰ ἀκριβείας ζητήσωμεν, τὸ μὴ μέμφεσθαι ἑαυτούς· ἐκεῖθεν ἔχομεν ὅλην τὴν συντριβὴν ταύτην, ἐκεῖθεν οὐδέποτε εὑρίσκομεν ἀνάπαυσιν. Οὐκ ἔστι γὰρ θαυμάσαι ὅτι ἀκούομεν παρὰ πάντων τῶν ἁγίων μὴ εἶναι ἄλλην ὁδὸν πλὴν ταύτης· καὶ βλέπομεν ὅτι οὐδεὶς ὥδευσέ ποτε ἄλλην ὁδὸν καὶ εὗρεν ἀνάπαυσιν· καὶ προσδοκῶμεν ἡμεῖς ἀναπαύεσθαι ἢ ὅλως ὁδὸν εὐθεῖαν κρατεῖν, μηδέποτε ἀνεχόμενοι ἑαυτοὺς μέμφεσθαι;

Ὄντως ἐὰν ποιήσῃ ἄνθρωπος μυρίας πολιτείας, μὴ κρατήσῃ δὲ τὴν ὁδὸν ταύτην, οὐ μὴ παύσεταί ποτε θλίβων καὶ θλιβόμενος καὶ ἀπόλλων ὅλους τοὺς κόπους αὐτοῦ. Ποίαν δὲ χαράν, ποίαν ἀνάπαυσιν οὐκ ἔχει, ὅπου δ’ ἂν ἀπέλθῃ, ὥσπερ εἶπε καὶ ὁ ἀββᾶς Ποιμήν, ὁ ἑαυτὸν μεμφόμενος;

Εἴ τι γὰρ συμβῇ αὐτῷ εἴτε ζημία εἴτε ἀτιμία εἴτε οἱαδήποτε θλίψις, προλαβὼν ἔχει ἑαυτὸν ἄξιον καὶ οὐδέποτε ταράσσεται. Ἔστι τούτου τί ποτε ἀμεριμνότερον; Ἀλλὰ λέγει τις· Καὶ ἐὰν θλίβῃ με ὁ ἀδελφός, καὶ ἐρευνήσω ἐμαυτὸν καὶ εὕρω ὅτι οὐκ ἔδωκα αὐτῷ οἱανδήποτε πρόφασιν, πῶς δύναμαι μέμψασθαι ἐμαυτόν; Ὄντως ἐὰν ἐρευνήσῃ τις ἑαυτὸν μετὰ φόβου Θεοῦ, εὑρίσκει ὅτι πάντως ἔδωκεν αἰτίαν εἴτε ἔργῳ εἴτε λόγῳ εἴτε σχήματι. Εἰ δὲ καὶ βλέπει ἑαυτόν, ὡς λέγει, ὅτι ἐν οὐδενὶ τούτων ἔδωκεν ὅλως αἰτίαν πρὸς τὸ παρόν, εἰκότως ἄλλοτε ἔθλιψεν αὐτὸν ἢ εἰς αὐτὸ τὸ πρᾶγμα ἢ εἰς ἄλλο, ἢ ἄλλον ἀδελφὸν ἔθλιψεν καὶ ἐχρεώστει διὰ τοῦτο παθεῖν, ἢ πολλάκις καὶ δι’ ἄλλην ἁμαρτίαν· ὥστε ἐάν, ὡς εἶπον, μετὰ φόβου Θεοῦ ἐρευνήσει τις ἑαυτὸν καὶ ψηλαφήσει τὴν ἰδίαν συνείδησιν ἀκριβῶς, εὑρίσκει ἑαυτὸν πάντως αἴτιον.

