Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Δωρόθεος Γάζης – Βίος τοῦ ὁσίου Δωσιθέου (Νόθος)

Δωρόθεος Γάζης

Η πνευματική καθοδήγηση και η άσκηση της υπακοής

Η παιδαγωγική μέθοδος του αββά Δωροθέου, η σταδιακή άσκηση της εγκράτειας, η διακονία των ασθενών και η πλήρης ακτημοσύνη του Δοσιθέου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Δωρόθεος Γάζης

—

Κεφάλαιο 2 από 4

Ὅτε δὲ ἦλθεν ὁ καιρὸς τοῦ φαγεῖν, λέγει αὐτῷ· Φάγε ἵνα χορτασθῇς, μόνον μάθε μοι πόσον τρώγεις. Καὶ ἦλθεν λέγων αὐτῷ· Ἔφαγον ἕνα ἥμισυ ἄρτον. Εἶχεν δὲ ὁ ἄρτος τέσσαρας λίτρας. Καὶ λέγει αὐτῷ· Καλῶς ἔχεις, Δοσίθεε; Ἀποκρίνεται· Ναί, καλῶς ἔχω, κῦρι. Λέγει αὐτῷ· Μὴ πεινᾷς; Λέγει· Οὐχί, δέσποτα, οὐ πεινῶ.

Τότε λέγει αὐτῷ· Οὐκοῦν τρῶγε τὸν ἕνα ἄρτον καὶ τὸ τέταρτον τοῦ ἄλλου ἄρτου· καὶ ποίησον τὸ ἄλλο τέταρτον εἰς δύο, καὶ φάγε τὸ ἥμισυ καὶ ἄφες τὸ ἥμισυ. Καὶ ἐποίησεν οὕτως. Λέγει αὐτῷ· Πεινᾷς, Δοσίθεε; Καὶ ἀποκρίνεται·

Ναί, κῦρι, πεινῶ μικρόν. Μετ’ ὀλίγας ἡμέρας πάλιν λέγει αὐτῷ· Πῶς ἔχεις, Δοσίθεε; Ἔμεινας πεινῶν; Λέγει· Οὐχί, κῦρι, διὰ τῶν εὐχῶν σου καλῶς ἔχω. Λέγει αὐτῷ· Οὐκοῦν ἔπαρον τὸ ἄλλο ἥμισυ τοῦ τετάρτου. Καὶ ἐποίησεν οὕτως.

Πάλιν μετ’ ὀλίγας ἡμέρας λέγει αὐτῷ· Πῶς εἶ ἄρτι; μὴ πεινᾶς; Ἀποκρίνεται· Καλῶς εἰμί, κῦρι. Λέγει αὐτῷ· Ποίησον τὸ ἄλλο τέταρτον εἰς δύο, καὶ φάγε τὸ ἥμισυ καὶ ἄφες τὸ ἥμισυ. Καὶ ἐποίησεν ὁμοίως. Καὶ οὕτως τοῦ Θεοῦ συνεργοῦντος, κατὰ μικρὸν μικρὸν ἀπὸ ἓξ λιτρῶν κατέστη εἰς ὀκτὼ ὀγκίας· καὶ γὰρ συνήθειά ἐστιν καὶ ἐν τῷ φαγεῖν.

Ἦν δὲ αὐτὸς ὁ νεώτερος ἐπιεικέστατος εἰς πᾶν ἔργον ὃ ἐποίει· ὑπηρέτει δὲ τοῖς ἀρρώστοις ἐν τῷ νοσοκομείῳ, καὶ ἕκαστος ἐπανεπαύετο τῇ ὑπηρεσίᾳ αὐτοῦ· πάντα γὰρ καθαρῶς ἐποίει. Εἰ συνέβη δὲ αὐτὸν ὀλιγωρῆσαι πρός τινα τῶν ἀρρώστων καὶ εἰπεῖν ῥῆμα μετ’ ὀργῆς, ἤφιεν πάντα καὶ εἰσήρχετο εἰς τὸ κελλάριον κλαίων. Ὡς οὖν εἰσήρχοντο οἱ ἄλλοι ὑπηρέται τοῦ νοσοκομείου παραμυθήσασθαι αὐτόν, καὶ οὐ παρεκαλεῖτο, ἤρχοντο καὶ ἔλεγον τῷ ἀββᾷ Δωροθέῳ·

Ποίησον ἀγάπην, κῦρι, μάθε τί ἔχει οὗτος ὁ ἀδελφός, ὅτι κλαίει, καὶ οὐκ οἴδαμεν διὰ τί. Καὶ εἰσήρχετο καὶ ηὕρισκεν αὐτὸν χαμαὶ καθήμενον καὶ κλαίοντα· καὶ ἔλεγεν αὐτῷ· Τί ἔνι, Δοσίθεε; Τί ἔχεις; Διὰ τί κλαίεις; Καὶ ἔλεγεν·

Συγχώρησον, κῦρι, ὅτι ὠργίσθην καὶ ἐλάλησα κακῶς τῷ ἀδελφῷ μου. Καὶ ἔλεγεν αὐτῷ· Ναί, Δοσίθεε, ἐπεὶ ὀργίζῃ καὶ οὐκ αἰσχύνῃ ὀργιζόμενος καὶ λαλῶν κακῶς τῷ ἀδελφῷ σου, οὐκ οἶδας ὅτι αὐτός ἐστιν ὁ Χριστὸς καὶ θλίβεις τὸν Χριστόν; Καὶ ἔβαλλεν κάτω τὴν ὄψιν κλαίων καὶ μηδὲν λέγων. Ὡς δὲ ἔβλεπεν ὅτι ἔκλαυσεν ἱκανῶς, ἔλεγεν αὐτῷ εἶτα· Ὁ Θεὸς συγχωρήσῃ σοι. Ἔγειρε, ἀπὸ τοῦ νῦν βάλωμεν ἀρχήν. Σπουδάσωμεν τοῦ λοιποῦ καὶ ὁ Θεὸς βοηθεῖ. Εὐθέως δὲ ὡς ἤκουεν, ἠγείρετο τρέχων μετὰ χαρᾶς εἰς τὴν ὑπηρεσίαν, ὡς ὅτι ἀληθῶς παρὰ Θεοῦ ἐδέξατο τὴν συγχώρησιν.

Μαθόντες οὖν οἱ τοῦ νοσοκομείου τὸ ἔθος αὐτοῦ, ὅτε ἔβλεπον αὐτὸν κλαίοντα, ἔλεγον· Τίποτε ἔχει Δοσίθεος; Τίποτε ἐσφάλη; Καὶ ἔλεγον τῷ μακαρίῳ Δωροθέῳ· Κῦρι, εἴσελθε εἰς τὸ κελλάριον, ὅτι ἔχεις ἐκεῖ ἔργον. Ὡς οὖν εἰσήρχετο καὶ ηὕρισκεν αὐτὸν χαμαὶ καθήμενον καὶ κλαίοντα, ἐνόει ὅτι κακῶς ἐλάλησε ῥῆμα, καὶ ἔλεγεν αὐτῷ· Τί ἔνι, Δοσίθεε; Πάλιν τὸν Χριστὸν ἔθλιψας; Πάλιν ὠργίσθης;

Οὐκ αἰσχύνῃ; Οὐ διορθοῦσαι λοιπόν; Καὶ ἔμενεν κλαίων ἐπὶ πολύ· πάλιν ὡς ἔβλεπεν ὅτι ἐχορτάσθη κλαίων, ἔλεγεν αὐτῷ· Ἔγειρε, ὁ Θεὸς συγχωρήσῃ σοι· πάλιν βάλε ἀρχήν. Διόρθωσαι λοιπόν. Ὁ δὲ εὐθέως μετὰ πίστεως ἀπετινάσσετο τὴν λύπην καὶ ἀπήρχετο εἰς τὸ ἔργον αὐτοῦ.

Ἐστρώννυεν δὲ τοῖς ἀρρώστοις καλῶς πάνυ. Τοιοῦτος δὲ ἦν περὶ τὸν λογισμὸν ἐλευθέριος καὶ ἐξαγγελτικὸς ὅτι πολλάκις, ἐν ὅσῳ ἐφιλοκάλει στρωμνήν, ἐθεώρει τὸν μακάριον παρερχόμενον καὶ ἔλεγεν αὐτῷ· Κῦρι, Κῦρι, λέγει ὁ λογισμός μου· καλῶς στρωννύεις. Καὶ ἀπεκρίνατο ἐκεῖνος·

