Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Δωρόθεος Γάζης – Διδασκαλίαι διάφοροι

Δωρόθεος Γάζης

Διδασκαλία ΙΣΤ': Ερμηνεία ρητών του αγίου Γρηγορίου περί Πάσχα

Η σημασία του πνευματικού Πάσχα, η προσφορά του εαυτού ως ζώσας θυσίας και η προφύλαξη από την αμαρτία μετά τη σταυρική λύτρωση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Δωρόθεος Γάζης

—

Κεφάλαιο 16 από 17

ΙϚʹ. ΕΡΜΗΝΕΙΑ ΤΙΝΩΝ ΡΗΤΩΝ ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΨΑΛΛΟΜΕΝΩΝ ΜΕΤΑ ΤΡΟΠΟΥ ΕΙΣ ΤΟ ΑΓΙΟΝ ΠΑΣΧΑ Ἡδέως ἐλάλουν ὑμῖν ὀλίγα περὶ τῶν ψαλμῶν ὧν ψάλλομεν, ἵνα μὴ ἀπομετεωρίζεσθε πρὸς τὸ μέλος, ἀλλ’ ἵνα καὶ αὐτὸς ὁ νοῦς ὑμῶν κατὰ ἀναλογίαν συμποιοῦται τῇ δυνάμει τῶν λόγων. Τί οὖν ἐψάλλομεν ἄρτι;

Ἀναστάσεως ἡμέρα· καρποφορήσωμεν ἡμᾶς αὐτούς. Ἐπειδὴ τὸ παλαιὸν οἱ υἱοὶ Ἰσραὴλ ἐν ταῖς ἑορταῖς ἤγουν πανηγύρεσι προσέφερον δῶρα τῷ Κυρίῳ κατὰ νόμον, οἷον θυσίας, ὁλοκαυτώματα, ἀπαρχάς, καὶ ὅσα τοιαῦτα, παραινεῖ καὶ ἡμῖν ὁ ἅγιος Γρηγόριος ἑορτάσαι ὥσπερ ἐκεῖνοι τῷ Κυρίῳ, καὶ παρακελεύεται λέγων·

Ἀναστάσεως ἡμέρα· ἀντὶ τοῦ ἁγίας ἑορτῆς ἡμέρα, θείας πανηγύρεως ἡμέρα, τοῦ Πάσχα Χριστοῦ ἡμέρα. Τί ἐστι Πάσχα Χριστοῦ; Τὸ Φασὲχ ἐποίησαν οἱ υἱοὶ Ἰσραήλ, ὅτε ἐξῆλθον ἐκ γῆς Αἰγύπτου· τὸ δὲ νῦν Πάσχα ὃ προτρέπεται ἡμᾶς ὁ ἅγιος ἑορτάσαι, ἡ ψυχὴ ἐπιτελεῖ, ἣ ἐξέρχεται ἀπὸ τῆς νοητῆς Αἰγύπτου, τοῦτ’ ἔστι τῆς ἁμαρτίας. Ὅτε γὰρ διαβαίνει ἡ ψυχὴ ἀπὸ τῆς ἁμαρτίας πρὸς τὴν ἀρετήν, τότε ποιεῖ τὸ Φασὲχ τῷ Κυρίῳ, ὡς εἶπεν Εὐάγριος· Πάσχα Κυρίου, διάβασις ἀπὸ κακίας.

Σήμερον οὖν Πάσχα Κυρίου, λαμπρᾶς ἑορτῆς ἡμέρα, τῆς Χριστοῦ ἀναστάσεως ἡμέρα, τοῦ τὴν ἁμαρτίαν ἀνασταυρώσαντος καὶ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἀναστάντος. Προσενέγκωμεν οὖν καὶ ἡμεῖς δῶρα τῷ Κυρίῳ θυσίας, ὁλοκαυτώσεις, μὴ ἀλόγων ζώων, ὧν Χριστὸς οὐ βούλεται· θυσίαν γὰρ καὶ προσφορὰν ἀλόγων οὐκ ἠθέλησας καὶ ὁλοκαυτώματα μόσχων καὶ προβάτων οὐκ εὐδόκησας.

