Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Δωρόθεος Γάζης – Βίος τοῦ ὁσίου Δωσιθέου (Νόθος)

Δωρόθεος Γάζης

Η ασθένεια, η αδιάλειπτη προσευχή και η τελευτή

Η αποκοπή του ιδίου θελήματος κατά την περίοδο της ασθένειας, η προσήλωση στη μνήμη του Θεού και η κοίμηση του Δοσιθέου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Δωρόθεος Γάζης

—

Κεφάλαιο 3 από 4

Οὕτως οὖν διετέλεσεν τὸν μικρὸν χρόνον ὃν ἐποίησεν εἰς τὸ μοναστήριον· ἐποίησεν γὰρ ὡς πέντε ἔτη· καὶ οὕτως ἐτελεύτησεν ἐν ὑπακοῇ, μὴ ποιήσας μήτε ἓν θέλημα αὐτοῦ ἔν τινι πράγματι, μήτε κατὰ προσπάθειαν ποιήσας τίποτε. Ὅτε δὲ ἠσθένησεν καὶ αἱμόπτυσεν (φθισικὸς γὰρ ἀπέθανεν), ἤκουσεν παρά τινος ὅτι τὰ ᾠὰ τὰ ὀπτοροφητὰ ὠφελοῦσι τοὺς αἱμοπτυικούς. Ἤιδει δὲ τοῦτο καὶ ὁ μακάριος Δωρόθεος, καὶ ἡδέως εἶχεν τὴν θεραπείαν αὐτοῦ· ἀλλ’ ἀπὸ τοῦ περισπασμοῦ οὐκ ἦλθεν εἰς τὸν νοῦν αὐτοῦ.

Λέγει οὖν αὐτῷ ἐκεῖνος· Κῦρι, θέλω εἰπεῖν σοι ὅτι ἤκουσα περὶ πράγματος ὠφελοῦντός με· ἀλλ’ οὐ θέλω ἵνα δώσῃς μοι ἀπ’ αὐτοῦ, ἐπειδὴ ὀχλεῖ μοι ὁ λογισμός μου. Λέγει αὐτῷ· Εἰπέ μοι τί ἐστιν, Δοσίθεε· εἰπέ μοι τί ἐστιν τὸ πρᾶγμα. Καὶ λέγει· Δός μοι λόγον ὅτι οὐ παρέχεις μοι· ἐπειδή, ὡς εἶπον, ὀχλεῖ περὶ αὐτοῦ ὁ λογισμός μου. Λέγει αὐτῷ· Καλῶς, ὡς θέλεις ποιῶ. Τότε λέγει· Ἤκουσα παρά τινων ὅτι τὰ ᾠὰ τὰ ὀπτοροφητὰ ὠφελοῦσι τοὺς αἱμοπτυικούς· ἀλλά, διὰ τὸν Κύριον, ἐὰν κελεύῃς, ἐξότου οὐκ ἔφθασας ἀφ’ ἑαυτοῦ δοῦναί μοι, μὴ δώσῃς μοι ὡς διὰ τὸν λογισμόν μου. Λέγει αὐτῷ. Καλῶς, ἀφοῦ οὐ θέλεις, οὐ παρέχω σοι, μὴ θλίβῃς. Ἐσπούδαζε δὲ διδόναι αὐτῷ ἄλλα πράγματα ὠφελοῦντα αὐτὸν ἀντὶ τῶν ᾠῶν, ἐπειδὴ ἦν εἰπὼν ὅτι· Ὀχλεῖ μοι ὁ λογισμὸς περὶ τῶν ᾠῶν. Ἰδοὺ καὶ ἐν τοιαύτῃ ἀρρωστίᾳ ὢν ἠγωνίζετο κατὰ τοῦ ἰδίου θελήματος.

Εἶχεν δὲ ἀεὶ καὶ μνήμην Θεοῦ· ἦν γὰρ παραδοