Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Δωρόθεος Γάζης – Γνῶμαι

Δωρόθεος Γάζης

Εμπιστοσύνη στη θεία πρόνοια και αντιμετώπιση των παθών

Διδασκαλία για την απόλυτη αφοσίωση στον Θεό, τον ορθό πνευματικό έλεγχο των αδελφών και τη ριζική θεραπεία της υπερηφάνειας και της οργής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Δωρόθεος Γάζης

—

Κεφάλαιο 3 από 3

11. Πάλιν εἶπε· Ἐν παντὶ πράγματι συμβαίνοντί μοι οὐδέποτε ἠθέλησα ἀνθρωπίνῃ φρονήσει περιδραμεῖν ἐμαυτῷ, ἀλλ’ ἀεὶ ποιῶ μικρὸν τὴν δύναμίν μου εἰς εἴτι δήποτε καὶ ἀφῶ τὸ πᾶν τῷ Θεῷ. 12. Πάλιν εἶπεν· Ὁ μὴ ἔχων ἴδιον θέλημα, πάντοτε τὸ ἴδιον ποιεῖ· ἐξότου γὰρ ἴδιον οὐκ ἔχει, εἴτι δ’ ἂν καὶ γένηται, ἀναπαύει αὐτόν, καὶ εὑρίσκεται πάντοτε τὸ ἴδιον ποιῶν. Οὐ γὰρ θέλει τὰ πράγματα γίνεσθαι ὡς θέλει, ἀλλὰ θέλει ὡς γίνεται.

13. Πάλιν εἶπεν· Οὐ δεῖ τινα ἐν αὐτῷ τῷ καιρῷ ἐν ᾧ ἁμαρτάνει ὁ ἀδελφός, κατ’ αὐτοῦ διορθώσασθαι αὐτόν, ἀλλ’ οὐδὲ ἐν ἄλλῳ καιρῷ χάριν τῆς ἰδίας ἐκδικήσεως. 14. Ἔλεγε πάλιν ὅτι ἡ κατὰ Θεὸν ἀγάπη δυνατωτέρα ἐστὶ καὶ τῆς φυσικῆς ἀγάπης.

15. Ἔλεγε πάλιν· Μηδὲ ἐν γελοίῳ τὸ κακόν. Συμβαίνει γὰρ ὅτι ἐξ ἀρχῆς μὲν ποιεῖ τις τὸ κακὸν μετὰ γέλωτος, ὕστερον δὲ καὶ μὴ θέλων πήγνυται εἰς αὐτό. 16. Ἔλεγε πάλιν ὅτι οὐ δεῖ θελῆσαί τινα ἀπαλλαγῆναι πάθους, ὡς θέλοντα φυγεῖν τὴν θλίψιν αὐτοῦ, ἀλλὰ ἀκριβῶς μισοῦντα αὐτό, ὡς λέγει· Τέλειον μῖσος ἐμίσουν αὐτούς.

17. Ἔλεγε πάλιν ὅτι ἀδύνατόν ἐστιν ὀργισθῆναί τινα κατὰ τοῦ πλησίον, εἰ μὴ πρῶτον ἐπαρθῇ ἡ καρδία αὐτοῦ κατ’ αὐτοῦ καὶ ἐξουδενώσῃ αὐτὸν καὶ ἔχῃ ἑαυτὸν ὑπερέχοντα αὐτοῦ. 18. Ἔλεγε πάλιν· Σημεῖόν ἐστιν ὅτι ἑκουσίως τις ἐνεργεῖ πάθος, ὅτε ἐλεγχόμενος ἢ διορθούμενος ὑπὲρ αὐτοῦ ταράσσεται. Τὸ δὲ ἀταράχως βαστάζειν τὸν περὶ αὐτοῦ ἔλεγχον ἤγουν διόρθωσιν, σημεῖόν ἐστιν ὅτι ἡττώμενός ἐστι ἢ ἀγνοῶν ἐνήργησεν αὐτό.