Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Δωρόθεος Γάζης – Διδασκαλίαι διάφοροι

Δωρόθεος Γάζης

Διδασκαλία ΙΓ': Η υπομονή των πειρασμών

Η ατάραχη αποδοχή των θλίψεων, η αντιμετώπιση των επιθέσεων του διαβόλου και η ερμηνεία της αιχμαλωσίας στην Αίγυπτο ως πνευματικού αγώνα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Δωρόθεος Γάζης

—

Κεφάλαιο 13 από 17

ΙΓʹ. ΠΕΡΙ ΤΟΥ ΑΤΑΡΑΧΩΣ ΚΑΙ ΕΥΧΑΡΙΣΤΩΣ ΥΠΟΦΕΡΕΙΝ ΤΟΥΣ ΠΕΙΡΑΣΜΟΥΣ Καλῶς εἶπεν ὁ ἀββᾶς Ποιμὴν ὅτι τὸ σημεῖον τοῦ μοναχοῦ ἐν τοῖς πειρασμοῖς φαίνεται. Ὀφείλει ὁ μοναχὸς ὁ μετὰ ἀληθείας προσερχόμενος δουλεῦσαι τῷ Θεῷ, ἑτοιμάσαι κατὰ τὴν Σοφίαν τὴν ψυχὴν αὐτοῦ εἰς πειρασμούς, ἵνα μὴ ξενίζηταί ποτε μηδὲ ταράσσηται ἐν τοῖς συμβαίνουσι, πιστεύων ὅτι οὐδὲν ἄνευ τῆς προνοίας τοῦ Θεοῦ γίνεται.

Ὅπου δὲ Θεοῦ πρόνοια, πάντως καλόν ἐστι καὶ εἰς ὠφέλειαν ψυχῆς τὸ γινόμενον· πάντα γὰρ ὅσα ποιεῖ μεθ’ ἡμῶν ὁ Θεός, ὑπὲρ τοῦ συμφέροντος ποιεῖ, καὶ ἀγαπῶν ἡμᾶς καὶ φειδόμενος ἡμῶν. Καὶ ὀφείλομεν, ὡς εἶπεν ὁ Ἀπόστολος, ἐν παντὶ εὐχαριστεῖν τῇ ἀγαθότητι αὐτοῦ, καὶ μηδέποτε ἀθυμεῖν ἢ μικροψυχεῖν ἐπὶ τοῖς συμβαίνουσιν ἡμῖν, ἀλλὰ δέχεσθαι ἀταράχως τὰ ἐπερχόμενα μετὰ ταπεινοφροσύνης καὶ τῆς εἰς Θεὸν ἐλπίδος, πεπεισμένοι, καθὼς εἶπον, ὅτι πάντα ὅσα ποιεῖ μεθ’ ἡμῶν ὁ Θεός, ἀγαθότητι ποιεῖ καὶ ἀγαπῶν ἡμᾶς ποιεῖ καὶ καλῶς ποιεῖ. Καὶ οὐκ ἐνδέχεται αὐτὰ ἄλλως καλῶς γενέσθαι, εἰ μὴ οὕτως ἐλεήσων ὁ Θεός.

