Ἔργον
Δωρόθεος Γάζης – Διδασκαλίαι διάφοροι
Διδασκαλία Η': Η μνησικακία
Τα στάδια ανάπτυξης της οργής και της μνησικακίας, και η θεραπεία τους μέσω της έγκαιρης αποκοπής των παθών και της προσευχής υπέρ των αδελφών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Διδασκαλία Η': Η μνησικακία
Τα στάδια ανάπτυξης της οργής και της μνησικακίας, και η θεραπεία τους μέσω της έγκαιρης αποκοπής των παθών και της προσευχής υπέρ των αδελφών.
Ηʹ. ΠΕΡΙ ΜΝΗΣΙΚΑΚΙΑΣ Ὁ Εὐάγριος εἶπεν ὅτι· Ξένον μοναχοῖς τὸ ὀργίζεσθαι, ὁμοίως καὶ τὸ λυπεῖν τινα. Καὶ πάλιν· Εἴ τις θυμοῦ κεκράτηκεν, οὗτος δαιμόνων κεκράτηκεν· εἰ δέ τις τῷ πάθει τούτῳ ἥττηται, παντάπασι τοῦ μοναδικοῦ βίου ἐστὶν ἀλλότριος, καὶ τὰ ἑξῆς. Τί οὖν ὀφείλομεν ἡμεῖς εἰπεῖν περὶ ἑαυτῶν, μηδὲ μέχρι θυμοῦ καὶ ὀργῆς ἱσταμένων, ἀλλὰ καὶ εἰς μνησικακίαν ἑαυτοὺς ἔσθ’ ὅτε συνελαυνόντων; Τί ἄλλο, εἰ μὴ πενθῆσαι τὴν τοιαύτην ἡμῶν ἐλεεινὴν καὶ ἀπάνθρωπον κατάστασιν; Νήψωμεν οὖν, ἀδελφοί, καὶ βοηθήσωμεν ἑαυτοῖς μετὰ Θεόν, ἵνα ῥυσθῶμεν ἀπὸ τῆς πικρίας τούτου τοῦ ὀλεθρίου πάθους.
Ἔστι γὰρ ὅτε βάλλει τις μετάνοιαν τῷ ἀδελφῷ αὐτοῦ, ταραχῆς, ὡς εἰκός, ἢ θλίψεως μεταξὺ αὐτῶν ἐμπεσούσης, καὶ μένει καὶ μετὰ τὴν μετάνοιαν λυπούμενος καὶ ἔχων λογισμοὺς κατ’ αὐτοῦ. Οὐκ ὀφείλει ὁ τοιοῦτος καταφρονῆσαι, ἀλλὰ κόψαι αὐτοὺς ταχέως. Μνησικακία γάρ ἐστι, καὶ χρεία νήψεως πολλῆς, ὡς εἶπον, χρεία μετανοίας, χρεία ἀγῶνος, ἵνα μὴ χρονίσῃ ἐν τούτοις καὶ κινδυνεύσῃ. Βαλὼν γὰρ μετάνοιαν ὡς διὰ τὴν ἐντολὴν ἔβαλε, καὶ τὴν μὲν ὀργὴν πρὸς τὸ παρὸν ἐθεράπευσε, πρὸς δὲ τὴν μνησικακίαν οὔπω ἠγωνίσατο· καὶ διὰ τοῦτο ἔμεινεν ἔχων τὴν λύπην κατὰ τοῦ ἀδελφοῦ. Ἄλλο γάρ ἐστι μνησικακία καὶ ἄλλο ὀργὴ καὶ ἄλλο θυμὸς καὶ ἄλλο ταραχή.
Καὶ λέγω ὑμῖν ὑπόδειγμα, ἵνα νοήσητε. Ὁ ἀνάπτων ἱστίαν πρῶτον μὲν ἔχει μικρὰν ἀνθρακιάν, ὅπερ ἐστὶ ῥῆμα ἀδελφοῦ θλίψαντος· ἰδοὺ ἀκμὴν μικρὰ ἀνθρακιά ἐστι· τί γάρ ἐστι τὸ ῥῆμα τοῦ ἀδελφοῦ σου; Ἐὰν βαστάσῃς αὐτό, ἔσβεσας τὴν ἀνθρακιάν. Εἰ δὲ μείνῃς λογιζόμενος ὅτι· Διὰ τί εἶπέ μοι; καὶ ἔχω εἰπεῖν αὐτῷ· καὶ εἰ μὴ ἤθελε θλίψαι με, οὐκ ἔλεγε· καὶ πίστευσον ἔχω κἀγὼ θλίψαι αὐτόν.
