Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Δωρόθεος Γάζης – Βίος τοῦ ὁσίου Δωσιθέου (Νόθος)

Δωρόθεος Γάζης

Η ίδρυση του νοσοκομείου και η εισδοχή του Δοσιθέου

Η ανάληψη του νοσοκομείου από τον αββά Δωρόθεο, ο κοσμικός βίος του Δοσιθέου, το όραμα στη Γεθσημανή και η ένταξή του στη μοναστική ζωή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Δωρόθεος Γάζης

—

Κεφάλαιο 1 από 4

ΠΕΡΙ ΤΟΥ ΑΒΒΑ ΔΟΣΙΘΕΟΥ Ὁ μακάριος ὄντως ἀββᾶς Δωρόθεος τὸν μονήρη σὺν Θεῷ βίον ἀσπασάμενος εἰς τὸ τοῦ ἀββᾶ Σερίδου κοινόβιον ἀνεχώρησεν· ἔνθα μεγάλους τινὰς καὶ πολλοὺς εὗρεν ἀσκητὰς ἡσυχάζοντας, ἐν οἷς ἦσαν διαπρέποντες δύο μεγάλοι γέροντες, ὅ τε ἁγιώτατος Βαρσανούφιος καὶ ὁ αὐτοῦ μαθητὴς ἤτοι συνασκητὴς ὁ ἀββᾶς Ἰωάννης, ὁ ἐπικληθεὶς Προφήτης διὰ τὸ διορατικὸν χάρισμα ὃ εἶχεν παρὰ τοῦ Θεοῦ. Οἷς μετὰ πάσης πληροφορίας ἑαυτὸν παραδεδωκώς, τῷ μὲν Μεγάλῳ Γέροντι διὰ τοῦ ἐν ἁγίοις ἀββᾶ Σερίδου διελέγετο, τῷ δὲ ἀββᾷ Ἰωάννῃ τῷ Προφήτῃ καὶ ὑπηρετῆσαι κατηξιώθη. Συνεῖδον οὖν οἱ προειρημένοι ἅγιοι γέροντες ποιῆσαι αὐτὸν ἐκεῖσε νοσοκομεῖον καὶ φροντίζειν αὐτοῦ· πάνυ γὰρ ἐκοπίων οἱ ἀδελφοὶ ὅτε ἠρρώστουν, μὴ ἔχοντες τὸν ἐπιμελούμενον αὐτῶν. Ἐποίησεν οὖν συνεργείᾳ Θεοῦ τὸ νοσοκομεῖον, τοῦ ἰδίου ἀδελφοῦ τοῦ κατὰ σάρκα χωρηγοῦντος αὐτῷ τὰς δαπάνας· ἦν γὰρ πάνυ φιλόχριστος καὶ φιλομόναχος ὁ ἀνήρ. Καὶ ἦν αὐτός, ὡς εἶπον, ὁ ἀββᾶς Δωρόθεος, μετὰ καὶ ἄλλων τινῶν ἀδελφῶν εὐλαβῶν, θεραπεύων τοὺς ἀρρώστους· αὐτὸς δὲ εἶχε τὴν φροντίδα τῆς τοιαύτης διοικήσεως.

Ἐν μιᾷ οὖν τῶν ἡμερῶν μεταστέλλεται αὐτὸν ὁ ἡγούμενος ὁ ἀββᾶς Σερίδος· καὶ ἐλθὼν εὑρίσκει παρ’ αὐτῷ τινα νεώτερον, στρατιωτικὰ φοροῦντα, τρυφερώτατον πάνυ καὶ εὐειδέστατον. Οὗτος δὲ ἦν ἐλθὼν τότε εἰς τὸ μοναστήριον μετά τινων ἀγαπητῶν τοῦ ἀββᾶ, ἀνθρώπων τοῦ Δουκός. Ὡς οὖν ἦλθεν ὁ ἀββᾶς Δωρόθεος, λαμβάνει αὐτὸν κατ’ ἰδίαν αὐτὸς ὁ ἀββᾶς καὶ λέγει αὐτῷ· Οὗτοι οἱ ἄνθρωποι ἤνεγκαν τὸν νεώτερον τοῦτον, λέγοντες ὅτι θέλει μεῖναι ὧδε εἰς τὸ μοναστήριον, καὶ φοβοῦμαι μήπως οὗτός τινός ἐστιν τούτων τῶν μεγάλων, καὶ ἢ ἔκλεψεν ἢ τίποτε ἐποίησεν καὶ θέλει φυγεῖν καὶ εὑρεθῶμεν εἰς πειρασμόν.