Φίλον ἐὰν ἔχῃ τις καὶ πληροφορεῖται ὅτι ἀγαπᾷ αὐτόν, εἴ τι δ’ ἂν πάθῃ παρ’ αὐτοῦ, κἂν θλιβερὸν ᾖ, ἔχει ὅτι ἀγαπῶν ἐποίησε, καὶ οὐδέποτε πιστεύει περὶ τοῦ φίλου αὐτοῦ ὅτι βλάψαι αὐτὸν θέλει· πόσῳ μᾶλλον ἡμεῖς ὀφείλομεν ἔχειν περὶ τοῦ Θεοῦ τοῦ καὶ πλάσαντος ἡμᾶς καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντος καὶ δι’ ἡμᾶς ἐνανθρωπήσαντος καὶ ὑπὲρ ἡμῶν ἀποθανόντος, ὅτι πάντα ἀγαθότητι ποιεῖ μεθ’ ἡμῶν καὶ ἀγαπῶν ποιεῖ; Καὶ ἐπὶ μὲν τοῦ φίλου ἔστι λογίσασθαί τινα ὅτι ἀγαπῶν με ποιεῖ καὶ φειδόμενός μου, ἀλλ’ οὐ πάντως καὶ τοσαύτην ἔχει σύνεσιν, ὥστε διοικῆσαι τὰ κατ’ ἐμέ, καὶ διὰ τοῦτο, ὡς εἰκός, καὶ μὴ θέλων βλάπτει με. Ἐπὶ δὲ τοῦ Θεοῦ οὐ δυνάμεθα τοῦτο εἰπεῖν. Αὐτὸς γάρ ἐστιν ἡ πηγὴ τῆς σοφίας, καὶ οἶδε πάντα τὰ συμφέροντα ἡμῖν καὶ πρὸς αὐτὸ διοικεῖ τὰ καθ’ ἡμᾶς μέχρι καὶ τῶν εὐτελεστάτων. Ἔστι δὲ πάλιν εἰπεῖν περὶ τοῦ φίλου ὅτι ἀγαπᾷ καὶ φείδεται καὶ συνετός ἐστιν εἰς τὸ διοικῆσαι τὰ κατ’ ἐμέ, οὐ μὴν καὶ δύναμιν ἔχει εἰς τὸ βοηθῆσαί μοι ἐν οἷς νομίζει με ὠφελεῖσθαι. Οὐδὲ τοῦτο δυνάμεθα περὶ τοῦ Θεοῦ εἰπεῖν. Πάντα γὰρ δυνατὰ αὐτῷ ἐστι, καὶ οὐδὲν ἀδυνατεῖ ἐνώπιον αὐτοῦ.

Ὥστε οὖν οἴδαμεν περὶ τοῦ Θεοῦ ὅτι καὶ ἀγαπᾷ καὶ φείδεται τοῦ ἰδίου πλάσματος, καὶ αὐτός ἐστιν ἡ πηγὴ τῆς σοφίας, καὶ οἶδε πῶς διοικῆσαι τὰ καθ’ ἡμᾶς, καὶ ὅτι οὐδὲν ἀδυνατεῖ αὐτῷ, ἀλλὰ πάντα ὑπουργεῖ τῷ θελήματι αὐτοῦ, καὶ ὀφείλομεν εἰδέναι ὅτι πάντα ὅσα ποιεῖ, ὑπὲρ τοῦ συμφέροντος ποιεῖ, καὶ δέχεσθαι αὐτὰ μετὰ εὐχαριστίας, καθὼς προείπομεν, ὡς παρὰ εὐεργέτου καὶ ἀγαθοῦ Δεσπότου, κἂν θλιβερὰ ὦσι· πάντα γὰρ δικαίᾳ κρίσει γίνονται, καὶ οὐ παραβλέπει ὁ Θεὸς ὁ οὕτως ἐλεήμων οὐδὲ τὴν τυχοῦσαν ἡμῶν θλίψιν.

Πολλάκις δὲ ἀμφιβάλλει τις ἐν ἑαυτῷ λέγων· Καὶ ἐὰν ἐν ταῖς ἐπιφοραῖς ἁμαρτάνει τις ἀπὸ θλίψεως, πῶς δύναται ἔχειν ὅτι ὑπὲρ τοῦ συμφέροντός εἰσιν; Οὐχ ἁμαρτάνομεν ἐν ταῖς ἐπιφοραῖς, εἰ μὴ ἐκ τοῦ εἶναι ἡμᾶς ἀφερεπόνους καὶ μὴ θέλειν βαστάσαι μικρὰν θλίψιν ἢ παθεῖν τι παρὰ σκοπόν, ἐπεὶ οὐ συγχωρεῖ ὁ Θεὸς ἐπενεχθῆναι ἡμῖν πρᾶγμα παρὰ τὴν δύναμιν ἡμῶν, ὡς εἶπεν ὁ Ἀπόστολος·

Πιστὸς ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε. Ἀλλ’ ἡμεῖς ἐσμεν οἱ μὴ ἔχοντες ὑπομονήν, μηδὲν θέλοντες πονῆσαι μικρόν, μηδὲ ἀνεχόμενοι δέξασθαί τί ποτε μετὰ ταπεινώσεως· διὰ τοῦτο συντριβόμεθα, καὶ ὅσον σπουδάζομεν ἐκφυγεῖν τοὺς πειρασμούς, τοσοῦτον βαρούμεθα ἐν αὐτοῖς καὶ ὀλιγωροῦμεν καὶ οὐδὲ ἐξηλῆσαι δυνάμεθα.