Καὶ ὁ Ἡσαΐας λέγει· Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος, καὶ τὰ ἑξῆς. Ἀλλ’ ἐπεὶ ὁ Ἀμνὸς τοῦ Θεοῦ ἐτύθη ὑπὲρ ἡμῶν, κατὰ τὸν Ἀπόστολον λέγοντα· Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός, ἵνα ἄρῃ τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ Κατάρα ὑπὲρ ἡμῶν γέγονε κατὰ τὸ γεγραμμένον· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, ἵνα ἡμᾶς ἐξαγοράσῃ ἐκ τῆς κατάρας τοῦ νόμου, καὶ ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν· ὀφείλομεν καὶ ἡμεῖς τί ποτε ἀρέσκον αὐτῷ προσενέγκαι τῶν δώρων ἡμῶν. Ποῖον οὖν δῶρον ἢ ποίαν θυσίαν ὀφείλομεν προσενέγκαι τῷ Χριστῷ ἐν τῇ τῆς ἀναστάσεως ἡμέρᾳ, ἵνα ἀρέσῃ αὐτῷ, ἐπειδὴ οὐ βούλεται ἀλόγων ζώων θυσίας; Αὐτὸς πάλιν ὁ ἅγιος καὶ τοῦτο διδάσκει ἡμᾶς· εἰπὼν γάρ·

Ἀναστάσεως ἡμέρα ἐπήγαγε· Καρποφορήσωμεν ἡμᾶς αὐτούς· ὡς λέγει καὶ ὁ Ἀπόστολος· Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Πῶς οὖν ὀφείλομεν παραστῆσαι τὰ σώματα ἡμῶν θυσίαν ζῶσαν, ἁγίαν τῷ Θεῷ; Τῷ μηκέτι ποιεῖν τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν ἡμῶν, ἀλλὰ πνεύματι περιπατεῖν καὶ ἐπιθυμίαν σαρκὸς μὴ ἐκτελεῖν. Τοῦτο γάρ ἐστι τὸ νεκρῶσαι τὰ μέλη τὰ ἐπὶ τῆς γῆς. Αὕτη λέγεται θυσία ζῶσα, ἁγία καὶ εὐάρεστος τῷ Θεῷ. Διὰ τί δὲ λέγεται θυσία ζῶσα; Ἐπειδὴ τὸ ἄλογον τὸ εἰς θυσίαν ἀπαγόμενον ἐν ταὐτῷ θυσιάζεται καὶ ἀποθνήσκει. Οἱ δὲ ἅγιοι ἑαυτοὺς καρποφοροῦντες τῷ Θεῷ, ζῶντες θυσιάζουσι ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν, ὡς λέγει ὁ Δαβίδ· Ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.

Τοῦτό ἐστιν ὃ λέγει ὁ ἅγιος Γρηγόριος· Καρποφορήσωμεν ἡμᾶς αὐτούς, τοῦτ’ ἔστι θυσιάσωμεν ἡμᾶς ἑαυτούς, θανατώσωμεν ἑαυτοὺς ὅλην τὴν ἡμέραν, καθάπερ καὶ οἱ ἅγιοι πάντες, ἕνεκεν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἕνεκεν τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος.

Πῶς δὲ ἐθανάτωσαν ἑαυτούς; Μὴ ἀγαπήσαντες τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ, καθὼς λέγει ἐν ταῖς καθολικαῖς· ἀλλ’ ἀποταξάμενοι τῇ ἐπιθυμίᾳ τῆς σαρκὸς καὶ τῇ ἐπιθυμίᾳ τῶν ὀφθαλμῶν καὶ τῇ ἀλαζονείᾳ τοῦ βίου, τοῦτ’ ἔστι φιληδονίας, φιλαργυρίας, κενοδοξίας, καὶ ἄραντες τὸν σταυρὸν καὶ ἀκολουθήσαντες τῷ Χριστῷ καὶ τὸν κόσμον ἑαυτοῖς σταυρώσαντες καὶ ἑαυτοὺς τῷ κόσμῳ. Περὶ τούτου λέγει ὁ Ἀπόστολος. Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Ἰδοὺ οὕτως ἐθανάτωσαν ἑαυτοὺς οἱ ἅγιοι.