Πάλιν ἔστιν ὅτε βλέπει τις ἑαυτὸν ὡς μετὰ εἰρήνης καὶ ἡσυχίας καθεζόμενον, καὶ ὅτε εἴπῃ αὐτῷ ἀδελφὸς τὸ ῥῆμα τὸ λυποῦν αὐτόν, ταράσσεται, καὶ ὡς ἐκ τούτου νομίζει εὐλόγως θλίβεσθαι, κατ’ αὐτοῦ λέγων ὅτι· Εἰ μὴ ἦλθε καὶ ἐλάλησέ μοι καὶ ἐτάραξέ με, οὐκ εἶχον ἁμαρτῆσαι. Καὶ τοῦτο χλεύη ἐστὶ καὶ τοῦτο παραλογισμός ἐστι. Μὴ γὰρ ὁ εἰπὼν αὐτῷ τὸ ῥῆμα ἐνέβαλεν αὐτῷ τὸ πάθος; Τὸ πάθος τὸ ἐν αὐτῷ ἔδειξεν αὐτῷ, ἵνα ἐὰν θέλῃ, μετανοήσει ὑπὲρ αὐτοῦ.

Οὗτος γὰρ ἔοικε σιλιγνίῳ καθαρῷ, ἔξωθεν λαμπούθιόν τι· καὶ ὅταν κλάσει αὐτό τις, τότε φαίνεται ὁ βόρβορος αὐτοῦ. Οὕτως καὶ αὐτὸς ἐκάθητο μετ’ εἰρήνης, ὡς ἐνόμιζεν, εἶχε δὲ ἔσωθεν αὑτοῦ τὸ πάθος καὶ οὐκ ᾔδει. Ἓν ῥῆμα εἶπεν αὐτῷ ὁ ἀδελφὸς αὐτοῦ καὶ ἐξέβαλε τὸν βόρβορον τὸν κεκρυμμένον ἔσω. Ἐὰν οὖν θέλῃ ἐλεηθῆναι, μετανοήσῃ, καθαρίσῃ, προκόψῃ, καὶ βλέπει ὅτι μᾶλλον εὐχαριστῆσαι ὀφείλει τῷ ἀδελφῶ ὡς αἰτίῳ γινομένῳ αὐτῷ τοιαύτης ὠφελείας.

Οὐκ ἔτι γὰρ ὁμοίως βαροῦσιν αὐτὸν οἱ πειρασμοί, ἀλλ’ ὅσον προκόπτει, τοσοῦτον εὑρίσκονται αὐτῷ ἐλαφρότεροι. Ὅσον γὰρ προκόπτει ἡ ψυχή, γίνεται ἰσχυρὰ καὶ ἔχουσα δύναμιν βαστάσαι τὰ ἐπερχόμενα. Ὥσπερ ἐάν ἐστι ζῶον ἰσχυρόν, καὶ φορτώσει τις αὐτὸ γομάριν μέγα, μετὰ ἀναπαύσεως βαστάζει· εἰ δὲ καὶ συμβῇ αὐτῷ προσκόψαι, εὐθέως ἐγείρεται καὶ σχεδὸν οὐδὲ αἰσθάνεται ὅτι προσέκοψεν· ἐὰν δέ ἐστι ζῶον ταλαίπωρον, καὶ τὸ εἴτι δήποτε βαρεῖ αὐτό· εἰ δὲ καὶ πέσῃ, δέεται πολλῆς βοηθείας εἰς τὸ ἐγεῖραι αὐτό· οὕτως ἐστὶ καὶ τὸ τῆς ψυχῆς· ὅσον ἐνεργεῖ τὴν ἁμαρτίαν, ταλαιπωρεῖ ἐξ αὐτῆς. Ἡ γὰρ ἁμαρτία ταλαιπωροποιός ἐστι καὶ σαθροῖ τὸν ἔχοντα αὐτήν, λοιπὸν εἴ τι δήποτε ἐὰν συμβῇ, βαρεῖ αὐτόν· ἐὰν δὲ προκόψῃ ἄνθρωπος, γίνονται αὐτῷ κατὰ πρόσβασιν ἐλαφρότερα ἐκεῖνα τά ποτε βαροῦντα αὐτόν· ὥστε πάνυ ἡμᾶς εὐεργετεῖ καὶ εἰς πολλὴν ἀνάπαυσιν καὶ προκοπὴν φέρει τὸ ἑαυτοὺς καὶ μηδένα ἄλλον ἐν τοῖς συμβαίνουσιν αἰτιᾶσθαι. Καὶ μάλιστα ὅτι οὐδὲν ἐγχωρεῖ ἄνευ τῆς προνοίας τοῦ Θεοῦ γενέσθαι ἡμῖν.

Οὐκοῦν κἂν λέγει τις ὅτι· Πῶς οὐ δύναμαι θλιβῆναι, ἐὰν χρῄζω πράγματος καὶ οὐ λαμβάνω; ἰδοὺ γὰρ χρῄζω αὐτοῦ κατὰ τὸ ἀναγκαῖον. Οὐδὲ οὕτως ἔχει λόγον τὸ μέμψασθαι αὐτόν τινα ἢ θλιβῆναι κατά τινος· ἀλλὰ ἐὰν τῷ ὄντι χρῄζῃ πράγματος, ὡς λέγει, καὶ οὐ λαμβάνει, ὀφείλει λέγειν ὅτι· Ὁ Χριστὸς οἶδε πλέον μου εἰ ὀφείλω ἀναπαῆναι, καὶ αὐτὸς γίνεταί μοι ἀντὶ τοῦδε τοῦ πράγματος ἢ ἀντὶ τοῦδε τοῦ βρώματος. Οἱ υἱοὶ Ἰσραὴλ ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη· καὶ ἓν μὲν εἶδος ἦν τὸ μάννα, ἑκάστῳ δὲ ἐγίνετο καθὼς ἔχρῃζε· τῷ χρῄζοντι ἁλμυροῦ ἐγίνετο ἁλμυρόν· τῷ χρῄζοντι γλυκέος ἐγίνετο γλυκύ· καὶ ἑκάστῳ ἁπλῶς οὕτως ἐγίνετο ἁρμόζον πρὸς τὴν κρᾶσιν αὐτοῦ. Οὕτως οὖν ἐὰν χρῄζῃ τις ὠοῦ, καὶ οὐ λαμβάνῃ εἰ μὴ λάχανον, εἴπῃ τῷ λογισμῷ αὐτοῦ ὅτι· Εἰ συνέφερέ μοι, εἶχε πάντως πέμψαι μοι αὐτὸ ὁ Θεός· πλὴν δύναται καὶ αὐτὸ τὸ λάχανον ποιῆσαί μοι ὡς ὠόν· καὶ πιστεύω τῷ Θεῷ ὅτι γίνεται αὐτῷ εἰς μαρτύριον. Καὶ γὰρ μετὰ ἀληθείας ἐάν ἐστί τις ἄξιος τοῦ ἀναπαῆναι, καρδίαν Σαρακηνῶν πληροφορεῖ ὁ Θεὸς ποιῆσαι μετ’ αὐτοῦ ἔλεος κατὰ τὴν χρείαν αὐτοῦ· ἐὰν δὲ οὐκ ἔστιν ἄξιος τοῦ ἀναπαῆναι ἢ οὐ συμφέρει αὐτῷ, καινὸν οὐρανὸν καὶ καινὴν γῆν ἐὰν ποιήσῃ, οὐχ εὑρίσκει ἀνάπαυσιν· ἀμέλει, ποτὲ μὲν εὑρίσκει τις καὶ ὑπὲρ τὴν χρείαν αὐτοῦ, ποτὲ δὲ οὐδὲ τὴν χρείαν.

Ἐπειδὴ ὁ Θεὸς ὡς ἐλεήμων ἑκάστῳ παρέχει τὴν χρείαν αὐτοῦ, ἔστι δὲ ὅτε οἰκονομεῖ τινα καὶ ὑπὲρ τὴν χρείαν, δεικνύων αὐτῷ τὴν ὑπερβολὴν τῆς φιλανθρωπίας αὐτοῦ καὶ διδάσκων αὐτὸν τὴν εὐχαριστίαν. Ὅταν δὲ οὐ παρέχει αὐτῷ τὴν χρείαν αὐτοῦ, ποιεῖ διὰ τοῦ λόγου αὐτοῦ τὴν ἐνέργειαν τοῦ πράγματος οὗ χρῄζει, καὶ διδάσκει αὐτὸν τὴν ὑπομονήν· ὥστε εἰς πάντα ἄνω ὀφείλομεν προσέχειν κἂν καλῶς πάθωμεν παρά τινος, ἄνω προσέχειν κἂν κακῶς πάθωμεν, ἄνω προσέχειν καὶ εὐχαριστεῖν ἐπὶ τοῖς συμβαίνουσι, βαστάζοντες ἀεὶ τὴν μέμψιν ἑαυτῶν καὶ λέγοντες καθὼς εἶπον οἱ Πατέρες· Εἰ μὲν καλὸν τί ποτε συμβῇ, ὅτι οἰκονομία ἐστὶ τοῦ Θεοῦ· εἰ δὲ κακόν, ὅτι διὰ τὰς ἁμαρτίας ἡμῶν.

Ἐν ἀληθείᾳ γὰρ πᾶν ὃ ἐὰν πάθωμεν, ἐκ τῶν ἁμαρτιῶν ἡμῶν πάσχομεν. Οἱ γὰρ ἅγιοι κἂν πάσχουσιν, ὑπὲρ τοῦ ὀνόματος τοῦ Θεοῦ πάσχουσιν ἢ διὰ τὸ ἀναδειχθῆναι τὴν ἀρετὴν αὐτῶν εἰς πολλῶν ὠφέλειαν ἢ διὰ τὸ πληθυνθῆναι παρὰ τοῦ Θεοῦ μισθὸν αὐτῶν. Περὶ ἡμῶν δὲ τῶν ἀθλίων πῶς δυνάμεθα εἰπεῖν τοῦτο; καθ’ ἑκάστην οὕτως ἁμαρτάνοντες καὶ ἐκδικοῦντες τὰ πάθη ἡμῶν ἀφήκαμεν τὴν εὐθεῖαν ὁδὸν ἣν εἶπον οἱ Πατέρες, τὸ μέμφεσθαι ἑαυτούς· καὶ ὁδεύομεν τὴν στρεβλὴν ὁδὸν μεμφόμενοι τὸν πλησίον, καὶ ἕκαστος ἡμῶν σπουδάζει ἐν παντὶ πράγματι βαλεῖν τὴν αἰτίαν κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ῥίψαι κατ’ αὐτοῦ τὸ βάρος. Ἕκαστος ἀμελεῖ καὶ οὐδὲν φυλάττει, καὶ τὸν πλησίον ἀπαιτοῦμεν τὰς ἐντολάς.

Ἦλθον ἐγγύς μού ποτε δύο ἀδελφοὶ θλιβόμενοι πρὸς ἀλλήλους· καὶ ἔλεγεν ὁ μείζων περὶ τοῦ μικροτέρου ὅτι· Ἐπιτάσσω αὐτῷ πρᾶγμα, καὶ θλίβεται καὶ θλίβομαι κἀγὼ ἐνθυμούμενος ὅτι εἰ εἶχε πίστιν καὶ ἀγάπην πρός με, ἐδέχετο ἂν τὰ παρ’ ἐμοῦ μετὰ πληροφορίας. Ἔλεγε δὲ καὶ ὁ μικρότερος·

Συγχώρησον, κῦρι, ὅτι τάχα οὐ λέγει μοι μετὰ φόβου Θεοῦ, ἀλλ’ ὡς θέλων κελεῦσαί μοι, καὶ νομίζω ὅτι διὰ τοῦτο οὐ πληροφορεῖται ἡ καρδία μου, ὡς λέγουσιν οἱ Πατέρες. Θέτε τὸν νοῦν ὑμῶν πῶς οἱ δύο ἀλλήλους ἐμέμψαντο, καὶ οὐδεὶς αὐτῶν ἐμέμψατο ἑαυτόν. Ἄλλοι δύο θλιβέντες πάλιν πρὸς ἀλλήλους καὶ βάλλοντες ἀλλήλοις μετάνοιαν ἔμειναν ἀπληροφόρητοι· καὶ ὁ μὲν εἷς ἔλεγεν ὅτι· Οὐκ ἀπὸ καρδίας ἔβαλέ μοι μετάνοιαν, καὶ διὰ τοῦτο οὐκ ἐπληροφορήθην· οὕτως γὰρ εἶπον οἱ Πατέρες. Ὁ δὲ ἄλλος ἔλεγεν ὅτι· Ἐπειδὴ οὐκ ἦν κατηρτισμένος εἰς ἀγάπην πρὸς ἐμὲ πρὶν ἐγὼ μετανοήσω αὐτῷ, διὰ τοῦτο οὐδὲ ἐγὼ ἐπληροφορήθην.

Βλέπεις χλεύην, κῦρι; βλέπεις διαστροφὴν λογισμοῦ; Ὁ Θεὸς οἶδεν, ἐκπλήττομαι ὅτι καὶ τὰς χρήσεις τὰς τῶν Πατέρων λαμβάνομεν πρὸς τὰ θελήματα ἡμῶν τὰ πονηρὰ καὶ ἀπώλειαν τῶν ψυχῶν ἡμῶν. Δέον ἕκαστον αὐτῶν βαλεῖν ἐπάνω αὑτοῦ τὴν μέμψιν, καὶ τὸν μὲν εἰπεῖν ὅτι· Οὐκ ἀπὸ καρδίας ἔβαλον μετάνοιαν τῷ ἀδελφῷ μου, καὶ διὰ τοῦτο οὐκ ἐπληροφόρησεν αὐτὸν ὁ Θεός· τὸν δὲ ἄλλον εἰπεῖν ὅτι· Ἐγὼ οὐκ ἤμην κατηρτισμένος ἐν ἀγάπῃ πρὸς τὸν ἀδελφόν μου πρὸ τοῦ αὐτὸν μετανοῆσαί μοι, καὶ διὰ τοῦτο οὐκ ἐπληροφόρησεν αὐτὸν ὁ Θεός. Ὁμοίως ἔδει καὶ τοὺς ἄλλους ποιῆσαι, τοὺς πρὸ τούτων· ὁ γὰρ πρῶτος ὤφειλεν εἰπεῖν ὅτι· Ἐγὼ μετὰ αὐθαδείας λαλῶ, καὶ διὰ τοῦτο οὐ πληροφορεῖ ὁ Θεὸς τὸν ἀδελφόν μου. Καὶ ὁ ἄλλος ὤφειλε λογίσασθαι ὅτι· Ὁ ἀδελφός μου μετὰ ταπεινώσεως καὶ ἀγάπης ἐπιτάσσει μοι, ἀλλ’ ἐγώ εἰμι ἀνυπότακτος καὶ ὁ μὴ ἔχων φόβον Θεοῦ. Ἀλλ’ οὐδεὶς αὐτῶν εὗρε τὴν ὁδὸν καὶ ἐμέμψατο ἑαυτόν· ἀλλ’ ἕκαστος τὸν πλησίον αὐτοῦ ἐβάρησεν.

Ἴδε, διὰ τοῦτο οὐχ εὑρίσκομεν προκόψαι, διὰ τοῦτο οὐχ εὑρίσκομεν ὠφεληθῆναι εἰς τί ποτε, ἀλλὰ μένομεν ὅλον τὸν χρόνον ἡμῶν σηπόμενοι ἐκ τῶν λογισμῶν ἡμῶν κατ’ ἀλλήλων καὶ συντρίβοντες ἑαυτούς. Ἐπειδὴ ἕκαστος ἑαυτὸν δικαιοῖ· ἕκαστος ἀφίησιν ἑαυτόν, ὡς προεῖπον, μηδὲν φυλάττοντα, καὶ ἐκ τοῦ πλησίον ἀπαιτοῦμεν τὰς ἐντολάς. Διὰ τοῦτο οὔτε συνετιζόμεθα εἰς τὸ ἀγαθόν, ὅτι μικρόν τί ποτε ἐὰν φωτισθῶμεν, εὐθέως ἐκ τοῦ πλησίον ἀπαιτοῦμεν αὐτό, μεμφόμενοι αὐτὸν καὶ λέγοντες ὅτι·

Ὀφείλει τόδε ποιῆσαι, καὶ διὰ τί τοιῶσδε οὐκ ἐποίησε; Διὰ τί μὴ μᾶλλον ἑαυτοὺς ἀπαιτοῦμεν τὰς ἐντολὰς καὶ ἑαυτοὺς μεμφόμεθα ὡς μὴ φυλάττοντες; Ποῦ ὁ γέρων ἐκεῖνος ὁ ἐρωτηθείς· Τί πλέον εὗρες ἐν τῇ ὁδῷ ταύτῃ, Πάτερ; καὶ ἀποκριθεὶς καὶ εἰπὼν τὸ Ἐν παντὶ ἑαυτὸν μέμφεσθαι, ὅπερ καὶ ὁ ἐρωτήσας ἐπῄνεσε.

Καὶ λέγει αὐτῷ· Ἄλλη ὁδὸς οὐκ ἔστι πλὴν ταύτης. Ὁμοίως καὶ ὁ ἀββᾶς Ποιμὴν εἶπεν μετὰ στεναγμοῦ ὅτι· Πᾶσαι αἱ ἀρεταὶ εἰς τὸν οἶκον τοῦτον εἰσῆλθον παρὰ μίαν ἀρετήν, καὶ ἐκτὸς αὐτῆς κόπῳ ἵσταται ὁ ἄνθρωπος· καὶ ἠρώτησαν αὐτὸν ποία ἐστὶν αὕτη, καὶ λέγει· Ἵνα ὁ ἄνθρωπος μέμψηται ἑαυτόν. Εἶπε δὲ καὶ ὁ ἅγιος Ἀντώνιος ὅτι αὕτη ἐστὶν ἡ μεγάλη ἐργασία τοῦ ἀνθρώπου, ἵνα τὸ σφάλμα αὐτοῦ ἐπάνω αὐτοῦ βάλῃ ἐνώπιον τοῦ Θεοῦ καὶ προσδοκήσῃ πειρασμὸν ἕως ἐσχάτης ἀναπνοῆς. Καὶ πανταχοῦ εὑρίσκομεν ὅτι οἱ Πατέρες τοῦτο φυλάξαντες καὶ ἀνάγοντες πάντα ἐπὶ τὸν Θεὸν ἕως καὶ τῶν λεπτῶν ἀνεπάησαν.

Οἷος ἦν ὁ ἅγιος γέρων ἐκεῖνος ὅτε ἠσθένησε, καὶ ἔβαλεν ὁ ἀδελφὸς εἰς τὸ βρῶμα αὐτοῦ ἀντὶ τοῦ μέλιτος τὸ ἔλαιον τὸ ἀπὸ τοῦ λινοσπέρμου· ἔστι δὲ πανολέθριον· καὶ ὅμως ὁ γέρων οὐδὲν εἶπεν, ἀλλὰ ἔφαγε σιωπῶν τὸ πρῶτον λακέντην καὶ τὸ δεύτερον τὰ ποιήσαντα τὴν χρείαν αὐτοῦ, μὴ μεμψάμενος τὸν ἀδελφὸν ἐν ἑαυτῷ, λέγων ὅτι κατεφρόνησεν. Καὶ οὐ μόνον τοῦτο οὐκ εἶπεν, ἀλλ’ οὐδὲ λόγῳ ἐλύπησεν αὐτόν. Ὅτε δὲ ἔμαθεν ὁ ἀδελφὸς τὸ τί ἐποίησε, ἤρξατο θλίβεσθαι λέγων· Ἐφόνευσά σε, ἀββᾶ, καὶ σὺ τὴν ἁμαρτίαν ἔθηκας ἐπ’ ἐμέ, ὅτι ἐσιώπησας. Πῶς μετὰ πραότητος ἀπεκρίθη αὐτῷ λέγων· Μὴ θλιβῇς, τέκνον· εἰ ἤθελέ με ὁ Θεὸς φαγεῖν μέλι, μέλι εἶχες βαλεῖν· καὶ εὐθὺς ἀνήγαγε τὸ πρᾶγμα ἐπὶ τὸν Θεόν. Τί ἔχει πρᾶγμα ὁ Θεός, καλόγηρε; ὁ ἀδελφὸς ἐσφάλη καὶ λέγεις· Εἰ ἤθελεν ὁ Θεός· τί πρὸς τὸ πρᾶγμα; Καὶ λέγει· Ναί· εἰ ἤθελεν ὁ Θεὸς ἵνα μέλι φάγω, μέλι εἶχε βαλεῖν ὁ ἀδελφός. Καὶ τοῦτο, ὅτι τοσαύτην ἀσθένειαν εἶχεν ὁ γέρων, τοσαύτας ἡμέρας μὴ δυνάμενος δέξασθαι τροφήν, καὶ ὅμως οὐκ ἐθλίβη πρὸς τὸν ἀδελφόν, ἀλλ’ ἀνήγαγε τὸ πρᾶγμα ἐπὶ τὸν Θεὸν καὶ ἀνεπάη· καὶ καλῶς ἔλεγεν ὁ γέρων· ᾔδει γὰρ ὅτι εἰ ἤθελεν αὐτὸν ὁ Θεὸς ἵνα μέλι φάγῃ, καὶ τὸ ὀζόμενον ἔλαιον μετέτρεπεν εἰς μέλι.