Εἰσί τινες κολυμβοῦντες διὰ χρείαν εἰς τὴν θάλασσαν, καὶ ἐὰν οἴδασι τὴν τέχνην τοῦ κολυμβῆσαι, ὅτε ἔρχεται τὸ κῦμα κατ’ αὐτῶν, ὑποκύπτουσιν αὐτῷ καὶ χαλῶσιν ἑαυτοὺς ὑποκάτω αὐτοῦ ἕως οὗ παρέλθῃ, καὶ οὕτως λοιπὸν μένουσιν ἀβλαβῶς κολυμβοῦντες. Ἐὰν δὲ θελήσωσιν ἐναντιωθῆναι τῷ κύματι, ὠθεῖ αὐτοὺς ἔξω καὶ ἀκοντίζει πολὺ διάστημα.

Πάλιν ὡς ἄρχονται κολυμβᾷν, ἔρχεται ἄλλο κῦμα ἐπάνω αὐτῶν· ἐὰν πάλιν ἐναντιωθῶσι, πάλιν ὠθεῖ αὐτοὺς καὶ ῥίπτει ἔξω, καὶ μόνον συντρίβονται μηδὲν ἀνύοντες. Ἐὰν δέ, ὡς εἶπον, ὑποκύψωσι τῷ κύματι καὶ ταπεινωθῶσιν ὑποκάτω αὐτοῦ, παρέρχεται μηδὲν βλάπτον αὐτοὺς καὶ μένουσι κολυμβῶντες ὅσον θέλουσι, καὶ ποιοῦντες τὸ ἔργον αὐτῶν· οὕτως καὶ ἐπὶ τῶν πειρασμῶν, ἐάν τις βαστάσῃ τὸν πειρασμὸν μεθ’ ὑπομονῆς καὶ ταπεινώσεως, παρέρχεται αὐτὸν ἀβλαβῶς· ἐὰν δὲ μένῃ θλιβόμενος, ταρασσόμενος, αἰτιώμενος ἕκαστον, ἑαυτὸν κολάζει, βαρύνων καθ’ ἑαυτοῦ τὸν πειρασμόν, καὶ ἐκ τούτου οὐκ ὠφελεῖται, ἀλλὰ καὶ βλάπτεται.

Πάνυ γὰρ ὠφελοῦσιν οἱ πειρασμοὶ τὸν ἀταράχως ὑπομένοντα αὐτούς. Καὶ πάθος δὲ ἐὰν ὀχλήσῃ ἡμῖν, οὐκ ὀφείλομεν οὐδὲ ἐν τούτῳ ταράσσεσθαι· τὸ γὰρ ταραχθῆναί τινα ὀχλούμενον ὑπὸ πάθους, ἀγνωσίας ἐστὶ καὶ ὑπερηφανίας, καὶ ἐκ τοῦ μὴ εἰδέναι τὴν ἰδίαν κατάστασιν, καὶ ἐκ τοῦ φεύγειν τὸν κόπον, καθὼς εἶπον οἱ Πατέρες· Διὰ τοῦτο οὐ προκόπτομεν ὅτι οὐκ ἐπιστάμεθα τὰ μέτρα ἑαυτῶν, οὐδὲ ἔχομεν ὑπομονὴν ἐν ᾧ ἀρχόμεθα ἔργῳ, ἀλλὰ ἀπόνως θέλομεν ἀρετὴν κτήσασθαι. Διὰ τί γὰρ ξενίζεται ὁ ἐμπαθὴς ὀχλούμενος ὑπὸ πάθους; Διὰ τί ταράσσεται ἐνεργήσας αὐτό;

Ἔχεις αὐτὸ καὶ ταράσσῃ; Τοὺς ἀρραβῶνας αὐτοῦ ἔχεις καὶ λέγεις· Διὰ τί ὀχλεῖ μοι; Μᾶλλον ὑπόμεινον, ἀγώνισαι, παρακάλεσον τὸν Θεόν. Ἀδύνατον γάρ ἐστι μὴ ἔχειν τὴν θλίψιν τοῦ πάθους τὸν ἐμπεσόντα εἰς τὴν ἐνέργειαν αὐτοῦ.

Τὰ σκεύη αὐτῶν, ὡς εἶπεν ὁ ἀββᾶς Σισώης, ἔνδοθέν σού εἰσι· δὸς αὐτοῖς τὸν ἀρραβῶνα αὐτῶν, καὶ ὑπάγουσι. Τὰ σκεύη εἶπε τὰ αἴτια. Ἐφ’ ὅσον οὖν ταῦτα ἠγαπήσαμεν καὶ ἐνηργήσαμεν, οὐ δυνατὸν μὴ αἰχμαλωτίζεσθαι ἡμᾶς ὑπὸ τῶν ἐμπαθῶν λογισμῶν, ἐκβιαζομένων ἡμᾶς καὶ μὴ θέλοντας ἐνεργῆσαι τὰ πάθη, ἐπειδὴ ἑκόντες ἑαυτοὺς προεδώκαμεν εἰς τὰς χεῖρας αὐτῶν.

Τοῦτό ἐστιν ὃ λέγει ὁ προφήτης περὶ τοῦ Ἐφραῒμ τοῦ καταδυναστεύσαντος τὸν ἀντίδικον αὐτοῦ, τοῦτό ἐστι τὴν ἰδίαν συνείδησιν, καὶ καταπατήσαντος τὴν κρίσιν, ὅτι ἐζήτησεν Αἴγυπτον καὶ βίᾳ ἐλήφθη ἐν Ἀσσυρίοις.

Αἴγυπτον λέγουσιν οἱ Πατέρες τὸ θέλημα τὸ σαρκικόν, τὸ κλίνον ἡμᾶς εἰς τὴν σωματικὴν ἀνάπαυσιν καὶ δίδασκον ἡδυπαθέστερον τὸν νοῦν· Ἀσσυρίους δέ, τοὺς ἐμπαθεῖς λογισμούς, τοὺς θολοῦντας καὶ συγχέοντας τὸν νοῦν καὶ πληροῦντας αὐτὸν εἰδώλων ἀκαθάρτων καὶ φέροντας αὐτὸν βίᾳ καὶ μὴ βουλόμενον εἰς τὴν κατ’ ἐνέργειαν ἁμαρτίαν.

Ἐὰν οὖν ἑκὼν ἐκδῷ τις ἑαυτὸν τῇ ἡδυπαθείᾳ τοῦ σώματος, ἀναγκάζεται καὶ μὴ θέλων ἀχθῆναι βίᾳ εἰς Ἀσσυρίους καὶ δουλεῦσαι τῷ Ναβουχοδονόσορ. Τοῦτο εἰδὼς ὁ προφήτης διεπονεῖτο καὶ ἔλεγεν αὐτοῖς· Μὴ κατέλθητε εἰς Αἴγυπτον· τί ποιεῖτε, ἄθλιοι; ταπεινώθητε μικρόν· κλίνατε τὸν ὦμον ὑμῶν καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος καὶ καθίσατε ἐπὶ τῆς γῆς τῶν πατέρων ὑμῶν. Πάλιν διεγείρει αὐτοὺς λέγων· Μὴ φοβηθῆτε ἀπὸ προσώπου αὐτοῦ, ὅτι μεθ’ ἡμῶν ἐστιν ὁ Θεὸς τοῦ ἐξελέσθαι ἡμᾶς ἐκ τῆς χειρὸς αὐτοῦ. Εἶτα προλέγει καὶ τὴν ἐπερχομένην αὐτοῖς θλίψιν, ἐὰν ἀπειθήσωσι τῷ Θεῷ. Ἐὰν γάρ, φησίν, εἰσέλθητε εἰς Αἴγυπτον, ἔσεσθε εἰς ἄβατον καὶ ὑποχείριοι καὶ εἰς ἀρὰν καὶ εἰς ὀνειδισμόν. Καὶ λέγουσιν αὐτῷ κἀκεῖνοι· Οὐ μὴ καθίσωμεν ἐν τῇ γῇ ταύτῃ, ὅτι εἰς Αἴγυπτον εἰσελευσόμεθα, καὶ οὐ μὴ ἴδωμεν πόλεμον, καὶ φωνὴν σάλπιγγος οὐκ ἀκούσωμεν, καὶ ἐν ἄρτοις οὐ μὴ πεινάσωμεν. Κατῆλθον οὖν καὶ ἐδούλευσαν ἑκόντες τῷ Φαραώ. Εἶτα ἤχθησαν βίᾳ εἰς Ἀσσυρίους καὶ ἐδούλευσαν αὐτοῖς καὶ μὴ θέλοντες.

