Ἔργον
Δωρόθεος Γάζης – Διδασκαλίαι διάφοροι
Διδασκαλία ΙΔ': Η οικοδόμηση των αρετών και η ελεημοσύνη
Η ισόρροπη καλλιέργεια των αρετών ως νοητή οικοδομή με θεμέλιο την πίστη και στέγη την αγάπη, και η λυτρωτική αξία της ελεημοσύνης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Διδασκαλία ΙΔ': Η οικοδόμηση των αρετών και η ελεημοσύνη
Η ισόρροπη καλλιέργεια των αρετών ως νοητή οικοδομή με θεμέλιο την πίστη και στέγη την αγάπη, και η λυτρωτική αξία της ελεημοσύνης.
ΙΔʹ. ΠΕΡΙ ΟΙΚΟΔΟΜΗΣ ΚΑΙ ΑΡΜΟΛΟΓΙΑΣ ΤΩΝ ΤΗΣ ΨΥΧΗΣ ΑΡΕΤΩΝ Ἡ Γραφὴ λέγει περὶ ἐκείνων τῶν μαιῶν αἵτινες ἐζωογόνουν τὰ ἄρσενα τῶν Ἰσραηλιτῶν, ὅτι διὰ τὸ φοβεῖσθαι τὰς μαίας τὸν Θεόν, ἐποίησαν ἑαυταῖς οἰκίας. Ἆρα περὶ αἰσθητῶν οἰκιῶν λέγει; Καὶ ποῖον ἔχει λόγον τοῦ κτίζεσθαι ταύτας τὰς οἰκίας διὰ τὸν φόβον τοῦ Θεοῦ; Καίτοι γε ἡμεῖς τὸ ἐναντίον καὶ οὓς ἔχομεν οἴκους διδασκόμεθα ἐν καιρῷ καταλιμπάνειν διὰ τὸν φόβον τοῦ Θεοῦ· ὥστε οὐ λέγει περὶ αἰσθητοῦ οἴκου, ἀλλὰ περὶ τοῦ οἴκου τῆς ψυχῆς, ὃν οἰκοδομεῖ τις ἑαυτῷ διὰ τῆς φυλακῆς τῶν ἐντολῶν τοῦ Θεοῦ. Διδάσκει ἡμᾶς διὰ τούτου ἡ Γραφὴ ὅτι ὁ φόβος τοῦ Θεοῦ παρασκευάζει τὴν ψυχὴν φυλάττειν τὰς ἐντολάς, καὶ διὰ τῶν ἐντολῶν οἰκοδομεῖται ὁ τῆς ψυχῆς οἶκος. Πρόσχωμεν καὶ ἡμεῖς ἑαυτοῖς, ἀδελφοί, φοβηθῶμεν καὶ ἡμεῖς τὸν Θεὸν καὶ οἰκοδομήσωμεν ἑαυτοῖς οἰκίας, ἵνα εὕρωμεν ἑαυτοῖς σκέπην ἐν καιρῷ χειμῶνος, ἐν καιρῷ ὄμβρου καὶ ἀστραπῶν καὶ βροντῶν, ὅτι μεγάλη ἐστὶν ἡ ἀνάγκη τοῦ χειμῶνος τῷ μὴ ἔχοντι οἶκον.
Πῶς δὲ οἰκοδομεῖται ὁ οἶκος τῆς ψυχῆς; ἀπὸ τοῦ αἰσθητοῦ οἴκου δυνάμεθα μαθεῖν τὴν ἀκρίβειαν τοῦ πράγματος. Χρῄζει γὰρ ὁ θέλων οἰκοδομῆσαι τὸν οἶκον τοῦτον, πανταχόθεν ἀσφαλίσασθαι αὐτὸν καὶ ἐκ τετραπλεύρου ἀνενέγκαι τὴν οἰκοδομὴν καὶ μὴ ἑνὸς μὲν μέρους φροντίζειν, τῶν δὲ ἄλλων καταφρονεῖν, ἐπεὶ οὐδὲν ὠφελεῖ, ἀλλὰ καὶ τὸν κόπον καὶ τὰ δαπανήματα ὅλα εἰς μάτην ποιεῖ. Οὕτως ἐστὶ καὶ ἐπὶ τῆς ψυχῆς. Χρῄζει γὰρ ὁ ἄνθρωπος μηδενὸς μέρους τῆς οἰκοδομῆς αὐτοῦ ἀμελεῖν, ἀλλ’ ἴσην καὶ ἁρμοδίως ἀναφέρειν αὐτήν. Τοῦτο δέ ἐστιν ὃ λέγει ὁ ἀββᾶς Ἰωάννης·
Ἐγὼ θέλω τὸν ἄνθρωπον λαμβάνειν μικρὸν ἀπὸ ἑκάστης ἀρετῆς, καὶ μὴ καθώς τινες ποιοῦσι, κρατοῦντες μίαν ἀρετὴν καὶ μένοντες εἰς αὐτὴν καὶ αὐτὴν ἐργαζόμενοι μόνην, ἀμελοῦντες τῶν λοιπῶν. Ἴσως δὲ καὶ προτέρημα ἔχουσιν εἰς αὐτὴν τὴν ἀρετήν, καὶ ἐκ τούτου οὔτε βαροῦνται ὑπὸ τοῦ ἐναντιουμένου αὐτῇ πάθους· λοιπὸν κλέπτονται ὑπὸ τῶν ἄλλων παθῶν καὶ βαροῦνται ὑπ’ αὐτῶν, καὶ οὐ μέλει αὐτοῖς, ἀλλὰ νομίζουσιν ἔχειν τί ποτε μέγα. Οὗτοι δὲ ἐοίκασι τῷ οἰκοδομοῦντι ἕνα τοῖχον καὶ ὑψοῦντι αὐτὸν ἄνω ὅσον δύναται, καὶ προσέχοντι εἰς τὸ ὕψος τοῦ τοίχου ἐκείνου καὶ νομίζοντι ὅτι τί ποτε μέγα ἐποίησε, καὶ οὐκ εἶδεν ὅτι εἷς ἄνεμος, ἐὰν ἔλθῃ, βάλλει αὐτὸν κάτω· μόνος γὰρ ἵσταται, μὴ ἔχων τὸν σύνδεσμον τῶν ἄλλων τοίχων.