Βαβαί, κῦρι· ἰδοῦ εἶ καλὸς δοῦλος, ἐγένου καλὸς βρεγκάριος· μὴ γὰρ καλὸς μοναχός; Οὐδέποτε δὲ εἴασεν αὐτὸν προσπαθῆσαι πράγματι ἢ οἵᾳ δήποτε ὕλῃ. Πάντα γὰρ ἐδέχετο μετὰ χαρᾶς καὶ πίστεως, καὶ εἰς πάντα προθύμως ὑπήκουεν. Ὅτε δὲ ἔχρηζεν ἱματίου, παρεῖχεν αὐτῷ· καὶ ἀπερχόμενος ἔρραπτεν αὐτὸ μετὰ πολλῆς ἐπιεικείας καὶ φιλοκαλίας. Καὶ μεθ’ ὃ ἐποίει αὐτό, ἔλεγεν αὐτῷ· Δοσίθεε, ἔρραψας ἐκεῖνο τὸ ἱμάτιον; Καὶ ἔλεγεν· Ναί, κῦρι, καὶ ἐφιλοκάλησα αὐτὸ καλῶς. Καὶ ἔλεγεν· Ὕπαγε δὸς αὐτὸ τῷδε τῷ ἀδελφῷ ἢ τῷδε τῷ ἀσθενοῦντι. Καὶ ἀπήρχετο, καὶ ἐδίδου αὐτὸ μετὰ προθυμίας. Πάλιν παρεῖχεν αὐτῷ ἄλλο, καὶ ὁμοίως, μετὰ τὸ ῥάψαι καὶ φιλοκαλῆσαι, ἔλεγεν αὐτῷ· Δὸς αὐτὸ τῷδε τῷ ἀδελφῷ. Καὶ εὐθέως παρεῖχεν, καὶ οὐδέποτε ἐθλίβη οὐδὲ ἐγόγγυσεν λέγων ὅτι· Μεθ’ ὃ κοπιῶ ῥάπτων καὶ φιλοκαλῶν, λαμβάνει ἀπ’ ἐμοῦ καὶ ἄλλῳ αὐτὸ παρέχει. Ἀλλὰ πᾶν ἀγαθὸν ὃ ἤκουεν μετὰ προθυμίας ἐποίει.

Ἄλλοτέ ποτε ἤνεγκέν τις τῶν ἀποκρισιαρίων μαχαίριον καλὸν πάνυ καὶ εὔμορφον. Ὁ δὲ λάβων αὐτὸ ἤνεγκεν τῷ ἀββᾷ Δωροθέῳ λέγων· Ὁ δεῖνα ὁ ἀδελφὸς ἤνεγκε τὸ μαχαίριον τοῦτο, καὶ ἔλαβον αὐτὸ ἵνα, ἐὰν κελεύῃς, ἔχωμεν αὐτὸ εἰς τὸ νοσοκομεῖον, ὅτι καλῶς κόπτει τὰς κλύστας. Οὐδέποτε δὲ ἐκτήσατο ὁ μακάριος ἐκεῖνος ὕλην εὔμορφον εἰς τὸ νοσοκομεῖον, πλέον τοῦ καλῶς ἔχοντος.

Λέγει οὖν αὐτῷ· Φέρε, εἴδω αὐτὸ εἰ ἔστι καλόν. Ὁ δὲ ἐπέδωκεν αὐτὸ λέγων· Ναί, κῦρι, καλόν ἐστιν εἰς τὰς κλύστας. Ἔβλεπεν δὲ αὐτὸ κατὰ ἀλήθειαν καὶ αὐτὸς ὅτι καλὸν ἦν εἰς τὸ πρᾶγμα· ἀλλ’ ἐπειδὴ οὐκ ἤθελεν αὐτὸν ἔχειν προσπάθειαν εἰς οἵαν δήποτε ὕλην, οὐκ ἠθέλησεν ἵνα κρατήσῃ αὐτό. Λέγει οὖν αὐτῷ· Δοσίθεε, οὕτως ἀρέσκει σοι; Θέλεις εἶναι δοῦλος τοῦ μαχαιρίου τούτου καὶ οὐ δοῦλος τοῦ Θεοῦ; Ναί, Δοσίθεε, ἀρέσκει σοι; ἵνα δέδεσαι τῇ προσπαθείᾳ τοῦ μαχαιρίου τούτου; Καὶ οὐκ αἰσχύνῃ ὅτι θέλεις ἵνα τὸ μαχαίριον τοῦτο κυριεύσῃ σου, καὶ μὴ ὁ Θεός; Ὁ δὲ ἀκούων οὐκ ἀνένευεν, ἀλλ’ ἔβαλλε κάτω τὴν ὄψιν σιωπῶν. Ὕστερον δὲ μεθ’ ὃ ἔμεινεν ἐγκαλῶν, λέγει αὐτῷ· Ὕπαγε θὲς αὐτὸ καὶ μὴ ἅψῃ αὐτοῦ. Καὶ τοσοῦτον ἐφύλαξε τοῦ μὴ ἅψασθαι αὐτοῦ ὡς μηδὲ ἐπιδοῦναι αὐτὸ τινί ποτε, ἀλλὰ τῶν ἄλλων ὑπηρέτων κεχρημένων αὐτῷ αὐτὸς μόνος οὐκ ἤγγιζεν αὐτοῦ. Καὶ οὐδέποτε εἶπεν ὅτι· Τί εἰ μὴ ἁπλῶς ἐγὼ ἀπὸ πάντων. Ἀλλὰ πάντα ὅσα ἤκουεν μετὰ χαρᾶς ἐποίει.