Θέτε τὸν νοῦν ὑμῶν εἰς τὸ λεγόμενον. Πρὸ τοῦ ἐνεργῆσαί τινα τὸ πάθος, κἂν ἐπιστρατεύσωσιν οἱ λογισμοὶ κατ’ αὐτοῦ, ἀλλὰ τέως ἐν τῇ ἰδίᾳ πόλει ἐστίν, ἐλεύθερος ἐστίν· ἔχει δὲ καὶ τὸν Θεὸν βοηθοῦντα αὐτῷ. Ἐὰν οὖν ταπεινωθῇ τῷ Θεῷ καὶ βαστάξῃ τὸν ζυγὸν τῆς θλίψεως τοῦ πειρασμοῦ μετὰ εὐχαριστίας καὶ ἀγωνίσηται μικρόν, ἡ βοήθεια τοῦ Θεοῦ ἐξαιρεῖται αὐτόν. Ἐὰν δὲ φύγῃ τὸν κόπον καὶ κατέλθῃ εἰς τὴν ἡδυπάθειαν τοῦ σώματος, τότε ἄγεται βίᾳ καὶ ἀνάγκῃ εἰς τὴν γῆν τῶν Ἀσσυρίων, καὶ δουλεύει αὐτοῖς καὶ μὴ θέλων.

Τότε λοιπὸν λέγει αὐτοῖς ὁ προφήτης· Εὔξασθε ὑπὲρ τῆς ζωῆς Ναβουχοδονόσορ, ὅτι ἐν τῇ ζωῇ αὐτοῦ ἐστιν ἡ σωτηρία ὑμῶν. Ναβουχοδονόσορ ἐστὶ τὸ μὴ ὀλιγωρεῖν τινα πρὸς τὴν θλίψιν τοῦ συμβαίνοντος αὐτῷ πειρασμοῦ μηδὲ ἀπολακτιᾶν ἀπ’ αὐτοῦ, ἀλλὰ μετὰ ταπεινώσεως βαστάζειν, ὡς χρεωστῶν παθεῖν καὶ ἔχειν ὅτι οὐκ ἔστιν ἄξιος οὐδὲ τοῦ ἀπαλλαγῆναι τοῦ βάρους, ἀλλὰ καὶ μᾶλλον τοῦ χρονίσαι καὶ ζῆσαι καὶ στερεωθῆναι κατ’ αὐτοῦ τὸν πειρασμόν, κἂν σύνοιδεν ἑαυτῷ τὴν αἰτίαν, κἂν πρὸς τὸ παρὸν μὴ σύνοιδε, πιστεύων ὅτι οὐδὲν ἄκριτον, οὐδὲν ἄδικον παρὰ τῷ Θεῷ.

Ὥσπερ ἔλεγεν ἐκεῖνος ὁ ἀδελφὸς λυπούμενος καὶ κλαίων, ἐπειδὴ ἐπῆρεν ἀπ’ αὐτοῦ ὁ Θεὸς τὸν πειρασμόν· Κύριε, οὐκ εἰμὶ ἄξιος τοῦ θλιβῆναι μικρόν; Πάλιν γέγραπται ὅτι μαθητὴς μεγάλου γέροντος ἐπολεμήθη ποτὲ εἰς πορνείαν.

Καὶ βλέπων αὐτὸν ὁ γέρων κοπιῶντα, λέγει αὐτῷ· Θέλεις παρακαλέσω τὸν Θεόν, καὶ κουφίζει ἀπὸ σοῦ τὸν πόλεμον; Ὁ δὲ εἶπεν· Εἰ καὶ κοπιῶ, ἀββᾶ, ἀλλὰ βλέπω ἐκ τοῦ κόπου καρπὸν εἰς ἐμέ. Τοῦτο δὲ μᾶλλον παρακάλεσον τὸν Θεὸν ἵνα δώσῃ μοι ὑπομονήν.