Ἡμεῖς δὲ ἐν ἑκάστῳ πράγματι κατὰ τοῦ πλησίον ἐρχόμεθα ἐγκαλοῦντες, μεμφόμενοι ὡς καταφρονοῦντα καὶ παρὰ συνείδησιν ποιοῦντα· κἂν ῥῆμα ἀκούσωμεν, εὐθέως διαστρέφομεν αὐτὸ λέγοντες· Εἰ μὴ ἤθελε πλῆξαί με, οὐκ ἔλεγε. Ποῦ ὁ ἅγιος ἐκεῖνος ὁ εἰπὼν περὶ τοῦ Σεμεεί·

Ἄφετε αὐτὸν καταράσασθαι, ὅτι Κύριος εἶπεν αὐτῷ καταράσασθαι τὸν Δαβίδ; Ἀνδρὶ φονεῖ ἐλάλει ὁ Θεὸς ἵνα καταράσηται τὸν Προφήτην. Πῶς οὖν ὁ Θεὸς εἶπεν αὐτῷ; Ἀλλὰ ὁ Προφήτης, ὡς ἔχων γνῶσιν καὶ εἰδὼς ὅτι οὐδὲν οὕτως τὸ ἔλεος τοῦ Θεοῦ ἐπὶ τὴν ψυχὴν φέρει ὡς οἱ πειρασμοί, καὶ μάλιστα ἐν καιρῷ θλίψεως καὶ περιστάσεως προστιθέμενοι, ἔλεγεν· Ἄφετε αὐτὸν καταράσασθαι τὸν Δαβίδ, ὅτι Κύριος εἶπεν αὐτῷ. Διὰ τί; Εἴ πως ἴδοι Κύριος τὴν ταπείνωσίν μου καὶ ἐπιστρέψει μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ. Ὁρᾷς πῶς ἐν γνώσει ἐποίει ὁ προφήτης; Ὅθεν καὶ διεπονεῖτο πρὸς τοὺς θέλοντας ἀμύνασθαι τὸν καταρώμενον λέγων· Τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρούϊας. Ἄφετε αὐτὸν καταρᾶσθαι, ὅτι Κύριος εἶπεν αὐτῷ.

Ἡμεῖς δὲ οὐκ ἀνεχόμεθα εἰπεῖν περὶ ἀδελφοῦ ἡμῶν ὅτι· Κύριος εἶπεν αὐτῷ· ἀλλ’ ἐὰν ἀκούσωμεν ῥῆμα, εὐθέως τὸ τοῦ κυνὸς πάσχομεν. Ῥίπτει τις κατ’ αὐτοῦ λίθον, καὶ ἀφίει τὸν ῥίψαντα καὶ ἀπέρχεται δάκνει τὸν λίθον.

Οὕτως καὶ ἡμεῖς ποιοῦμεν, ἀφίεμεν τὸν Θεὸν τὸν συγχωροῦντα ἐπενεχθῆναι ἡμῖν τὰς ἐπιφορὰς πρὸς κάθαρσιν τῶν ἁμαρτιῶν ἡμῶν, καὶ χωροῦμεν κατὰ τοῦ πλησίον λέγοντες· Διὰ τί εἶπέ μοι; καὶ διὰ τί ἐποίησέ μοι; Καὶ δυνάμενοι ἐκ τῶν τοιούτων μεγάλως ὠφεληθῆναι, τὸ ἐναντίον ἐπιβουλεύομεν ἑαυτοῖς, ἀγνοοῦντες ὅτι πάντα προνοίᾳ Θεοῦ γίνεται πρὸς τὸ συμφέρον ἑκάστῳ. Ὁ Θεὸς συνετήσῃ ἡμᾶς εὐχαῖς ἁγίων. Ἀμήν.