Οὔτε σκέπην δύναταί τις ποιῆσαι ἑαυτῷ ἀπὸ ἑνὸς τοίχου· γεγύμνωται γὰρ ἐξ ὅλων τῶν ἄλλων μερῶν· οὐ χρὴ δὲ οὕτως ποιεῖν· ἀλλὰ μᾶλλον ὁ θέλων οἰκοδομῆσαι τὸν οἶκον αὐτοῦ καὶ ποιῆσαι ἑαυτῷ σκέπην, ὀφείλει ἐκ παντὸς μέρους οἰκοδομεῖν αὐτὸν καὶ πανταχόθεν αὐτὸν ἀσφαλίζεσθαι.
Καὶ λέγω πῶς· Πρῶτον ὀφείλει βαλεῖν τὸν θεμέλιον, ἥτις ἐστὶν ἡ πίστις· ἄνευ γὰρ πίστεως, ὡς λέγει ὁ Ἀπόστολος, ἀδύνατον εὐαρεστῆσαι τῷ Θεῷ, καὶ οὕτως κτίζειν ἐπὶ τὸν θεμέλιον τοῦτον τὴν οἰκοδομὴν κατὰ ἀναλογίαν.
Ὑπήντησεν ὑπακοῇ; ὀφείλει βαλεῖν ἕνα λίθον ὑπακοῆς. Συμβαίνει παροξυσμὸς ἀδελφοῦ; ὀφείλει βαλεῖν ἕνα λίθον μακροθυμίας. Ὑπήντησεν ἐγκρατείᾳ; ὀφείλει βαλεῖν ἕνα λίθον ἐγκρατείας. Οὕτως ἀπὸ ἑκάστης ἀρετῆς ἀπαντώσης, δεῖ βαλεῖν ἕνα λίθον εἰς τὴν οἰκοδομήν, καὶ οὕτως κύκλῳ ἀναφέρειν αὐτὴν ἀπὸ ἑνὸς λίθου συμπαθείας, ἑνὸς λίθου κοπῆς θελήματος, ἑνὸς λίθου πραότητος, καὶ τῶν ὁμοίων.
Ἐπιμελεῖσθαι δὲ ὀφείλει ἐν πᾶσι τούτοις τῆς ὑπομονῆς καὶ τῆς ἀνδρείας· αὗται γάρ εἰσιν αἱ γωνίαι, καὶ δι’ αὐτῶν συσφίγγεται ἡ οἰκοδομὴ καὶ ἑνοῦται τοῖχος πρὸς τοῖχον καὶ οὐ κλίνουσιν οὐδὲ ῥήγνυνται ἀπ’ ἀλλήλων οἱ τοῖχοι.
Χωρὶς γὰρ τούτων οὐκ εὐτονεῖ τις τελειῶσαι οὐδεμίαν ἀρετήν. Ἐὰν γὰρ μὴ ἔχῃ τις ἀνδρείαν ἐν τῇ ψυχῇ, οὐδὲ ὑπομένει· καὶ ἐὰν μὴ ᾖ ὑπομονή, οὐδεὶς δύναται παντελῶς κατορθῶσαι. Διὰ τοῦτο λέγει· Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Θέλει ὁμοίως ὁ κτίζων ἕκαστον λίθον κατὰ πηλοῦ βαλεῖν· ἐὰν γὰρ βάλῃ λίθον ἐπάνω λίθου ἄνευ πηλοῦ, κλῶνται οἱ λίθοι καὶ πίπτει ὁ οἶκος. Ὁ πηλός ἐστιν ἡ ταπείνωσις, ἐπειδὴ ἀπὸ τῆς γῆς ἐστι καὶ ὑπὸ τοὺς πόδας ἐστὶ πάντων.
Πᾶσα οὖν ἀρετὴ ἄνευ ταπεινώσεως γινομένη οὐκ ἔστιν ἀρετή, ὡς λέγει καὶ εἰς τὸ Γεροντικόν· Ὥσπερ ἀδύνατον ναῦν χωρὶς ἥλων κατασκευασθῆναι, οὕτως ἀμήχανον σωθῆναι χωρὶς ταπεινοφροσύνης. Ὀφείλει οὖν τις ὃ ἐὰν ποιῇ ἀγαθόν, μετὰ ταπεινώσεως ποιεῖν, ἵνα διὰ τῆς ταπεινώσεως συντηρηθῇ τὸ γενόμενον. Θέλει δὲ ἔχειν ὁ οἶκος καὶ ταῦτα τὰ λεγόμενα ἱμαντώματα, ἅτινά ἐστιν ἡ διάκρισις ἡ στερεοῦσα τὸν οἶκον καὶ ἑνοῦσα λίθον πρὸς λίθον καὶ συσφίγγουσα τὴν οἰκοδομήν, μετὰ τοῦ καὶ εὐπρέπειαν πολλὴν παρέχειν τῷ οἴκῳ.
Ἡ δὲ στέγη ἐστὶν ἡ ἀγάπη, ἥτις ἐστὶν ἡ τελείωσις τῶν ἀρετῶν, καθάπερ ἡ στέγη τοῦ οἴκου. Εἶτα μετὰ τὴν στέγην, ἡ περιστεφάνωσις τοῦ δώματος. Τί ἐστιν ἡ περιστεφάνωσις; Καὶ ἐν τῷ νόμῳ γέγραπται· Ἐὰν οἰκοδομήσητε ἑαυτοῖς οἶκον καὶ ποιήσητε αὐτῷ δῶμα, ποιήσατε στεφάνωμα τῷ δώματι, ἵνα μὴ πέσωσι τὰ παιδία ὑμῶν ἀπὸ τοῦ δώματος.
