Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Δωρόθεος Γάζης – Ἐπιστολαί

Δωρόθεος Γάζης

Επιστολή Β΄: Συμβουλές προς τους επιτετραμμένους τη διοίκηση των αδελφών

Ποιμαντικές υποδείξεις προς τους υπευθύνους της μονής σχετικά με τη διάκριση, την ειρηνική διόρθωση των σφαλμάτων, την κοπή του ιδίου θελήματος και την τήρηση της αγαθής συνειδήσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Δωρόθεος Γάζης

—

Κεφάλαιο 2 από 4

Βʹ. ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΤΩ ΜΟΝΑΣΤΗΡΙΩ ΕΠΙΣΤΑΤΑΣ ΚΑΙ ΜΑΘΗΤΑΣ. ΠΩΣ ΔΕΙ ΕΠΙΣΤΑΤΕΙΝ ΑΔΕΛΦΩΝ ΚΑΙ ΠΩΣ ΤΟΙΣ ΕΠΙΣΤΑΤΟΥΣΙΝ ΥΠΟΤΑΣΣΕΣΘΑΙ Ἐὰν εἶ ἀδελφῶν ἐπιστάτης, φρόντισον αὐτῶν ἐν στρυφνότητι καρδίας καὶ σπλάχνοις οἰκτιρμῶν, παιδεύων αὐτοὺς ἔργῳ καὶ λόγῳ τὰ πρακτέα, τὰ πλείω δὲ τῷ ἔργῳ, ἐπειδὴ τὰ ὑποδείγματα μᾶλλον ἐνεργέστερά εἰσιν, εἰ μὲν δύνασαι καὶ ἐν τοῖς σωματικοῖς τυπῶν αὐτούς, εἰ δὲ ἀσθενὴς εἶ, τῇ τῆς ψυχῆς καλῇ καταστάσει καὶ τοῖς παρὰ τῷ Ἀποστόλῳ ἠριθμημένοις καρποῖς τοῦ Πνεύματος, ἀγάπῃ, χαρᾷ, εἰρήνῃ, μακροθυμίᾳ, χρηστότητι, ἀγαθωσύνῃ, πίστει, πραότητι καὶ τῇ κατὰ πάντων τῶν παθῶν ἐγκρατείᾳ. Ἐπὶ δὲ τοῖς συμβαίνουσι σφάλμασι, μὴ σφόδρα ἀγανάκτει, ἀλλὰ ἀταράχως δείκνυε τὴν βλάβην τὴν ἀπὸ τοῦ σφάλματος, κἂν ἐπιτιμῆσαι δέοι πρόσωπον τηρῶν καὶ καιρὸν ἐπιτήδειον.

Μὴ ἀκριβάζου δὲ περὶ τὰ μικρὰ σφάλματα, ὡς ἀκριβοδίκαιος αὐτός, μηδὲ συνεχῶς ἔλεγχε· φορτικὸν γὰρ τοῦτο καὶ διὰ τῆς συνηθείας τοῦ ἐλέγχου εἰς ἀναισθησίαν ἄγει καὶ καταφρόνησιν· μὴ προστακτικῶς ἐπιτάσσων, ἀλλὰ μετὰ ταπεινώσεως συμβουλευόμενος μετὰ τοῦ ἀδελφοῦ· προτρεπτικὸς γὰρ οὗτος ὁ λόγος γίνεται, καὶ πείθει μᾶλλον καὶ τὸν πλησίον ἀναπαύει.

Ἐν καιρῷ δὲ ταραχῆς ἀδελφοῦ σοι ἀνθισταμένου, φύλαξον τὴν γλῶσσάν σου μὴ λαλῆσαί τι τὸ σύνολον ἐν ὀργῇ, καὶ μὴ ἐάσῃς τὴν καρδίαν σου ἐπαρθῆναι κατ’ αὐτοῦ, ἀλλὰ μνήσθητι ὅτι ἀδελφός ἐστιν καὶ μέλος ἐν Χριστῷ καὶ εἰκὼν Θεοῦ ἐπηρεαζομένη ὑπὸ τοῦ κοινοῦ ἐχθροῦ ἡμῶν, καὶ σπλαγχνίσθητι ἐπ’ αὐτῇ, μή πως αἰχμαλωτίσας αὐτὴν ὁ διάβολος ἀπὸ τῆς πληγῆς τοῦ θυμοῦ, θανατώσῃ εἰς μνησικακίαν καὶ ἀπολεῖται ψυχὴ ἐξ ἀπροσεξίας ἡμῶν ὑπὲρ ἧς Χριστὸς ἀπέθανε· μνήσθητι δὲ ὅτι καὶ σὺ ὑπόκεισαι τῷ αὐτῷ κρίματι τῆς ὀργῆς, καὶ ἐκ τῆς σῆς ἀσθενείας συμπάθησον τῷ ἀδελφῷ σου, καὶ εὐχαρίστει ὅτι εὗρες ἀφορμὴν εἰς τὸ συγχωρῆσαι, ἵνα καὶ σὺ τὰ μείζονα καὶ πλείονα παρὰ τοῦ Θεοῦ συγχωρηθῇς. Ἄφετε γάρ, φησίν, καὶ ἀφεθήσεται ὑμῖν. Ἀλλὰ νομίζεις βλάπτεσθαι τὸν ἀδελφόν σου ἐκ τῆς σῆς μακροθυμίας; ἀλλ’ ὁ Ἀπόστολος παραγγέλλει νικᾷν ἐν τῷ ἀγαθῷ τὸ κακόν, οὐκ ἐν τῷ κακῷ τὸ κακόν.

Καὶ οἱ Πατέρες δὲ λέγουσιν· Ἐὰν ἑτέρῳ ἐπιτιμῶν εἰς ὀργὴν κινηθῇς, ἴδιον πάθος ἐπλήρωσας· καὶ οὐδεὶς συνετὸς λύει τὴν ἑαυτοῦ οἰκίαν, ἵνα τὴν τοῦ πλησίον οἰκοδομήσῃ. Ἐπιμενούσης δὲ τῆς ταραχῆς, βίασαι τὴν καρδίαν σου καὶ εὖξαι λέγων οὕτως· Ὁ Θεὸς ὁ φιλάνθρωπος καὶ φιλόψυχος, ὁ τῇ ἀφάτῳ σου ἀγαθότητι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ποιήσας ἡμᾶς ἐπὶ μεταλήψει τῶν σῶν ἀγαθῶν καὶ ἀποστατήσαντας ἡμᾶς ἀπὸ τῶν ἐντολῶν σου ἀνακαλέσας διὰ τοῦ αἵματος τοῦ μονογενοῦς σου Υἱοῦ τοῦ Σωτῆρος ἡμῶν, καὶ νῦν παράστηθι τῇ ἀσθενείᾳ ἡμῶν καὶ ἐπιτίμησον ὥσπερ ποτὲ κυματουμένῃ τῇ θαλάσσῃ, οὕτως καὶ νῦν τῇ ταραχῇ τῆς καρδίας ἡμῶν, καὶ μὴ ἀτεκνωθῇς ἐν μιᾷ ὥρᾳ ἐξ ἀμφοτέρων ἡμῶν θανατωθέντων τῇ ἁμαρτίᾳ, καὶ μὴ εἴπῃς ἡμῖν· Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν; Καί· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς, διὰ τὸ σβεσθῆναι τὰς λαμπάδας ἡμῶν ἐλαίου λείψαντος.

Καὶ μετὰ τὴν εὐχὴν ταύτην πραϋνθείσης σου τῆς καρδίας, δύνασαι λοιπὸν μετὰ συνέσεως καὶ ταπεινώσεως κατὰ τὸ ἀποστολικὸν παράγγελμα ἐλέγξαι, ἐπιτιμῆσαι, παρακαλέσαι καὶ μετὰ συμπαθείας ὡς μέλος ἀσθενὲς θεραπεῦσαι καὶ διορθώσασθαι. Τότε γὰρ καὶ ὁ ἀδελφὸς καταδέχεται τὴν διόρθωσιν μετὰ πληροφορίας, καταγνοὺς ἑαυτοῦ ἐπὶ τῇ σκληρότητι· καὶ διὰ τῆς σῆς εἰρήνης εἰρηνεύεις τὴν αὐτοῦ καρδίαν. Μηδὲν τοίνυν χωριζέτω σε τῆς ἁγίας τοῦ Χριστοῦ παραδόσεως· Μάθετε ἀπ’ ἐμοῦ λέγοντος ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Ἐπιμελεῖσθαι γὰρ χρὴ πρῶτον εἰρηνικῆς καταστάσεως, ὥστε μηδὲ ἐπὶ δικαίαις προφάσεσιν ἢ ἐντολῆς δῆθεν χάριν τὴν καρδίαν θολοῦν, πεπεισμένον ὡς πάσας τὰς ἐντολὰς ἐπιτηδεύομεν ἀγάπης ἕνεκα καὶ τῆς καθαρότητος τῆς καρδίας· οὕτως τὸν ἀδελφὸν διοικῶν, ἀκούσεις τῆς λεγούσης φωνῆς· Ἐὰν ἐξαγάγῃς τίμιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσῃ.

Ἐν ὑποταγῇ δὲ ὤν, μηδέποτε πιστεύσῃς τῇ καρδίᾳ σου· τυφλώττῃ γὰρ ἀπὸ τῶν παλαιῶν προσπαθειῶν. Καὶ μὴ στοιχήσῃς ἔν τινι τῇ ἰδίᾳ κρίσει καὶ μὴ στήσῃς παρὰ σεαυτῷ μηδὲν χωρὶς ἐρωτήσεως καὶ γνώμης, καὶ μὴ λογίζου ἢ νόμιζε εὐλογώτερα καὶ δικαιότερα τοῦ διοικοῦντός σε, μηδὲ γίνου ἐξεταστὴς τῶν ἔργων αὐτοῦ καὶ πεπλανημένος πολλάκις δοκιμαστής. Ἀπάτη γὰρ αὕτη τοῦ πονηροῦ πρὸς τὸ ἐμποδίσαι τῇ μετὰ πίστεως κατὰ πάντα ὑποταγῇ καὶ τῇ ἐκ ταύτης ἀσφαλεῖ σωτηρίᾳ· καὶ ὑποτάσσῃ μετὰ ἀναπαύσεως καὶ ἀκινδύνως ὁδεύεις καὶ ἀπλανῶς τὴν ὁδὸν τῶν Πατέρων. Βιάζου δὲ σεαυτὸν εἰς πάντα καὶ κόπτε τὸ θέλημά σου, καὶ χάριτι Χριστοῦ διὰ τῆς συνηθείας ἐν ἕξει τοῦ κόπτειν γενόμενος ἀβιάστως τοῦ λοιποῦ καὶ ἀθλίπτως αὐτὸ ποιεῖς, ὡς συμβαίνειν τὸ σὸν πάντοτε γίνεσθαι. Οὐ γὰρ θέλεις τὰ πράγματα γίνεσθαι ὡς θέλεις, ἀλλὰ θέλεις ὡς γίνεται, καὶ οὕτως εἰρηνεύεις μετὰ πάντων, ταῦτα μέντοι ἐν οἷς οὐκ ἔστι παράβασις ἐντολῆς Θεοῦ ἢ Πατέρων.

Ἀγωνίζου εὑρίσκειν ἐν παντὶ τὸ μέμφεσθαι ἑαυτὸν καὶ κράτει τὸ ἀψήφιστον ἐν γνώσει· καὶ πίστευε ὅτι ὑπὸ πρόνοιαν Θεοῦ ἐστι καὶ μέχρι τῶν εὐτελεστάτων τὰ καθ’ ἡμᾶς, καὶ φέρεις τὰ ἐπερχόμενά σοι ἀταράχως· πίστευε ὅτι φάρμακά ἐστιν ἰατρικὰ τῆς ὑπερηφανίας τῆς ψυχῆς σου αἱ ἀτιμίαι καὶ αἱ ὕβρεις, καὶ ὑπερεύχου τῶν λοιδορούντων σε ὡς ἰατρῶν ἀληθινῶν, πεπεισμένος ὡς ὁ μισῶν ἀτιμίαν μισεῖ ταπείνωσιν καὶ ὁ φεύγων ἐρεθίζοντας φεύγει πραότητα.

Μὴ θέλε εἰδέναι τὴν κακίαν τοῦ πλησίον σου καὶ μὴ προσδέχου τὰς κατ’ αὐτοῦ ὑπονοίας· εἰ δὲ καὶ σπαρῶσι διὰ τὴν κακίαν ἡμῶν, σπούδαζε μεταβάλλειν αὐτὰς εἰς καλοεννοησίαν καὶ ἐν παντὶ εὐχαρίστει καὶ κτάσαι τὴν ἀγαθότητα καὶ τὴν ἁγίαν ἀγάπην.

Πρὸ δὲ πάντων φυλάξωμεν πάντες τὴν συνείδησιν ἡμῶν ἐν πᾶσι, τοῖς τε πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον καὶ ἐν ταῖς ὕλαις· καὶ πρὶν εἰπεῖν ἢ ποιῆσαί τι, ἐξετάσωμεν εἰ κατὰ θέλημά ἐστι τοῦ Θεοῦ· καὶ οὕτως εὐξάμενοι εἴπωμεν ἢ ποιήσωμεν, καὶ παραρρίψωμεν τὴν ἀδυναμίαν ἡμῶν ἐνώπιον τοῦ Θεοῦ· καὶ ἡ ἀγαθότης αὐτοῦ συνέρχεται ἡμῖν ἐν πᾶσιν.