Ἰδοὺ ἔβαλες μικρὰ ξυλάρια ἢ εἴ τι δήποτε, ὥσπερ ὁ ἀνάπτων, καὶ ἐποίησας καπνόν, ὅπερ ἐστὶν ἡ ταραχή. Ταραχὴ δέ ἐστιν αὕτη ἡ κίνησις καὶ συμβολὴ τῶν λογισμῶν, ἥτις διεγείρει καὶ θρασύνει τὴν καρδίαν. Θρασύτης δέ ἐστιν ἡ ἀνταποδοτικὴ ἔγερσις κατὰ τοῦ λυπήσαντος, ἥτις καὶ τολμηρία γίνεται, ὡς εἶπεν ὁ ἀββᾶς Μάρκος· Κακία ἐν λογισμοῖς μελετωμένη θρασύνει καρδίαν, ἀναιρουμένη δὲ διὰ προσευχῆς καὶ ἐλπίδος συντρίβει αὐτήν.
Εἰ γὰρ ἐβάστασας τὸ μικρὸν ῥῆμα τοῦ ἀδελφοῦ σου, εἶχες σβέσαι, ὡς εἶπον, καὶ αὐτὴν τὴν μικρὰν ἀνθρακιάν, πρὶν γένηται ἡ ταραχή. Ὅμως καὶ ταύτην ἐὰν θέλῃς, δύνασαι εὐχερῶς σβέσαι, ὡς ἔστι ταχύ, διὰ σιωπῆς, διὰ προσευχῆς, διὰ μιᾶς μετανοίας ἀπὸ καρδίας· ἐὰν δὲ μείνῃς καπνίζων, οἱονεὶ θρασύνων καὶ διεγείρων τὴν καρδίαν σου διὰ τοῦ ἐνθυμηθῆναι·
Διὰ τί εἶπέ μοι; καὶ ἔχω εἰπεῖν αὐτῷ· ἐξ αὐτῆς, ὡς ἄν τις εἴποι, τῆς συμβολῆς καὶ τοῦ συγκρουσμοῦ τῶν λογισμῶν, ἐκτριβομένης οἱονεὶ καὶ περιθερμαινομένης τῆς καρδίας, γίνεται ἔξαψις τοῦ θυμοῦ. Θυμὸς γάρ ἐστι ζέσις τοῦ περικαρδίου αἵματος, ὡς λέγει ὁ ἅγιος Βασίλειος. Ἰδοὺ γέγονε θυμός, αὕτη ἐστὶν ἣν λέγουσιν ὀξυχολίαν. Ἐὰν οὖν θέλῃς, δύνασαι σβέσαι καὶ αὐτόν, πρὶν γένηται ὀργή· εἰ δὲ μείνῃς ταράσσων καὶ ταρασσόμενος, εὑρίσκῃ ὡς ὁ βαλὼν ξύλα εἰς τὴν ἱστίαν καὶ πλεῖον ἐκκαίων τὸ πῦρ, καὶ οὕτως λοιπὸν γίνονται ἄνθρακες, ὅπερ ἐστὶν ἡ ὀργή.
Καὶ τοῦτό ἐστιν ὃ ἔλεγεν ὁ ἀββᾶς Ζωσιμᾶς ὅτε ἠρωτήθη τί ἐστι τὸ ῥητὸν τὸ λέγον· Ὅπου οὐκ ἔστι θυμός, ἡσυχάζει μάχη. Ἐὰν γὰρ ἐν τῇ ἀρχῇ τῆς ταραχῆς, ὅτε ἄρξηται, ὡς εἴπομεν, καπνίζειν καὶ ποιεῖν σπινθῆράς τινας, προλαβών τις μέμψηται ἑαυτὸν καὶ βάλῃ μετάνοιαν πρὶν ἐξαφθῇ καὶ γένηται θυμός, εἰρηνεύει. Πάλιν μεθ’ ὃ γένηται θυμὸς ἐὰν μὴ ἡσυχάσῃ, ἀλλὰ μένῃ ταρασσόμενος καὶ θρασυνόμενος, εὑρίσκεται, ὡς εἴπομεν, ὅμοιος τῷ χορηγοῦντι ξύλα τῷ πυρί, καὶ μένει καίων ἕως οὗ ποιήσει μεγάλους ἄνθρακας. Ὥσπερ οὖν οἱ ἄνθρακες γίνονται κάρβωνες καὶ ἀποτίθενται καὶ ποιοῦσι πόσα ἔτη μὴ φθειρόμενοι, καὶ οὐδὲ ἐὰν βάλλῃ τις εἰς αὐτοὺς ὕδωρ, σήπονται· οὕτως καὶ ἡ ὀργὴ ἐὰν χρονίσῃ, γίνεται μνησικακία, καὶ λοιπὸν ἐὰν μὴ στάξῃ τις τὸ αἷμα αὐτοῦ, οὐκ ἀπαλλάσσεται αὐτῆς.