Ἡ στεφάνωσίς ἐστιν ἡ ταπείνωσις. Αὕτη γάρ ἐστιν ἡ στεφανοῦσα καὶ φυλάττουσα πάσας τὰς ἀρετάς. Καὶ ὥσπερ ἑκάστη ἀρετὴ μετὰ ταπεινώσεως θέλει γίνεσθαι, καθ’ ὃν τρόπον εἴπομεν ὅτι ἕκαστος λίθος κατὰ πηλοῦ βάλλεται, οὕτως καὶ ἡ τελείωσις τῆς ἀρετῆς χρῄζει τῆς ταπεινώσεως, ᾗ καὶ ὅτι φυσικῶς προκόπτοντες οἱ ἅγιοι, εἰς ταπείνωσιν ἔρχονται· ὥσπερ ἀεὶ λέγω ὑμῖν ὅτι ὅσον ἐγγίζει τις τῷ Θεῷ, τοσοῦτον βλέπει ἑαυτὸν ἁμαρτωλόν.
Τί δέ ἐστι τὰ παιδία περὶ ὧν εἶπεν ὁ νόμος ἵνα μὴ πέσωσιν ἀπὸ τοῦ δώματος; Τὰ παιδία εἰσὶν οἱ λογισμοὶ οἱ γινόμενοι ἐν τῇ ψυχῇ, οὓς δεῖ φυλάττειν διὰ τῆς ταπεινώσεως, ἵνα μὴ καὶ ἀπ’ αὐτοῦ τοῦ δώματος ἐκπέσωσιν, ὅπερ εἴπαμεν εἶναι τὴν τελείωσιν τῶν ἀρετῶν.
Ἰδοὺ ὁ οἶκος ἐτελειώθη· ἔχει τὰ ἱμαντώματα· ἔχει τὴν στέγην· ἰδοὺ καὶ ἡ περιστεφάνωσις, καὶ ἅπαξ ἁπλῶς τετελείωται ὁ οἶκος. Ἆρα μὴ λείπει αὐτῷ τί ποτε; Ναί, ἄλλο ἓν παρελείψαμεν. Τί δέ ἐστι τοῦτο; ἵνα ἐστὶν ὁ οἰκοδόμος τεχνίτης. Ἐὰν γὰρ μή ἐστι τεχνίτης, στρεβλοῖ μικρὸν τὴν οἰκοδομὴν καὶ ὁτεδήποτε πίπτει ὁ οἶκος. Ὁ τεχνίτης ἐστὶν ὁ ἐν γνώσει ποιῶν. Συμβαίνει γὰρ ὅτι καὶ ποιεῖ τις τὸν κόπον τῆς ἀρετῆς, καὶ ἐκ τοῦ μὴ ποιεῖν ἐν γνώσει, ἀναλύει αὐτὸν ἢ μένει ἀσυστροφῶν καὶ μὴ εὑρίσκων πληρῶσαι τὸ ἔργον, ἀλλὰ βάλλων ἕνα λίθον καὶ ἐπαίρων αὐτόν. Ἔστιν δὲ ἄλλος βάλλων ἕνα καὶ ἐπαίρων δύο· οἷόν τι λέγω· Ἰδοὺ ἔρχεταί τις ἀδελφὸς καὶ λέγει σοι ῥῆμα θλίβων σε ἢ πλήσσων, καὶ σιωπᾷς καὶ βάλλεις μετάνοιαν· ἰδοὺ ἔβαλες ἕνα λίθον. Εἶτα ὑπάγεις καὶ λέγεις ἄλλῳ ἀδελφῷ·
Ὕβρισέ με ὁ δεῖνα· τόδε καὶ τόδε εἶπέ μοι· καὶ οὐ μόνον ἐσιώπησα, ἀλλὰ καὶ μετάνοιαν αὐτῷ ἔβαλον. Ἰδοὺ ἕνα λίθον ἔβαλες καὶ δύο ἐπῆρες. Πάλιν βάλλει τις μετάνοιαν θέλων δοξασθῆναι, καὶ εὑρίσκεται ταπείνωσις μετὰ κενοδοξίας.
Τοῦτό ἐστι τὸ βαλεῖν ἕνα λίθον καὶ ἐπᾶραι αὐτόν. Ὁ δὲ ἐν γνώσει ποιῶν μετάνοιαν, πείθει ἑαυτὸν ἀκριβῶς ὅτι αὐτὸς ἐσφάλη, καὶ πληροφορεῖ ἑαυτὸν ὅτι αὐτός ἐστιν ὁ αἴτιος. Τοῦτό ἐστι τὸ ἐν γνώσει ποιεῖν μετάνοιαν. Ἄλλος ἀσκεῖ σιωπήν, ἀλλ’ οὐκ ἐν γνώσει· ἔχει γὰρ ὅτι ἀρετὴν ποιεῖ· ὁ τοιοῦτος οὐδὲν ποιεῖ. Ὁ δὲ ἐν γνώσει σιωπῶν ἔχει ὅτι ἀνάξιός ἐστι τοῦ λαλῆσαι, ὡς εἶπον οἱ Πατέρες, καὶ αὕτη ἐστὶ σιωπὴ ἐν γνώσει. Πάλιν τις οὐ μετρεῖ ἑαυτὸν καὶ νομίζει ὅτι τί ποτε μέγα ποιεῖ καὶ ὅτι ἑαυτὸν ταπεινοῖ, καὶ οὐκ οἶδεν ὅτι οὐδὲν ποιεῖ, ἐπειδὴ οὐκ ἐν γνώσει ποιεῖ. Τὸ δὲ μὴ μετρεῖν ἑαυτὸν ἐν γνώσει, τοῦτό ἐστι τὸ ἔχειν ἑαυτὸν ὅτι οὐδέν ἐστιν, οὐδὲ ἄξιός ἐστι τοῦ ψηφισθῆναι μετὰ ἀνθρώπων, ὥσπερ εἶπεν ἑαυτῷ ὁ ἀββᾶς Μωϋσῆς· Σποδόδερμε μελανέ, μὴ ὢν ἄνθρωπος, τί ἔρχῃ ἐν μέσῳ ἀνθρώπων;