Ἰδοὺ οὗτοί εἰσιν οἱ ἀκριβῶς θέλοντες σωθῆναι· τοῦτό ἐστι τὸ βαστάσαι μετὰ ταπεινοφροσύνης τὸν ζυγὸν καὶ εὔξασθαι ὑπὲρ τῆς ζωῆς Ναβουχοδονόσορ. Διὰ τοῦτο λέγει ὁ προφήτης· Ὅτι ἐν τῇ ζωῇ αὐτοῦ ἐστιν ἡ σωτηρία ὑμῶν. Ὅμοιόν ἐστι τὸ εἰπεῖν τὸν ἀδελφόν· Βλέπω ἐκ τοῦ κόπου καρπὸν εἰς ἐμέ, τοῦ εἰπεῖν· Ἐν τῇ ζωῇ αὐτοῦ ἐστιν ἡ σωτηρία μου. Ὡς δηλοῖ καὶ ὁ γέρων λέγων αὐτῷ·

Σήμερον ἔγνων ὅτι ἐν προκοπῇ εἶ καὶ ὑπερβαίνεις με. Ἐπὰν γὰρ ἀγωνίσηταί τις πρὸς τὴν κατ’ ἐνέργειαν ἁμαρτίαν καὶ ἄρξηται πολεμεῖν καὶ πρὸς τοὺς κατὰ διάνοιαν ἐμπαθεῖς λογισμούς, ταπεινοῦται, συντρίβεται, ἀγωνίζεται καὶ διὰ τῆς θλίψεως τῶν ἀγώνων κατὰ μικρὸν μικρὸν καθαίρεται καὶ ἐπανέρχεται εἰς τὸ κατὰ φύσιν. Ὥστε, καθὼς εἴπομεν, ἀπὸ ἀγνωσίας καὶ ὑπερηφανίας ταράσσεταί τις ὅταν ὀχλεῖται ὑπὸ πάθους, ἀλλὰ μᾶλλον ὀφείλει μετὰ ταπεινώσεως εἰδέναι τὰ ἴδια μέτρα καὶ ὑπομεῖναι εὐχόμενος, ἕως ποιήσει μετ’ αὐτοῦ ὁ Θεὸς τὸ ἔλεος. Ἐὰν γὰρ μὴ πειρασθῇ τις καὶ ἴδῃ τὴν θλίψιν τῶν παθῶν, οὔτε ἀγωνίζεταί ποτε καθαρθῆναι. Λέγει καὶ ὁ ψαλμὸς περὶ τούτου· Ἐν τῷ ἀνατεῖλαι ἁμαρτωλοὺς ὡσεὶ χόρτον, καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅπως ἂν ἐξολοθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἁμαρτωλοὶ ἀνατέλλοντες ὡσεὶ χόρτος εἰσὶν οἱ ἐμπαθεῖς λογισμοί. Ἀσθενὴς γάρ ἐστιν ὁ χόρτος, καὶ μὴ ἔχων δύναμιν. Ὅτε οὖν ἀνατείλωσιν οἱ ἐμπαθεῖς λογισμοὶ ἐν τῇ ψυχῇ, τότε διακύπτουσι, τοῦτ’ ἔστιν ἀναφαίνονται, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οἵτινές εἰσι τὰ πάθη, ὅπως ἂν ἐξολοθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὅταν γὰρ ἀναφανῶσι τὰ πάθη τοῖς ἀγωνιζομένοις, τότε ἐξολοθρεύονται ὑπ’ αὐτῶν.

Νοήσατε τὴν ἀκολουθίαν τοῦ λόγου. Πρῶτον ἀνατέλλουσιν οἱ ἐμπαθεῖς λογισμοί, ἔπειτα ἀνακύπτουσι τὰ πάθη, εἶθ’ οὕτως ἐξολοθρεύονται. Ταῦτα πάντα τῶν ἀγωνιζομένων εἰσίν. Ἡμεῖς δὲ ποιοῦντες τὴν κατ’ ἐνέργειαν ἁμαρτίαν καὶ ἀεὶ ἐπεκδικοῦντες τὰ πάθη, οὔτε οἴδαμεν πότε ἀνατέλλουσιν οἱ ἐμπαθεῖς λογισμοί, οὐδὲ πότε ἀνακύπτουσι τὰ πάθη, ἵνα ἀγωνισώμεθα πρὸς αὐτά· ἀλλὰ κάτω ἐσμὲν ἀκμήν, εἰς Αἴγυπτον, εἰς τὴν ἐλεεινὴν πλινθοποιίαν τοῦ Φαραώ.

Καὶ τίς δώσει ἡμῖν κἂν εἰς αἴσθησιν ἐλθεῖν τῆς πικρᾶς δουλείας ἡμῶν, ἵνα ταπεινωθῶμεν, καὶ σπουδάσωμεν ἐλεηθῆναι; Ὅτε ἦσαν οἱ υἱοὶ Ἰσραὴλ εἰς Αἴγυπτον καὶ ἐδούλευον τῷ Φαραώ, ἐποίουν τὴν πλινθείαν· οἱ δὲ πλινθάρια ἐργαζόμενοι πάντοτε κάτω εἰσὶ κεκαμμένοι, εἰς τὴν γῆν προσέχοντες· οὕτως καὶ ἡ ψυχὴ ἐὰν κυριευθῇ ὑπὸ τοῦ διαβόλου καὶ ποιῇ τὴν κατ’ ἐνέργειαν ἁμαρτίαν, καταπατεῖ τὸ φρόνημα αὐτῆς καὶ ποιεῖ αὐτὴν μηδὲν φρονεῖν πνευματικόν, ἀλλὰ πάντοτε τὰ γήϊνα καὶ φρονεῖν καὶ ποιεῖν. Εἶτα ᾠκοδόμησαν αὐτῷ ἐκ τῶν πλινθαρίων ὧν εἰργάσαντο τρεῖς πόλεις ὀχυράς, τὴν Πιθὼ καὶ τὴν Ῥαμεσὶ καὶ τὴν Ὤν, ἥ ἐστιν Ἡλιόπολις. Αὗται δέ εἰσι φιληδονία καὶ φιλαργυρία καὶ φιλοδοξία, ἐξ ὧν συνίσταται πᾶσα ἁμαρτία.

Ὅτε δὲ ἀπέστειλεν ὁ Θεὸς τὸν Μωϋσῆν ἐξαγαγεῖν αὐτοὺς ἐξ Αἰγύπτου καὶ ἐκ τῆς δουλείας τοῦ Φαραώ, καταβαρύνει κατ’ αὐτῶν τὰ ἔργα καὶ λέγει αὐτοῖς· Σχολασταί ἐστε, σχολάζετε, διὰ τοῦτο λέγετε· Ἀπελθόντες λατρεύσωμεν Κυρίῳ τῷ Θεῷ ἡμῶν. Ὁμοίως καὶ ὁ διάβολος ὅταν ἴδῃ ὅτι ἐπένευσεν ὁ Θεὸς τοῦ ἐλεῆσαι ψυχὴν καὶ κουφίσαι αὐτὴν ἀπὸ τῶν παθῶν διὰ τοῦ λόγου αὐτοῦ ἢ διά τινος τῶν δούλων αὐτοῦ, τότε καὶ αὐτὸς πλεῖον βαρεῖ κατ’ αὐτῆς τὰ πάθη καὶ σφοδροτέρως πολεμεῖ αὐτήν.

Οἱ δὲ Πατέρες τοῦτο εἰδότες, ἐνδυναμοῦσι τὸν ἄνθρωπον διὰ τῆς διδασκαλίας αὐτῶν, καὶ οὐκ ἀφιοῦσιν αὐτὸν φοβηθῆναι· ὁ μὲν λέγων· Ἔπεσας; ἀνάστα· καὶ εἰ πάλιν ἔπεσας, καὶ πάλιν ἀνάστα, καὶ τὰ ἑξῆς· ἄλλος δὲ πάλιν λέγει· Ἡ ἰσχὺς τῶν θελόντων κτήσασθαι τὰς ἀρετάς, τοῦτό ἐστιν ἵνα ἐὰν πέσωσι, μὴ μικροψυχήσωσιν, ἀλλὰ πάλιν φροντίσωσι· καὶ ἕκαστος αὐτῶν ἁπλῶς διαφόρως, ὃ μὲν τοιῶσδε, ὃ δὲ τοιῶσδε, παρέχει χεῖρα τοῖς ἀγωνιζομένοις καὶ θλιβομένοις ὑπὸ τοῦ ἐχθροῦ. Καὶ αὐτοὶ γὰρ οὕτως παρέλαβον ἀπὸ τῆς θείας Γραφῆς λεγούσης· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; ἐπιστράφητε πρός με, τέκνα, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν, λέγει Κύριος, καὶ ὅσα τοιαῦτα.

Ὡς δὲ ἐβαρύνθη ἡ χεὶρ τοῦ Θεοῦ ἐπὶ Φαραὼ καὶ ἐπὶ τοὺς θεράποντας αὐτοῦ, καὶ ἠθέλησεν ἀποστεῖλαι τοὺς υἱοὺς Ἰσραήλ, λέγει τῷ Μωϋσῇ· Βαδίζετε, λατρεύετε Κυρίῳ τῷ Θεῷ ὑμῶν· πλὴν τῶν προβάτων ὑμῶν καὶ τῶν βοῶν ὑμῶν ὑπολείπεσθε· ἅτινα σημαίνει τοὺς κατὰ διάνοιαν λογισμούς, ὧν ἤθελεν ὁ Φαραὼ κυριεῦσαι, ἐλπίζων δι’ αὐτῶν πάλιν ἕλκειν τοὺς υἱοὺς Ἰσραὴλ πρὸς ἑαυτόν. Καὶ λέγει αὐτῷ Μωϋσῆς· Οὐχί, ἀλλὰ καὶ σὺ δώσεις ἡμῖν θυσίας καὶ ὁλοκαυτώματα, ἃ προσοίσομεν Κυρίῳ τῷ Θεῷ ἡμῶν, καὶ τὰ κτήνη ἡμῶν πορεύσονται μεθ’ ἡμῶν, καὶ οὐχ ὑπολειψόμεθα οὐδὲ ὁπλήν. Ὡς δὲ ἐξήγαγεν ὁ Μωϋσῆς τοῦς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου καὶ διεπέρασεν αὐτοὺς τὴν Ἐρυθρὰν θάλασσαν, θέλων ὁ Θεὸς ἀγαγεῖν αὐτοὺς εἰς τὰ ἑβδομήκοντα στελέχη τῶν φοινίκων καὶ εἰς τὰς δώδεκα πηγὰς τῶν ὑδάτων, πρῶτον φέρει αὐτοὺς εἰς Μεράν, καὶ θλίβεται ὁ λαὸς μὴ εὑρίσκων πιεῖν διὰ τὸ εἶναι τὸ ὕδωρ πικρόν· καὶ διὰ τῆς Μερᾶς ἤνεγκεν αὐτοὺς εἰς τὸν τόπον τῶν ἑβδομήκοντα φοινίκων καὶ τῶν δώδεκα πηγῶν τῶν ὑδάτων.

Οὕτως καὶ ἡ ψυχὴ ὅταν παύσηται τῆς κατ’ ἐνέργειαν ἁμαρτίας καὶ παρέλθῃ τὴν νοητὴν θάλασσαν, πρῶτον θέλει κοπιάσαι ἀγωνιζομένη καὶ πολλὰ θλιβομένη, καὶ οὕτως διὰ τῶν θλίψεων εἰσελθεῖν εἰς τὴν ἁγίαν ἀνάπαυσιν. Διὰ πολλῶν γὰρ θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Αἱ θλίψεις γὰρ κινοῦσι τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὴν ψυχήν, ὥσπερ οἱ ἄνεμοι κινοῦσι τὴν βροχήν. Καὶ ὥσπερ ἡ βροχὴ ἐπὶ πολὺ κατερχομένη, ἐάν ἐστιν ἔτι τὸ βλάστημα ἁπαλόν, σήπει αὐτὸ καὶ ἀπόλλυται ὁ καρπὸς αὐτοῦ, οἱ δὲ ἄνεμοι κατὰ μέρος ἀναξηραίνουσι καὶ στερεοῦσιν αὐτό· οὕτως ἐστὶ καὶ τὸ τῆς ψυχῆς. Ἡ ἄνεσις καὶ ἡ ἀμεριμνία καὶ ἡ ἀνάπαυσις χαυνοῦσι καὶ διαχέουσιν αὐτήν· οἱ δὲ πειρασμοὶ συσφίγγουσι αὐτὴν καὶ ἑνοῦσιν αὐτὴν τῷ Θεῷ, ὡς λέγει ὁ προφήτης· Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου. Ὥστε, καθὼς εἴπομεν, οὐ χρὴ ταράσσεσθαι ἡμᾶς, οὐδὲ ἀκηδιᾷν ἐν τοῖς πειρασμοῖς, ἀλλ’ ὑπομένειν καὶ εὐχαριστεῖν καὶ δέεσθαι τοῦ Θεοῦ ἐν ταπεινώσει διὰ παντὸς ἵνα ποιήσῃ μετὰ τῆς ἀσθενείας ἡμῶν ἔλεος καὶ σκεπάσῃ ἡμᾶς ἀπὸ παντὸς πειρασμοῦ εἰς δόξαν αὐτοῦ. Ἀμήν.