Ἰδοὺ εἶπον ὑμῖν τὴν διαφοράν, ἐννοήσατε· ἰδοὺ ἠκούσατε τί ἐστιν ἡ πρώτη ταραχὴ καὶ τί ὁ θυμὸς καὶ τί ἡ ὀργὴ καὶ τί ἡ μνησικακία. Βλέπετε πῶς ἀπὸ ἑνὸς ῥήματος εἰς τοσοῦτον κακὸν ἔφθασεν; Εἰ γὰρ ἐξ ἀρχῆς ἔβαλεν ἐπάνω ἑαυτοῦ τὴν μέμψιν καὶ ἐβάστασε τὸ ῥῆμα τοῦ ἀδελφοῦ αὐτοῦ καὶ μὴ ἠθέλησεν ἐκδικῆσαι ἑαυτὸν καὶ ἀντὶ ἑνὸς λόγου εἰπεῖν δύο ἢ καὶ πέντε λόγους, καὶ ἀποδοῦναι κακὸν ἀντὶ κακοῦ, εἶχεν ἐξηλῆσαι ἀπὸ ὅλων τῶν κακῶν τούτων.
Διὰ τοῦτο ἀεὶ λέγω ὑμῖν· ὡς εἰσὶ νεαρὰ τὰ πάθη, ἐκκόψατε αὐτὰ πρὶν στερεωθῶσι καθ’ ὑμῶν καὶ μέλλετε ταλαιπωρεῖν. Ἄλλο γάρ ἐστι τὸ ἀνασπάσαι μικρὰν βοτάνην καὶ ἄλλο τὸ ἐκριζῶσαι μέγα δένδρον. Οὐ ξενίζομαι ἄλλο ἢ ὅτι οὔτε οἴδαμεν τί ψάλλομεν· καθ’ ἑκάστην ψάλλομεν καὶ καταρώμεθα ἑαυτοὺς καὶ οὐ συνιοῦμεν. Οὐκ ὀφείλομεν εἰδέναι τί ψάλλομεν; Ὅτι ἀεὶ λέγομεν· Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά, ἀποπέσῃ μοι ἆρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. Τί ἐστι, ἀποπέσῃ μοι; Ἐν ὅσῳ τις ἵσταται, ἔχει δύναμιν ἀντιστῆναι τῷ ἐχθρῷ αὐτοῦ, δέρει, δέρεται, νικᾷ, ἡττᾶται· ἀκμὴν γὰρ ἵσταται. Ἐὰν δὲ φθάσῃ πεσεῖν, πῶς ἔτι δύναται χαμαὶ κείμενος παλαῖσαι πρὸς τὸν ἐχθρὸν αὐτοῦ; Καὶ κατευχόμεθα ἑαυτῶν μὴ μόνον πεσεῖν ἀπὸ τῶν ἐχθρῶν ἡμῶν, ἀλλ’ ἵνα καὶ κενοὶ πέσωμεν. Τί δέ ἐστι τὸ πεσεῖν τινα κενὸν ἀπὸ τῶν ἐχθρῶν αὐτοῦ; Εἴπομεν ὅτι τὸ πεσεῖν ἐστι τὸ μηκέτι ἔχειν δύναμιν ἀντιστῆναι, τὸ παρὰ χαμαὶ κεῖσθαι. Τὸ δὲ κενόν ἐστι τὸ μηδέ τί ποτε ἀγαθὸν ἔχειν, ἵνα τέως κἂν ἀναστῆναί τις δυνηθῇ. Ὁ γὰρ ἀνιστάμενος δύναται πάλιν ἐπιμελήσασθαι ἑαυτοῦ, καὶ ὅτε δήποτε πάλιν ἔρχεται εἰς συμβολήν.