Πάλιν ὑπηρετεῖ τις ἀρρώστῳ, ἀλλὰ διὰ τὸ ἔχειν μισθὸν ὑπηρετεῖ, καὶ οὐκ ἔστιν οὐδὲ τοῦτο ἐν γνώσει. Καὶ λοιπὸν εἴ τι δ’ ἂν συμβῇ αὐτῷ λυπηρόν, εὐθέως ἐκκόπτει αὐτὸν ἀπὸ τοῦ καλοῦ ἔργου αὐτοῦ καὶ οὐ φθάνει πληρῶσαι, ἐπειδὴ οὐκ ἐν γνώσει ποιεῖ. Ὁ δὲ ἐν γνώσει ὑπηρετῶν, διὰ τὸ κτήσασθαι συμπάθειαν ὑπηρετεῖ, διὰ τὸ κτήσασθαι σπλάγχνα οἰκτιρμῶν· ὁ γὰρ ἔχων σκοπὸν τοιοῦτον, εἴ τι δ’ ἂν συμβῇ αὐτῷ, κἂν θλίψις ἔξωθεν, κἂν αὐτὸς ὁ ἄρρωστος ὀλιγωρήσῃ πρὸς αὐτόν, αὐτὸς ἀταράχως βαστάζει, προσέχων τῷ ἰδίῳ σκοπῷ καὶ εἰδὼς ὅτι μᾶλλον ὁ ἄρρωστος αὐτὸν εὐεργετεῖ ἤπερ αὐτὸς τὸν ἄρρωστον. Πιστεύσατε γὰρ ὅτι καὶ ἀπὸ παθῶν καὶ πολέμων κουφίζεται ὁ ἐν γνώσει ὑπηρετῶν ἀρρώστῳ. Ἐγὼ γὰρ οἶδα ἀδελφὸν πολεμούμενον ὑπὸ αἰσχρᾶς ἐπιθυμίας, καὶ διὰ τὸ ὑπηρετεῖν ἀρρώστῳ δυσεντεριῶντι μετὰ γνώσεως ἀπαλλαγέντα τοῦ πολέμου. Καὶ Εὐάγριος λέγει περί τινος μεγάλου γέροντος ὅτι τινὰ τῶν ἀδελφῶν ταρασσόμενον ἐν ταῖς νυξὶ τῶν τοιούτων φαντασμάτων ἀπήλλαξεν, ἀσθενέσι μετὰ νηστείας ὑπηρετῆσαι προστάξας. Καὶ ἔλεγεν ἐρωτηθεὶς τὸν περὶ τούτου λόγον ὅτι· Οὐδενὶ οὕτως ὡς ἐλέῳ τὰ τοιαῦτα κατασβέννυται πάθη.
Πάλιν ἐὰν ἀσκῇ τις ἢ διὰ κενοδοξίαν ἢ ἔχων ὅτι ἀρετὴν ποιεῖ, οὐκ ἀσκεῖ ὁ τοιοῦτος ἐν γνώσει· λοιπὸν ἐκ τούτου ἄρχεται ἐξουδενεῖν τὸν ἀδελφὸν αὐτοῦ ἔχων ἑαυτόν τί ποτε, καὶ εὑρίσκεται οὐ μόνον βάλλων ἕνα λίθον καὶ ἐπαίρων δύο, ἀλλὰ καὶ ὅλον τὸν τοῖχον κινδυνεύων ῥίψαι διὰ τοῦ κατακρίνειν τὸν πλησίον. Ὁ δὲ ἐν γνώσει ἐγκρατευόμενος, οὐκ ἔχει ὅτι ἀρετὴν ποιεῖ, οὐδὲ θέλει ἐπαινεῖσθαι ὡς ἀσκητής, ἀλλὰ ἔχει ὅτι διὰ τῆς ἐγκρατείας κτᾶται σωφροσύνην καὶ ὅτι διὰ ταύτης ἔρχεται εἰς ταπείνωσιν, ὡς λέγουσιν οἱ Πατέρες ὅτι ἡ ὁδὸς τῆς ταπεινώσεώς ἐστιν οἱ κόποι οἱ σωματικοὶ ἐν γνώσει, καὶ τὰ ἑξῆς. Καὶ ἁπλῶς ἑκάστην ἀρετὴν οὕτως δεῖ τινα ποιεῖν, ὥστε κτήσασθαι αὐτὴν καὶ γενέσθαι ἐν ἕξει αὐτῆς. Καὶ εὑρίσκεται, ὡς εἴπομεν, καλὸς καὶ τεχνίτης οἰκοδόμος, δυνάμενος μετὰ ἀσφαλείας οἰκοδομῆσαι τὸν ἴδιον οἶκον.