Οὔτε γὰρ τὸ σχῆμα αὐτοῦ οὔτε ἡ ἰδέα αὐτοῦ ἐστίν τινος θέλοντος μονάσαι. Ἦν δὲ οὗτος δηλίκιόν τινος στρατηλάτου, διάγων ἐν πολλῇ τρυφῇ· ἀεὶ γὰρ ἐν πολλῇ βλακείᾳ εἰσὶ τὰ δηλίκια τῶν τοιούτων· οὐδέποτε δὲ ἦν ἀκούσας λόγον Θεοῦ. Τινὲς δὲ ἄνθρωποι τοῦ στρατηλάτου διηγήσαντο ἐπὶ αὐτοῦ τὰ περὶ τῆς Ἁγίας Πόλεως, καὶ ἐπεθύμησεν ἰδεῖν τὰ ἐκεῖ. Ἤιτησεν οὖν τὸν στρατηλάτην πέμψαι αὐτὸν ἱστορῆσαι τοὺς ἁγίους τόπους. Ὁ δὲ μὴ θέλων λυπῆσαι αὐτόν, εὗρέν τινα φίλον αὐτοῦ γνήσιον ἀπερχόμενον ἐπὶ τὰ ἐκεῖσε, καὶ λέγει αὐτῷ·

Χάρισαί μοι καὶ λαβὲ τὸν νεώτερον τοῦτον μετὰ σοῦ, ἵνα ἱστορήσῃ τοὺς ἁγίους τόπους. Ὁ δέ, ὡς παρὰ στρατηλάτου δεξάμενος τὸν παῖδα, εἶχεν αὐτὸν ἐν πάσῃ τιμῇ καὶ ἀναπαύσει, συνεσθίοντα αὐτῷ καὶ τῇ γυναικὶ αὐτοῦ.

Ὡς οὖν ἦλθον εἰς τὴν Ἁγίαν Πόλιν καὶ προσεκύνουν τοὺς ἁγίους τόπους, ἦλθον εἰς Γεθσημανεί. Ἦν δὲ ἐκεῖ ἱστορία τῆς κολάσεως. Ὡς οὖν ἵστατο προσέχων ὁ νεώτερος καὶ ἐκπληττόμενος, ὁρᾷ γυναῖκα σεμνήν, φοροῦσαν πορφυρᾶ ἱμάτια, ἱσταμένην πλησίον αὐτοῦ καὶ ὑποδεικνύουσαν αὐτῷ ἕκαστον τῶν κρινομένων, καὶ ἄλλα δέ τινα ὡς ἀφ’ ἑαυτῆς ἐνουθέτει αὐτόν. Ὁ δὲ παῖς ἀκούων παρ’ αὐτῆς ἀπηνεοῦτο καὶ ἐθαύμαζεν· καθὼς γὰρ εἶπον, οὐδέποτε ἦν ἀκούσας λόγον Θεοῦ, ἢ ὅτι ἔστιν κρίσις. Λέγει οὖν αὐτῇ· Κυρία, τί ποιήσει τις ἵνα ἐξειλήσῃ τῶν κολάσεων τούτων; Ἡ δὲ ἀποκριθεῖσα εἶπεν αὐτῷ· Νήστευε καὶ μὴ τρῶγε κρέα καὶ εὔχου συνεχῶς, καὶ ἐξειλεῖς τῶν κολάσεων. Μετὰ δὲ τὸ δοῦναι αὐτῷ τὰς τρεῖς ἐντολὰς ταύτας, οὐκ ἔτι ἐφάνη αὐτῷ, ἀλλ’ ἐγένετο ἀφανής. Ἔκτοτε οὖν ἔμεινεν ὁ παῖς κατανενυγμένος καὶ φυλάσσων τὰς τρεῖς ἐντολὰς ἃς ἔδωκεν αὐτῷ. Ὁ δὲ φίλος τοῦ στρατηλάτου βλέπων αὐτὸν νηστεύοντα καὶ μὴ τρώγοντα κρέα, ἐθλίβετο διὰ τὸν στρατηλάτην· ᾔδει γὰρ ὅτι εἶχεν αὐτὸν ὡς μέγα τίποτε. Οἱ δὲ μετ’ αὐτοῦ στρατιῶται βλέποντες αὐτὸν ἐν τοιαυτῇ διαγωγῇ λέγουσιν αὐτῷ· Τέκνον, ταῦτα ἃ ποιεῖς οὐκ εἰσίν τινος θέλοντος εἶναι εἰς τὸν κόσμον· εἰ δὲ οὕτως θέλεις, ὕπαγε εἰς μοναστήριον καὶ σώζεις τὴν ψυχήν σου. Ὁ δὲ οὐδὲ τίποτε κατὰ Θεὸν ᾔδει, οὐδὲ τί ἐστιν μοναστήριον· μόνον δὲ ἐφύλαττεν ἃ ἤκουσεν παρ’ ἐκείνης.