Εἶτα λέγομεν· Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι· μὴ μόνον καταδιώξαι, ἀλλὰ καὶ καταλάβοι, ἵνα ἐσμὲν ὑποχείριοι αὐτοῦ, ἵνα εἰς πάντα ἡττώμεθα αὐτῷ καὶ ἐν ἑκάστῳ πράγματι καταβάλλῃ ἡμᾶς, εἰ ἀνταποδώσομεν τοῖς ἀνταποδιδοῦσιν ἡμῖν κακά.
Καὶ οὐ μόνον τοῦτο εὐχόμεθα, ἀλλὰ καὶ καταπατῆσαι εἰς γῆν τὴν ζωὴν ἡμῶν. Τί ἐστιν ἡ ζωὴ ἡμῶν; Ἡ ζωὴ ἡμῶν ἐστιν αἱ ἀρεταί, καὶ εὐχόμεθα καταπατηθῆναι εἰς γῆν τὴν ζωὴν ἡμῶν, ἵνα γένηταί τις ὅλος γήϊνος, ὅλον τὸ φρόνημα αὐτοῦ ἔχων κάτω εἰς τὴν γῆν· Καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνῶσαι. Τί δέ ἐστιν ἡ δόξα ἡμῶν, εἰ μὴ ἡ γνῶσις ἡ διὰ τῆς φυλακῆς τῶν ἁγίων ἐντολῶν ἐγγινομένη τῇ ψυχῇ; Τοῦτο οὖν λέγομεν, ἵνα ποιήσῃ τὴν δόξαν ἡμῶν, ὡς λέγει ὁ Ἀπόστολος, ἐν τῇ αἰσχύνῃ ἡμῶν, ἵνα εἰς τὸν χοῦν κατασκηνώσῃ αὐτὴν καὶ ποιήσῃ τὴν ζωὴν ἡμῶν καὶ τὴν δόξαν ἡμῶν γηΐνην, ἵνα μηδὲν κατὰ Θεὸν φρονῶμεν, ἀλλὰ πάντα σωματικά, πάντα σαρκικά, ὥσπερ ἐκεῖνοι περὶ ὧν ἔλεγεν ὁ Θεός· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας.
Ἰδοὺ ὅλα ταῦτα ψάλλοντες, ἑαυτοὺς καταρώμεθα, ἐὰν ἀποδιδῶμεν κακὸν ἀντὶ κακοῦ, καὶ πόσα ἀποδιδοῦμεν κακὰ ἀντὶ κακῶν, καὶ οὐ μέλει ἡμῖν, ἀλλὰ ἀδιαφοροῦμεν. Ἔστι δὲ ἀποδοῦναι κακὸν ἀντὶ κακοῦ, οὐ μόνον ἔργῳ, ἀλλὰ καὶ λόγῳ καὶ σχήματι. Καὶ δοκεῖ τις ἔργῳ μὲν μὴ ἀποδιδόναι κακόν, εὑρίσκεται δὲ λόγῳ, ὡς εἶπον, ἢ καὶ σχήματι ἀποδιδούς. Ἔστι γὰρ ὅτε ποιεῖ τις ἓν σχῆμα ἢ κίνημα ἢ βλέμμα, καὶ ταράσσει τὸν ἀδελφὸν αὐτοῦ· δύναται γάρ τις καὶ διὰ βλέμματος ἢ κινήματος πλῆξαι τὸν ἀδελφὸν αὐτοῦ· καὶ ἔστι καὶ τοῦτο ἀποδοῦναι κακὸν ἀντὶ κακοῦ. Ἄλλος σπουδάζει μήτε ἔργῳ, μήτε λόγῳ, μήτε σχήματι ἢ κινήματι ἀποδοῦναι κακὸν ἀντὶ κακοῦ· ἔχει δὲ λύπην ἐν τῇ καρδίᾳ αὐτοῦ πρὸς τὸν ἀδελφὸν αὐτοῦ καὶ θλίβεται κατ’ αὐτοῦ. Βλέπετε πόση διαφορὰ καταστάσεων.