Πῶς δὲ καὶ ἐκαρποφόρησαν ἑαυτούς; Μὴ ζήσαντες ἑαυτοῖς, ἀλλὰ ταῖς ἐντολαῖς τοῦ Θεοῦ ἑαυτοὺς καταδουλώσαντες καὶ ἀφέντες τὰ θελήματα αὐτῶν τῇ ἐντολῇ καὶ τῇ ἀγάπῃ τοῦ Θεοῦ καὶ τοῦ πλησίον, καθὼς εἶπεν ὁ ἅγιος Πέτρος. Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. Τί ἀφῆκε; Μὴ γὰρ χρήματα εἶχεν ἢ κτήματα ἢ χρυσίον ἢ ἀργύριον· μόνην εἶχε τὴν σαγήνην καὶ αὐτὴν πεπαλαιωμένην, ὡς εἶπεν ὁ ἅγιος Ἰωάννης ὁ Χρυσόστομος, καὶ ἀφῆκεν, ὡς εἶπε, πάντα τὰ θελήματα αὐτοῦ, πᾶσαν προσπάθειαν τοῦ αἰῶνος τούτου, ὡς εἶναι δῆλον ὅτι καὶ χρήματα εἰ εἶχεν ἢ περιουσίαν, κἀκείνων κατεφρόνει, καὶ ἄρας τὸν σταυρόν, ἠκολούθησε τῷ Χριστῷ κατὰ τὸ Ζῶ δέ, οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ἰδοὺ οὕτως ἐκαρποφόρησαν ἑαυτοὺς οἱ ἅγιοι νεκρώσαντες ἑαυτούς, ὡς εἴπομεν, ἀπὸ πάσης προσπαθείας καὶ ἰδίου θελήματος, καὶ μόνῳ Χριστῷ καὶ ταῖς ἐντολαῖς αὐτοῦ ζήσαντες.

Οὕτως οὖν καὶ ἡμεῖς καρποφορήσωμεν ἡμᾶς αὐτούς, ὡς διδάσκει ὁ ἅγιος Γρηγόριος· ἡμᾶς γὰρ θέλει τὸ τιμιώτατον Θεῷ κτῆμα. Ἀληθῶς πάντων τῶν ὁρωμένων κτισμάτων τιμιώτερον ὁ ἄνθρωπος. Ἐκεῖνα μὲν γὰρ λόγῳ παρήγαγεν ὁ δημιουργὸς εἰπών· Γενηθήτω τόδε, καὶ ἐγένετο· καὶ πάλιν· Ἐξαγαγέτω ἡ γῆ τόδε, καὶ ἐγένετο· καί· Ἐξαγαγέτω τὰ ὕδατα· καὶ ὅσα τοιαῦτα. Τὸν δὲ ἄνθρωπον ἰδίαις χερσὶν ἔπλασε καὶ κατεκόσμησε· καὶ πάντα μὲν ἐκεῖνα εἰς ὑπηρεσίαν καὶ ἀνάπαυσιν τοῦ ἀνθρώπου ἔταξεν, αὐτὸν δὲ καὶ βασιλέα τούτων πάντων κατέστησε καὶ τῆς τρυφῆς τοῦ παραδείσου ἀπολαύειν ἐποίησε. Καὶ τὸ θαυμασιώτερον, ὅτι καὶ ἐκπεσόντος αὐτοῦ ἐκεῖθεν διὰ ἰδίας ἁμαρτίας, πάλιν διὰ τοῦ αἵματος τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ ἀνεκαλέσατο, ὥστε πάντων τῶν ὁρωμένων τιμιώτατον Θεῷ κτῆμα ὁ ἄνθρωπος, καὶ οὐ μόνον τιμιώτατον, ὡς εἶπεν ὁ ἅγιος, ἀλλὰ καὶ οἰκειότατον.

Ποιήσωμεν γὰρ ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν. Καὶ πάλιν· Ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, ἐν εἰκόνι Θεοῦ ἐποίησεν αὐτὸν καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς. Καὶ αὐτὸς δὲ ὁ Κύριος ἡμῶν ἐπιδημήσας πρὸς ἡμᾶς, ἀνθρώπου μορφὴν ἀνέλαβε, σάρκα ἀνθρώπου καὶ νοῦν ἀνθρώπου, καὶ ἁπλῶς εἰπεῖν, πάντα γίνεται πλὴν τῆς ἁμαρτίας ἄνθρωπος, προσοικειωσάμενος διὰ τούτου τὸν ἄνθρωπον, οἷον εἰπεῖν ἰδιοποιησάμενος. Καλῶς οὖν καὶ ἁρμοδίως εἶπεν ὁ ἅγιος· Τὸ τιμιώτατον Θεῷ κτῆμα ὁ ἄνθρωπος καὶ οἰκειότατον.

Εἶτα ἔτι σαφέστερον ἐπιφέρει· Ἀποδῶμεν τῇ εἰκόνι τὸ κατ’ εἰκόνα. Πῶς καὶ τοῦτο; Παρὰ τοῦ Ἀποστόλου μάθωμεν λέγοντος· Καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· ποιήσωμεν καθαρὰν τὴν εἰκόνα ἡμῶν, καθὼς καὶ ἐλάβομεν αὐτήν· ἀποσμύξωμεν αὐτὴν τοῦ ῥύπου τῆς ἁμαρτίας, ἵνα φανῇ τὸ κάλλος αὐτῆς διὰ τῶν ἀρετῶν. Περὶ τούτου τοῦ κάλλους ηὔχετο ὁ Δαβὶδ λέγων·

Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν. Ἐκκαθάρωμεν οὖν τὸ κατ’ εἰκόνα ἡμῶν· θέλει γὰρ αὐτὸ παρ’ ἡμῶν ὁ Θεός, καθὼς καὶ ἔδωκε μὴ ἔχον σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων. Ἀποδῶμεν τῇ εἰκόνι τὸ κατ’ εἰκόνα· γνωρίσωμεν ἡμῶν τὸ ἀξίωμα.