Ὁ θέλων οὖν ἐλθεῖν σὺν Θεῷ εἰς τοιαύτην καλὴν κατάστασιν, οὐκ ὀφείλει λέγειν· Μεγάλαι εἰσὶν αἱ ἀρεταί, καὶ οὐ δύναμαι φθάσαι αὐτάς. Τοῦτο γὰρ ἢ μὴ ἐλπίζοντός ἐστιν εἰς τὴν βοήθειαν τοῦ Θεοῦ, ἢ ὀκνοῦντος ἐπιβαλέσθαι εἴς τί ποτε ἀγαθόν· ἐπεὶ ποίαν θέλετε ἀρετὴν καὶ γυμνάζωμεν· καὶ βλέπετε ὅτι ἐν ἡμῖν ἐστι καὶ τὸ κατορθῶσαι, ἐὰν θέλωμεν· ἰδοὺ λέγει· Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Μὴ πρόσχῃς πόσον ἀπέχῃς ἀπὸ τῆς ἀρετῆς, καὶ ἄρξῃ δειλιᾷν καὶ λέγειν· Πῶς δύναμαι ἀγαπῆσαι τὸν πλήσιον ὡς ἑαυτόν; πῶς δύναμαι τὰς θλίψεις αὐτοῦ μεριμνᾷν ὥσπερ τὰς ἐμάς, καὶ μάλιστα τὰς κεκρυμμένας ἐν τῇ καρδίᾳ αὐτοῦ, ἃς μήτε βλέπω μήτε γινώσκω ὥσπερ τὰς ἐμαυτοῦ;
Μὴ ἀπασχολήσῃς ἑαυτὸν εἰς τὸ λογίζεσθαι ταῦτα, καὶ μὴ νομίσῃς ὑπέρογκον εἶναι καὶ δυσκατόρθωτον τὴν ἀρετήν, ἀλλὰ βάλλε τέως ἀρχὴν πιστεύων τῷ Θεῷ. Δεῖξον αὐτῷ τὴν προαίρεσίν σου καὶ τὴν σπουδήν, καὶ βλέπεις τὴν βοήθειαν ἣν παρέχει σοι εἰς τὸ κατορθῶσαι.
Οἷόν τι λέγω· Ὑπόθου μοι δύο κλίμακας εἶναι, τὴν μὲν ἀναφέρουσαν ἄνω εἰς τὸν οὐρανόν, τὴν δὲ ἄλλην καταφέρουσαν κάτω εἰς τὸν ᾅδην, καὶ σὺ ἵστασαι εἰς τὴν γῆν μέσον τῶν δύο κλιμάκων. Μὴ θελήσῃς λογίσασθαι καὶ εἰπεῖν·
Πῶς δύναμαι πετασθῆναι ἐκ τῆς γῆς καὶ εὑρεθῆναι ἅπαξ ἄνω εἰς τὸ ἄκρον τῆς κλίμακος; Οὔτε γὰρ δυνατόν ἐστιν, οὔτε ἀπαιτεῖ σε ὁ Θεὸς τοῦτο· ἀλλὰ φύλαξαι τέως μὴ κατελθεῖν κάτω· μὴ κακοποιήσῃς τὸν πλησίον, μὴ πλήξῃς, μὴ καταλαλήσῃς, μὴ λοιδορήσῃς, μὴ ἐξουδενώσῃς· καὶ οὕτως λοιπὸν ἄρχῃ καὶ εὐεργετεῖν μικρὸν διὰ τοῦ θεραπεύειν λόγῳ τὸν ἀδελφόν σου, διὰ τοῦ συμπάσχειν αὐτῷ καί, ἐὰν χρήσῃ πράγματος, ἐπιδιδόναι αὐτῷ· καὶ οὕτως μίαν μίαν βαθμίδα ἀνερχόμενος, φθάνεις σὺν Θεῷ καὶ εἰς τὸ ἄκρον τῆς κλίμακος. Διὰ γὰρ τοῦ κατὰ μικρὸν μικρὸν βοηθεῖν τῷ πλησίον, ἔρχῃ καὶ εἰς τὸ θέλειν τὸ συμφέρον αὐτῷ ὡς τὸ συμφέρον σοι, καὶ τὴν ὠφέλειαν αὐτοῦ ὡς τὴν σήν. Καὶ τοῦτό ἐστι τὸ Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν.
Ἐὰν ζητήσωμεν, εὑρίσκομεν, καὶ ἐὰν αἰτῶμεν τὸν Θεόν, φωτίζει ἡμᾶς. Λέγει γὰρ εἰς τὸ Εὐαγγέλιον· Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν, ζητεῖτε καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται ὑμῖν. Αἰτεῖτε, λέγει, ἵνα παρακαλῶμεν διὰ τῆς εὐχῆς.
Τὸ δὲ ζητῆσαί ἐστιν τὸ ἐρευνᾷν πῶς ἔρχεται αὕτη ἡ ἀρετή, τί ἐστιν τὸ φέρον αὐτήν, τί ὀφείλομεν ποιῆσαι ἵνα κτησώμεθα αὐτήν. Τὸ οὕτως καθ’ ἑκάστην ἐρευνᾷν ἐστι τὸ Ζητεῖτε καὶ εὑρήσετε. Τὸ δὲ κροῦσαί ἐστι τὸ ἐνεργῆσαι τὰς ἐντολάς.
Ἕκαστος γὰρ κρούων, διὰ τῶν χειρῶν κρούει· αἱ δὲ χεῖρες εἰς τὴν πρακτικὴν λαμβάνονται. Θέλομεν οὖν μὴ μόνον αἰτεῖν, ἀλλὰ καὶ ζητεῖν καὶ ποιεῖν, σπουδάζοντες εἶναι ὡς εἶπεν ὁ Ἀπόστολος· Κατηρτισμένοι εἰς πᾶν ἔργον ἀγαθόν. Τί ἐστι κατηρτισμένοι; Ὅταν θέλῃ τις κατασκευάσαι πλοῖον, πρῶτον ἑτοιμάζει πᾶσαν τὴν χρείαν τοῦ πλοίου ἕως καὶ μικρῶν καρφίων καὶ μικρᾶς πίσσης καὶ μικροῦ στυππίου· ὁμοίως καὶ ἱστάριον ἐὰν θέλῃ γυνὴ στῆσαι, ἑτοιμάζει ἕως καὶ μικροῦ καλαμίου καὶ μικροῦ ῥάμματος· τοῦτο λέγεται κατάρτιος τὸ ἔχειν πᾶσαν τὴν χρείαν τοῦ πράγματος ἡτοιμασμένην.
