Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Δωρόθεος Γάζης – Γνῶμαι

Δωρόθεος Γάζης

Αγάπη προς τον πλησίον και αποδοχή των πειρασμών

Αποφθέγματα για την ανιδιοτελή αγάπη, την υπομονή στις δοκιμασίες ως επιβεβαίωση των αγαθών έργων και την προτίμηση της γνώμης του αδελφού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Δωρόθεος Γάζης

—

Κεφάλαιο 2 από 3

5. Πάλιν εἶπε· Μὴ ἀπαίτει ἀγάπην παρὰ τοῦ πλησίον· ὁ γὰρ ἀπαιτῶν ταράσσεται, ἐὰν μὴ ἀπαντήσῃ· ἀλλὰ μᾶλλον σὺ δεῖξον τὴν ἀγάπην τῷ πλησίον καὶ ἀνάπαυε, καὶ οὕτως φέρεις καὶ τὸν πλησίον εἰς ἀγάπην. 6. Πάλιν εἶπεν· Ἐὰν ποιήσῃ τις πρᾶγμα κατὰ Θεόν, πάντως ἔρχεται αὐτῷ πειρασμός· παντὶ γὰρ ἀγαθῷ ἢ προηγεῖται ἢ ἐπακολουθεῖ πειρασμός· οὔτε δὲ βέβαιόν ἐστι τὸ κατὰ Θεὸν γινόμενον, εἰ μὴ δοκιμασθῇ διὰ πειρασμοῦ.

7. Πάλιν εἶπεν· Οὐδὲν οὕτως ποιεῖ ἕνωσιν, ὡς τὸ τοῖς αὐτοῖς χαίρειν καὶ τὰ αὐτὰ φρονεῖν. 8. Πάλιν εἶπε· Τὸ μὴ ἐξουδενῶσαί τινα τὴν χάριν τοῦ πλησίον, ταπεινοφροσύνης ἐστί· δεῖ γὰρ καταδέχεσθαι αὐτὴν μετὰ εὐχαριστείας, κἂν μικρὰ καὶ ἐλάχιστός ἐστιν.

9. Πάλιν εἶπεν· Ἐγώ, ἐὰν συμβῇ μοι πρᾶγμα, ἡδέως ἔχω γίνεσθαι γνώμῃ τοῦ πλησίον καὶ ἀσυστροφῆσαι μετὰ γνώμης αὐτοῦ, ἐὰν ἀπαντήσῃ, ἢ καὶ στοιχῆσαι τῇ ἰδίᾳ γνώμῃ καὶ εὐσυστροφῆσαι. 10. Πάλιν εἶπε· Καλόν ἐστιν ἐν ἑκάστῳ πράγματι τὸ παρὰ μικρὸν τῆς χρείας ἐπιτηδεύειν ἑαυτοῖς. Οὐ γὰρ συμφέρει τινὶ κατὰ πάντα ἀναπαῆναι.