Μάθωμεν ποίων μεγάλων ἀγαθῶν ἠξιώθημεν· μάθωμεν κατ’ εἰκόνα τίνος γεγόναμεν· μὴ ἀγνοήσωμεν τὰ μεγάλα τὰ παρ’ αὐτοῦ δωρηθέντα ἡμῖν διὰ μόνην τὴν αὐτοῦ ἀγαθότητα, οὐ διὰ τὴν ἡμετέραν ἀξίαν· γνῶμεν ὅτι κατ’ εἰκόνα γεγόναμεν Θεοῦ τοῦ ποιήσαντος ἡμᾶς.

Τιμήσωμεν τὸ ἀρχέτυπον. Μὴ καθυβρίσωμεν τοῦ Θεοῦ τὴν εἰκόνα καθ’ ἣν γεγόναμεν. Τίς βουλόμενος εἰκόνα γράψαι βασιλικὴν τολμᾷ βάλλειν χρῶμα σαπρὸν ἐν τῇ εἰκόνι καὶ ἀτιμάσαι τὸν βασιλέα καὶ τιμωρηθῆναι; Ἀλλὰ βάλλει πάντα τὰ χρώματα ἔντιμα καὶ λαμπρὰ ἄξια τῆς τοῦ βασιλέως εἰκόνος. Ἔσθ’ ὅτε δὲ καὶ πέταλα χρυσᾶ ἐντίθεται ταῖς εἰκόσι τῶν βασιλέων καὶ σπουδάζουσι πάσας τὰς ἐσθήτας τοῦ βασιλέως, καθὸ ἐνδέχεται, ἐνθεῖναι τῇ εἰκόνι, ἵνα βλέπῃ τις τὴν εἰκόνα περιέχουσαν ὅλον τὸν βασιλικὸν χαρακτῆρα καὶ νομίζῃ ὅτι σχεδὸν αὐτὸν τὸν βασιλέα βλέπει, αὐτὸ τὸ ἀρχέτυπον.

Ἔστι γὰρ ἡ εἰκὼν ἔνδοξος καὶ λαμπρά. Καὶ ἡμεῖς οὖν μὴ ἀτιμάσωμεν τὸ ἀρχέτυπον ἡμῶν· Θεοῦ κατ’ εἰκόνα γεγόναμεν· ἀλλὰ καθαρὰν καὶ ἔντιμον τὴν ἰδίαν εἰκόνα ποιήσωμεν, ἀξίαν τοῦ ἀρχετύπου. Εἰ γὰρ ὁ τὴν εἰκόνα τοῦ αἰσθητοῦ καὶ ὁμοιογενοῦς βασιλέως ἀτιμάσας κολάζεται, τί ὀφείλομεν ἡμεῖς παθεῖν καταφρονοῦντες τῆς ἐν ἡμῖν θείας εἰκόνος καὶ μὴ καθαρόν, ὡς εἶπεν ὁ ἅγιος, τῇ εἰκόνι τὸ κατ’ εἰκόνα ἀποδιδόντες; Τιμήσωμεν οὖν τὸ ἀρχέτυπον.

Γνῶμεν τοῦ μυστηρίου τὴν δύναμιν, καὶ ὑπὲρ τίνος Χριστὸς ἀπέθανεν. Ἡ δύναμις τοῦ μυστηρίου τοῦ θανάτου τοῦ Χριστοῦ, αὕτη ἐστίν· ἐπειδὴ τὸ κατ’ εἰκόνα ἡμῶν ἠφανίσαμεν διὰ τῆς ἁμαρτίας καὶ διὰ τοῦτο ἐνεκρώθημεν, ὡς λέγει ὁ Ἀπόστολος, τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις, ὁ κατ’ εἰκόνα ἑαυτοῦ ποιήσας ἡμᾶς Θεός, οἰκτειρήσας τὸ ἴδιον πλάσμα καὶ τὴν ἰδίαν εἰκόνα, δι’ ἡμᾶς γέγονεν ἄνθρωπος καὶ τὸν ὑπὲρ πάντων κατεδέξατο θάνατον, ἵνα ἡμᾶς τοὺς νεκρωθέντας ἐπαναγάγῃ πρὸς τὴν ζωήν, ἐξ ἧς ἐξεπέσαμεν διὰ τῆς παραβάσεως. Αὐτὸς γὰρ ἐν τῷ ἁγίῳ αὐτοῦ σταυρῷ ἀναβὰς καὶ ἀνασταυρώσας τὴν ἁμαρτίαν, δι’ ἣν καὶ ἐξεβλήθημεν ἐκ τοῦ παραδείσου, ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καθὼς γέγραπται.