Οὕτως οὖν ἵνα ἐσμὲν καὶ ἡμεῖς κατηρτισμένοι εἰς πᾶν ἔργον ἀγαθόν, ἔχοντες πᾶσαν τὴν ἑτοιμασίαν ἡμῶν εἰς τὸ ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ μετὰ γνώσεως, ὡς θέλει καὶ ὡς ἀρέσκει αὐτῷ. Τί ἐστιν ὃ λέγει ὁ Ἀπόστολος· Τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον;
Πάντα τὰ γινόμενα ἢ κατὰ συγχώρησιν Θεοῦ γίνεται ἢ κατ’ εὐδοκίαν, ὡς λέγει ἐν τῷ προφήτῃ· Ἐγὼ Κύριος ποιῶν φῶς καὶ κτίζων σκότος· καὶ πάλιν· Οὐκ ἔστι κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησεν. Κακίαν λέγει πάντα τὰ κακωτικά, οἱονεὶ τὰ θλιβερὰ τὰ γινόμενα πρὸς παίδευσιν ἡμῶν διὰ τὴν κακίαν ἡμῶν, ἅτινά ἐστι λιμός, λοιμός, ἀβροχία, νόσοι, πόλεμοι. Ταῦτα οὐ γίνονται κατ’ εὐδοκίαν Θεοῦ, ἀλλὰ κατὰ συγχώρησιν, συγχωροῦντος τοῦ Θεοῦ ἐπενεχθῆναι αὐτὰ ἡμῖν πρὸς τὸ συμφέρον. Ταῦτα οὖν οὐ θέλει ἡμᾶς θέλειν ὁ Θεός, οὐδὲ συντρέχειν αὐτοῖς· οἷόν τι λέγω· Ἔστι θέλημα Θεοῦ, ὡς εἴπομεν κατὰ συγχώρησιν, τὸ στραφῆναι πόλιν. Οὐ θέλει οὖν ἡμᾶς, ἐπειδὴ θέλημα αὐτοῦ ἐστι στραφῆναι αὐτήν, ἵνα βάλωμεν καὶ ἡμεῖς πῦρ καὶ καύσωμεν, ἢ ἵνα λάβωμεν ἀξίνας καὶ καταστρέψωμεν.
Πάλιν εὑρίσκεται συγχώρησις Θεοῦ ἵνα θλιβῇ τις ἢ ἵνα ἀρρωστήσῃ· οὐκ ἐπειδὴ θέλημα αὐτοῦ ἐστιν ἵνα θλιβῇ, θέλει ἡμᾶς ἵνα θλίβωμεν αὐτὸν ἢ ἵνα εἴπωμεν ὅτι ἐπειδὴ θέλημα Θεοῦ ἐστιν ἵνα ἀσθενήσῃ, μὴ ἐλεήσωμεν αὐτόν.
Τοῦτο οὐ θέλει ὁ Θεός, οὐ θέλει ἡμᾶς ὑπουργῆσαι τῷ τοιούτῳ αὐτοῦ θελήματι. Τοιούτους θέλει ἡμᾶς εἶναι ἀγαθούς, ὅτι ἃ αὐτὸς ποιεῖ, οὐ θέλει ἵνα θελήσωμεν. Ἀλλὰ τί θέλει ἡμᾶς θέλειν; τὸ θέλημα αὐτοῦ τὸ ἀγαθόν, τὸ κατ’ εὐδοκίαν, ὡς εἶπον, γινόμενον. Τοῦτο δέ ἐστι πάντα τὰ κατ’ ἐντολὴν γινόμενα, τὸ ἀλλήλους ἀγαπᾷν, τὸ συμπάσχειν, τὸ ποιεῖν ἐλεημοσύνην, καὶ ὅσα τοιαῦτα. Ἰδοὺ τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθόν.
Τί δέ ἐστι καὶ εὐάρεστον; Οὐδὲ γὰρ καὶ ποιῶν τις ἀγαθὸν πάντως ὅτι καὶ εὐάρεστον αὐτὸ ποιεῖ. Καὶ λέγω πῶς· Συμβαίνει ὅτι εὑρίσκει τις μίαν ὀρφανὴν πτωχὴν εὔμορφον, καὶ ἀρέσκεται αὐτῇ διὰ τὴν εὐμορφίαν, καὶ λαμβάνει καὶ ἀνατρέφει αὐτὴν δοξῶν ὡς ὀρφανήν. Ἰδοὺ καὶ θέλημα Θεοῦ ἐστι καὶ ἀγαθόν ἐστιν, οὐ μέντοι καὶ εὐάρεστον. Τὸ δὲ εὐάρεστόν ἐστιν ὅταν ποιῇ τις ἐλεημοσύνην οὐ διά τινα λογισμὸν ἀνθρώπινον, ἀλλὰ δι’ αὐτὸ τὸ καλόν, δι’ αὐτὴν τὴν συμπάθειαν, τοῦτό ἐστιν τὸ εὐάρεστον τῷ Θεῷ.
Τὸ δὲ τέλειόν ἐστιν ὅταν ποιῇ τις ἐλεημοσύνην, μὴ κατὰ κνιπίαν, μηδὲ κατὰ ὄκνον, μηδὲ κατὰ ὀλιγωρίαν, ἀλλὰ πάσῃ δυνάμει καὶ πάσῃ προαιρέσει, οὕτως παρέχων ὡς αὐτὸς λαμβάνων, οὕτως εὐεργετῶν ὡς αὐτὸς εὐεργετούμενος· καὶ τότε γίνεται τέλειον. Καὶ οὕτως εὑρίσκεταί τις ποιῶν τὸ θέλημα τοῦ Θεοῦ, ὡς λέγει ὁ Ἀπόστολος, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον. Ἰδοὺ τοῦτό ἐστι τὸ ἐν γνώσει ποιεῖν.