Λέγει οὖν αὐτοῖς ἐκεῖνος· Ὅπου οἴδατε, λάβετέ με· ἐγὼ γὰρ οὐκ οἶδα ποῦ ποτε ἀπελθεῖν.

Τινὲς δὲ αὐτῶν, ὡς εἶπον, ἦσαν ἀγαπητοὶ τοῦ ἀββᾶ Σερίδου, καὶ ἦλθον εἰς τὸ μοναστήριον φέροντες τὸν παῖδα μεθ’ ἑαυτῶν. Ὡς οὖν ἔπεμψεν ὁ ἀββᾶς τὸν μακάριον Δωρόθεον λαλῆσαι αὐτῷ, περιηργάζετο αὐτόν, καὶ οὐδὲν ἄλλο ᾔδει εἰπεῖν εἰ μὴ μόνον· Σωθῆναι θέλω. Ἔρχεται οὖν καὶ λέγει τῷ ἀββᾷ· Ἐὰν ὅλως συνορᾷς δέξασθαι αὐτόν, μηδὲν φοβηθῆς· οὐδὲν γὰρ φαῦλον ἔχει. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς·

Οὐκοῦν ποίησον ἀγάπην καὶ λαβὲ αὐτὸν παρὰ σοὶ ἵνα σωθῇ· οὐ θέλω γὰρ αὐτὸν εἶναι μεταξὺ τῶν ἀδελφῶν. Ὁ δὲ ἀπὸ εὐλαβείας ἔμεινεν παραιτούμενος καὶ λέγων ὅτι· Ὑπὲρ τὴν κατάστασίν μου ἐστὶν τὸ ἀναδέξασθαι βάρος τινός· καὶ οὐκ ἔστιν τοῦτο τῶν μέτρων μου. Λέγει αὐτῷ ὁ ἀββᾶς· Ἐγὼ τὸ βάρος σου καὶ αὐτοῦ βαστάζω· σὺ διὰ τί θλίβῃ; Τότε λέγει αὐτῷ· Οὐκοῦν ἀπότε τοῦτο πάντως ἔκρινας, ἐὰν συνορᾷς, ἀνάθου τῷ Γέροντι. Καὶ λέγει αὐτῷ· Καλῶς, ἐγὼ λέγω αὐτῷ.

Ἀπέρχεται οὖν καὶ λέγει τῷ Μεγάλῳ Γέροντι, καὶ δηλοῖ αὐτῷ ὁ Γέρων οὕτως· Δέξαι αὐτόν, διὰ σοῦ γὰρ ἔχει ὁ Θεὸς σῶσαι αὐτόν. Τότε ἐδέξατο αὐτὸν μετὰ χαρᾶς, καὶ εἶχεν αὐτὸν μεθ’ ἑαυτοῦ ἐν τῷ νοσοκομείῳ. Ἐλέγετο δὲ τὸ ὄνομα αὐτοῦ Δοσίθεος.