Τί ἐστιν ᾐχμαλώτευσεν αἰχμαλωσίαν; Ὅτι ἀπὸ τῆς παραβάσεως τοῦ Ἀδὰμ ᾐχμαλώτευσεν ἡμᾶς ὁ ἐχθρὸς καὶ ὑποχειρίους εἶχεν ἡμᾶς. Λοιπὸν οὖν ἐξερχόμεναι αἱ ψυχαὶ ἀπὸ τοῦ σώματος τῶν ἀνθρώπων εἰς τὸν ᾅδην ἀπῄεισαν· ἐκέκλειστο γὰρ ὁ παράδεισος. Ἀναβὰς οὖν ὁ Χριστὸς εἰς τὸ ὕψος τοῦ ἁγίου καὶ ζωοποιοῦ σταυροῦ, τῆς αἰχμαλωσίας ἧς ᾐχμαλώτευσεν ὁ ἐχθρὸς διὰ τῆς παραβάσεως, ἐρρύσατο ἡμᾶς διὰ τοῦ ἰδίου αἵματος, τοῦτ’ ἔστιν ἀφήρπασε πάλιν ἡμᾶς ἐκ τῆς χειρὸς τοῦ ἐχθροῦ καὶ οἱονεὶ ἀντῃχμαλώτευσεν ἡμᾶς νικήσας καὶ καταβαλὼν τὸν αἰχμαλωτεύσαντα ἡμᾶς.

Διὰ τοῦτο λέγεται αἰχμαλωτίζειν αἰχμαλωσίαν· αὕτη ἐστὶν ἡ δύναμις τοῦ μυστηρίου· διὰ τοῦτο ὁ Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν, ἵνα ἡμᾶς τοὺς νεκρωθέντας, ὡς εἶπεν ὁ ἅγιος, ἐπαναγάγῃ πρὸς τὴν ζωήν. Ἐρρύσθημεν οὖν ἐκ τοῦ ᾅδου διὰ τῆς φιλανθρωπίας τοῦ Χριστοῦ καὶ ἐν ἡμῖν ἐστι τὸ ἀπελθεῖν εἰς τὸν παράδεισον. Οὐκέτι γὰρ τυραννεῖ καθὼς τὸ πρότερον, οὐδὲ ἔχει δεδουλωμένους ἡμᾶς ὁ ἐχθρός.

Μόνον φροντίσωμεν, ἀδελφοί, καὶ φυλάξωμεν ἑαυτοὺς ἀπὸ τῆς κατ’ ἐνέργειαν ἁμαρτίας. Προεῖπον γὰρ ὑμῖν πολλάκις ὅτι πᾶσα ἡ κατ’ ἐνέργειαν ἁμαρτία πάλιν ὑποχειρίους ἡμᾶς ποιεῖ τῷ ἐχθρῷ, ἐπειδὴ ἑκόντες ἑαυτοὺς καταβάλλομεν καὶ καταδουλοῦμεν ἑαυτούς. Οὐκ ἔστι γὰρ αἰσχύνη καὶ μεγάλη ταλαιπωρία μεθ’ ὃ ἐλυτρώσατο ἡμᾶς ἐκ τοῦ ᾅδου ὁ Χριστὸς διὰ τοῦ ἰδίου αἵματος καὶ μεθ’ ὃ ἀκούομεν ταῦτα πάντα, ἐὰν πάλιν ἀπέλθωμεν καὶ ἐμβάλλωμεν ἑαυτοὺς εἰς τὸν ᾅδην; Ἆρα οὐκ ἐσμὲν ἄξιοι καὶ ἔτι χείρονος καὶ ἐλεεινοτέρας κολάσεως; Ὁ Θεὸς ὁ φιλάνθρωπος ἐλεήσει ἡμᾶς καὶ δώσει ἡμῖν νῆψιν τοῦ συνιέναι καὶ βοηθῆσαι ἑαυτοῖς, ἵνα εὕρωμεν μικρὸν ἔλεος ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.