Θέλει γάρ τις γινώσκειν αὐτὸ τὸ ἀγαθὸν τῆς ἐλεημοσύνης, αὐτὴν τὴν χάριν αὐτῆς, ὅτι μεγάλη ἐστίν, ὅτι δύναται καὶ ἁμαρτίας ἀφιέναι, καθὼς λέγει ὁ προφήτης· Λύτρον ἀνδρός, ὁ ἴδιος πλοῦτος. Καὶ πάλιν ἀλλαχοῦ λέγει·
Ἐν ἐλεημοσύναις λύτρωσαι τὰς ἁμαρτίας σου. Καὶ ὅτι αὐτὸς ὁ Κύριος εἶπε· Γίνεσθε οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν. Οὐκ εἶπε· Νηστεύσατε, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος νηστεύει. Οὐδὲ εἶπε· Γίνεσθε ἀκτήμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀκτήμων ἐστίν. Ἀλλὰ τί λέγει; Γίνεσθε οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν. Ἰδικῶς γὰρ ἡ ἀρετὴ αὕτη μιμεῖται Θεόν· χαρακτηρίζει αὐτόν.
Χρεία οὖν ἐστιν, ὡς εἴπομεν, τούτῳ τῷ σκοπῷ προσέχειν ἀεὶ καὶ ἐν γνώσει ποιεῖν. Πολλὴ γάρ ἐστιν ἡ διαφορὰ καὶ ἐπὶ τοῦ σκοποῦ τῆς ἐλεημοσύνης. Ἔστι γάρ τις ποιῶν ἐλεημοσύνην διὰ τὸ εὐλογηθῆναι τὸ χωρίον αὐτοῦ, καὶ ὁ Θεὸς εὐλογεῖ τὸ χωρίον αὐτοῦ· ἄλλος ποιεῖ ἐλεημοσύνην διὰ τὸ σωθῆναι τὸ πλοῖον αὐτοῦ, καὶ ὁ Θεὸς σώζει τὸ πλοῖον αὐτοῦ· ἄλλος ποιεῖ διὰ τὰ τέκνα αὐτοῦ, καὶ ὁ Θεὸς φυλάττει τὰ τέκνα αὐτοῦ· ἄλλος ποιεῖ διὰ τὸ δοξασθῆναι, καὶ ὁ Θεὸς δοξάζει αὐτόν· καὶ οὐκ ἀθετεῖ ὁ Θεός τινα, ἀλλ’ ὃ θέλει ἕκαστος παρέχει αὐτῷ, ὅταν μὴ βλάπτηται ἐκ τούτου ἡ ψυχὴ αὐτοῦ.
Ἀλλ’ οὗτοι πάντες ἀπέχουσι τὸν μισθὸν αὐτῶν· οὐδὲν γὰρ ἀπέθεντο ἑαυτοῖς παρὰ τῷ Θεῷ, ἐπειδὴ καὶ ὁ σκοπὸς ὃν προέθεντο, οὐκ ἦν διὰ τὴν ὠφέλειαν τῆς ψυχῆς. Διὰ τὸ εὐλογηθῆναι τὸ χωρίον σου ἐποίησας; εὐλόγησεν ὁ Θεὸς τὸ χωρίον σου· διὰ τὰ τέκνα σου ἐποίησας; ἐφύλαξε τὰ τέκνα σου ὁ Θεός· διὰ τὸ δοξασθῆναι ἐποίησας; ἐδόξασέ σε.
Τί οὖν χρεωστεῖ σοι ὁ Θεός; Ἀπέδωκέ σοι τὸν μισθὸν δι’ ὃν ἐποίησας. Ἔστι δὲ ἄλλος ποιῶν ἐλεημοσύνην, ἵνα ῥυσθῇ ἀπὸ τῆς μελλούσης κολάσεως· ἰδοὺ οὗτος ποιεῖ διὰ τὴν ψυχὴν αὐτοῦ, οὗτος κατὰ Θεὸν ποιεῖ· πλὴν οὐκ ἔστι καὶ καθὼς θέλει ὁ Θεός. Ἀκμὴν γὰρ ἐν τῇ δουλικῇ καταστάσει ἐστίν. Ὁ δοῦλος γὰρ οὐ ποιεῖ τὸ θέλημα τοῦ κυρίου αὐτοῦ θέλων, ἀλλὰ φοβούμενος μὴ δαρῇ. Ὁμοίως καὶ οὗτος ποιεῖ, ἵνα ῥυσθῇ ἀπὸ τῆς κολάσεως, καὶ ὁ Θεὸς ῥύεται αὐτὸν ἀπ’ αὐτῆς. Ἄλλος ποιεῖ τὴν ἐλεημοσύνην, ἵνα λάβῃ μισθόν.
Τοῦτο ὑψηλότερον μέν ἐστι τοῦ πρώτου, ἀλλ’ οὐδὲ αὐτὸ ἀκμὴν ὡς θέλει ὁ Θεός. Οὔπω γάρ ἐστι ἐν τῇ τοῦ υἱοῦ διαθέσει· ἀλλ’ ὥσπερ ὁ μίσθιος οὐ ποιεῖ τὸ θέλημα τοῦ δεσπότου, εἰ μὴ διὰ τὸ λαβεῖν τὸν μισθὸν τοῦ δεσπότου καὶ κερδᾶναι, ὁμοίως καὶ οὗτος ποιεῖ διὰ τὸ ἔχειν μισθόν.
Τρεῖς γάρ εἰσι διαθέσεις δι’ ὧν ὀφείλομεν ποιεῖν τὸ καλόν, ὡς λέγει ὁ ἅγιος Βασίλειος· ταῦτα καὶ ἄλλοτε οἶδα εἶπον ὑμῖν. Ἢ γὰρ φοβούμενοι τὴν κόλασιν ποιοῦμεν, καὶ ἐσμὲν ἐν τῇ δουλικῇ καταστάσει· ἢ διὰ τὸ λαβεῖν μισθόν, καὶ ἐσμὲν ἐν τῇ διαθέσει τοῦ μισθωτοῦ· ἢ δι’ αὐτὸ τὸ καλόν, καὶ ἐσμὲν ἐν τῇ διαθέσει τοῦ υἱοῦ. Ὁ υἱὸς γὰρ οὐ ποιεῖ τὸ θέλημα τοῦ πατέρος ἀπὸ φόβου, οὐδὲ ὡς θέλων παρ’ αὐτοῦ λαβεῖν μισθόν, ἀλλὰ θέλων θεραπεῦσαι αὐτόν, θέλων τιμῆσαι καὶ ἀναπαῦσαι αὐτόν. Καὶ ἡμεῖς οὖν οὕτως ὀφείλομεν ποιεῖν τὴν ἐλεημοσύνην δι’ αὐτὸ τὸ καλόν, συμπάσχοντες ἀλλήλοις ὡς ἰδίοις μέλεσιν, οὕτως θεραπεύοντές τινα ὡς ὅτι ἡμεῖς δι’ ἐκείνου θεραπευόμεθα, οὕτως διδόντες ὡς αὐτοὶ λαμβάνοντες. Καὶ αὕτη ἐστὶν ἡ ἐν γνώσει ἐλεημοσύνη· οὕτως εὑρισκόμεθα ἐν τῇ τοῦ υἱοῦ διαθέσει, καθὼς εἴπομεν.