Ἄλλος οὔτε λύπην τινὰ ἔχει πρὸς τὸν ἀδελφὸν αὐτοῦ· ἐὰν δὲ ἀκούσῃ ὅτι ἔθλιψεν αὐτὸν εἴ τις δήποτε ἢ ἐγόγγυσε κατ’ αὐτοῦ ἢ ἐλοιδόρησεν αὐτόν, ἀεὶ τέρπεται ἀκούων καὶ εὑρίσκεται καὶ οὗτος ἀποδιδοὺς κακὸν ἀντὶ κακοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ. Ἄλλος οὔτε κακίαν κρατεῖ οὔτε χαίρει ἀκούων λοιδορίαν κατὰ τοῦ θλίψαντος αὐτόν, ἀλλὰ καὶ θλίβεται ἐὰν θλιβῇ· οὐχ ἡδέως δὲ ἔχει ἵνα καὶ καλῶς πάθῃ, ἀλλ’ ἐὰν ἴδῃ αὐτὸν δοξαζόμενον ἢ ἀναπαυόμενον, θλίβεται· καί ἐστι καὶ τοῦτο εἶδος μνησικακίας, κουφότερον μὲν ὅμως ἐστί. Θέλει δέ τις καὶ χαίρειν τῇ ἀναπαύσει τοῦ ἀδελφοῦ αὐτοῦ καὶ πάντα ποιεῖν πρὸς θεραπείαν αὐτοῦ καὶ ἕκαστον πρᾶγμα ἐπιτηδεύειν πρὸς τιμὴν καὶ ἀνάπαυσιν αὐτοῦ.
Εἴπομεν δὲ ἐν τῇ ἀρχῇ τοῦ λόγου ὅτι ἔστι τις βάλλων μετάνοιαν τῷ ἀδελφῷ αὐτοῦ καὶ μετὰ τὴν μετάνοιαν μένει ἀκμὴν ἔχων λύπην κατ’ αὐτοῦ, καὶ λέγομεν ὅτι βαλὼν τὴν μετάνοιαν, τὴν μὲν ὀργὴν δι’ αὐτῆς ἐθεράπευσε, πρὸς δὲ τὴν μνησικακίαν οὔπω ἠγωνίσατο. Ἔστι δὲ ἄλλος ὅτι ἐὰν συμβῇ τινα θλίψαι αὐτὸν καὶ βάλωσι μετάνοιαν καὶ διαλλαγῶσιν ἀλλήλοις, εἰρηνεύει πρὸς αὐτὸν καὶ οὐδεμίαν μνήμην κακὴν ἔχει ἐν τῇ καρδίᾳ αὐτοῦ περὶ αὐτοῦ· ἐὰν δὲ συμβῇ αὐτὸν μεθ’ ἡμέρας εἰπεῖν αὐτῷ τί ποτε θλίβον αὐτόν, ἄρχεται καὶ τῶν πρώτων μνημονεύειν καὶ ταράσσεσθαι οὐ μόνον περὶ τῶν δευτέρων, ἀλλὰ καὶ περὶ τῶν πρώτων.
Οὗτος ἔοικεν ἀνθρώπῳ ἔχοντι τραῦμα καὶ βάλλοντι ἔμπλαστρον· καὶ τέως διὰ τῆς ἐμπλάστρου ἐθεράπευσε τὸ τραῦμα καὶ συνούλωσεν, ἔτι δὲ ἀσθενέστερός ἐστιν ὁ τόπος, καὶ ὅτε δήποτε ῥίψει τις λίθον κατ’ αὐτοῦ, πλέον ὅλου τοῦ σώματος ἐκεῖνος ὁ τόπος εὐχερῶς πλήσσεται καὶ ἄρχεται εὐθέως αἱμορροεῖν· οὕτως ἔπαθε καὶ αὐτός· ἔσχε τραῦμα καὶ ἐπέθηκεν ἔμπλαστρον, ἥτις ἐστὶν ἡ μετάνοια, καὶ τέως μὲν ἐθεράπευσε τὸ τραῦμα, ὥσπερ καὶ ὁ πρῶτος, τοῦτ’ ἔστι τὴν ὀργήν, ἤρξατο καὶ τῆς μνησικακίας ἐπιμελεῖσθαι διὰ τοῦ σπουδάσαι μηδεμίαν κακὴν μνήμην κρατῆσαι ἐν τῇ καρδίᾳ αὐτοῦ· τοῦτο γάρ ἐστι τὸ συνουλῶσαι τὸ τραῦμα.