Οὐδεὶς δὲ δύναται εἰπεῖν· Πτωχός εἰμι καὶ οὐκ ἔχω πόθεν ἐλεῆσαι. Κἂν γὰρ οὐ δύνασαι δοῦναι ὡς ἐκεῖνοι οἱ πλούσιοι οἱ βάλλοντες τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον, δὸς δύο λεπτά, ὡς ἡ χήρα ἡ πενιχρὰ ἐκείνη, καὶ προσδέχεται αὐτὰ ὁ Θεὸς παρὰ σοῦ ὑπὲρ τὰ δῶρα τῶν πλουσίων. Οὐδὲ οὕτως ἔχεις; ἀλλ’ ἔχεις δύναμιν καὶ δύνασαι δι’ ὑπηρεσίας ἐλεῆσαι τὸν ἀσθενοῦντα. Οὐ δύνασαι οὐδὲ τοῦτο; δύνασαι λόγῳ παρακαλέσαι τὸν ἀδελφόν σου. Ἐλέησον οὖν αὐτὸν διὰ τοῦ λόγου καὶ ἄκουσον τοῦ λέγοντος· Ἀγαθὸν λόγος ὑπὲρ δόμα. Ὑπόθου, οὐδὲ λόγῳ δύνασαι ἐλεῆσαι, δύνασαι ἐὰν παροξυνθῇ κατὰ σοῦ ὁ ἀδελφός σου, ποιῆσαι ἔλεος εἰς αὐτὸν καὶ βαστάσαι αὐτὸν ἐν τῷ καιρῷ τῆς ταραχῆς αὐτοῦ, βλέπων αὐτὸν ἐπηρεαζόμενον ἐκ τοῦ κοινοῦ ἐχθροῦ, καὶ ἀντὶ τοῦ εἰπεῖν αὐτῷ ἓν ῥῆμα καὶ πλέον ταράξαι αὐτόν, σιωπῆσαι καὶ ἐλεῆσαι τὴν ψυχὴν αὐτοῦ, ἀποσπῶν αὐτὸν ἀπὸ τοῦ ἐχθροῦ. Δύνασαι πάλιν, ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ἐλεῆσαι αὐτὸν καὶ ἀφιέναι αὐτῷ τὴν ἁμαρτίαν αὐτοῦ, ἵνα καὶ σὺ ἄφεσιν λάβῃς παρὰ τοῦ Θεοῦ· λέγει γάρ·
Ἄφετε καὶ ἀφεθήσεται ὑμῖν· καὶ εὑρίσκεσαι ποιῶν ἔλεος εἰς τὴν ψυχὴν τοῦ ἀδελφοῦ σου, συγχωρῶν αὐτῷ ἃ ἥμαρτεν εἰς σέ. Ἔδωκε γὰρ ἡμῖν ὁ Θεὸς ἐξουσίαν, ἐὰν θέλωμεν, συγχωρεῖν ἀλλήλοις τὰ παραπτώματα· καὶ οὐκ ἔχεις πόθεν ἐλεῆσαι τὸ σῶμα, ἐλεεῖς δὲ τὴν ψυχὴν αὐτοῦ· καὶ ποῖον ἔλεος μέγα, ὡς τὸ ἔλεος τῆς ψυχῆς; Ὥσπερ γὰρ ἡ ψυχὴ τιμιωτέρα ἐστὶ τοῦ σώματος, οὕτως καὶ τὸ ἔλεος τὸ γινόμενον εἰς τὴν ψυχὴν μεῖζόν ἐστι τοῦ γινομένου εἰς τὸ σῶμα· ὥστε οὐδεὶς δύναται εἰπεῖν ὅτι· Οὐ δύναμαι ἐλεῆσαι.
Ἕκαστος δύναται πρὸς τὴν δύναμιν αὐτοῦ καὶ πρὸς τὴν κατάστασιν αὐτοῦ· μόνον σπουδάσει ἕκαστος ἐκεῖνο ὃ ποιεῖ ἀγαθὸν μετὰ γνώσεως ποιεῖν, καθὼς καὶ περὶ ἑκάστης ἀρετῆς εἴπομεν. Εἴπομεν γὰρ ὅτι ὁ ἐν γνώσει ποιῶν, οὗτός ἐστιν ὁ δόκιμος καὶ τεχνίτης, ὁ οἰκοδομῶν μετὰ ἀσφαλείας τὸν ἴδιον οἶκον. Περὶ τούτου λέγει καὶ τὸ Εὐαγγέλιον ὅτι·
Ὁ φρόνιμος οἰκοδομεῖ τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν, καὶ οὐδὲν τῶν ὑπεναντίων δύναται παρασαλεῦσαι αὐτήν. Ὁ Θεὸς ὁ φιλάνθρωπος δῴη ἡμῖν ἀκούειν καὶ ποιεῖν ἃ ἀκούομεν, ἵνα μὴ γένωνται ἡμῖν εἰς κρῖμα οἱ λόγοι οὗτοι ἐν ἡμέρᾳ κρίσεως, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.