Οὔπω δὲ τελείως ἐξήλειψεν, ἀλλ’ ἔτι ἔχει ἔλλειμμα τῆς μνησικακίας, ὅπερ ἐστὶν ἡ οὐλὴ ἐξ ἧς εὐχερῶς ἀναδαροῦται ὅλον τὸ τραῦμα, ὅταν δέξηται μικρὰν πληγήν. Ὀφείλει οὖν ἀγωνίσασθαι, ἵνα καὶ τὴν οὐλὴν τελείως ἐξαλείψῃ, ὥστε καὶ τριχῶσαι τὸν τόπον καὶ μήτε ἀμορφίαν τινὰ ὑπολειφθῆναι, μήτε νοεῖσθαι ὅλως ὅτι ἐγένετο ἐν τῷ τόπῳ ἐκείνῳ τραῦμα.
Πῶς δὲ δύναται τοῦτο κατορθῶσαι; Διὰ τοῦ προσεύχεσθαι ἐξ ὅλης καρδίας ὑπὲρ τοῦ λυπήσαντος αὐτὸν καὶ λέγειν· Ὁ Θεός, βοήθησον τῷ ἀδελφῷ μου κἀμοὶ διὰ τῶν εὐχῶν αὐτοῦ. Καὶ εὑρίσκεται ὑπερευχόμενος τῷ ἀδελφῷ αὐτοῦ, ὅπερ ἐστὶ συμπαθείας καὶ ἀγάπης τεκμήριον, καὶ ταπεινούμενος διὰ τοῦ αἰτεῖν βοήθειαν διὰ τῶν εὐχῶν αὐτοῦ. Ὅπου δὲ συμπάθεια καὶ ἀγάπη καὶ ταπείνωσις, τί δύναται ἰσχύσαι θυμὸς ἢ μνησικακία ἢ ἕτερον πάθος; καθὼς εἶπεν ὁ ἀββᾶς Ζωσιμᾶς ὅτι· Ἐὰν κινήσει πάντα τὰ μάγγανα τῆς κακίας αὐτοῦ ὁ διάβολος μετὰ πάντων τῶν δαιμόνων αὐτοῦ, ἀργοῦσι πᾶσαι αἱ μεθοδείαι αὐτοῦ καὶ συντρίβονται ὑπὸ τῆς ταπεινώσεως τῆς ἐντολῆς τοῦ Χριστοῦ. Λέγει δὲ καὶ ἕτερος γέρων·
Ὁ προσευχόμενος ὑπὲρ ἐχθρῶν, ἀμνησίκακος ἔσται. Ἐργάσασθε καὶ νοήσατε καλῶς εἴ τι ἀκούετε. Ὄντως γὰρ ἐὰν μὴ ἐργάσησθε, λόγῳ οὐ δύνασθε ταῦτα παραλαβεῖν. Ποῖος ἄνθρωπος θέλων μαθεῖν τέχνην, λόγῳ μόνῳ παραλαμβάνει αὐτήν; Πάντως πρῶτον παραμένει ποιῶν καὶ ἀσυστροφῶν καὶ πάλιν ποιῶν καὶ ἀφανίζων, καὶ οὕτως κατὰ μικρὸν κοπιῶν καὶ ὑπομένων μανθάνει τὴν τέχνην, τοῦ Θεοῦ βλέποντος τὴν προαίρεσιν καὶ τὸν κόπον αὐτοῦ, καὶ συνεργοῦντος αὐτῷ. Ἡμεῖς δὲ τὴν τέχνην τῶν τεχνῶν λόγῳ θέλομεν παραλαβεῖν, μὴ ἐπιβαλλόμενοι ἔργῳ;
Καὶ πῶς ἐνδέχεται; Πρόσχωμεν οὖν ἑαυτοῖς, ἀδελφοί, καὶ ἐργασώμεθα μετὰ σπουδῆς, ὡς ἔτι ἔχομεν καιρόν. Ὁ Θεὸς δώῃ ἡμῖν μνημονεύειν καὶ φυλάττειν ἃ ἀκούομεν, ἵνα μὴ εἰς κρῖμα ἡμῖν γένωνται ἐν ἡμέρᾳ κρίσεως.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.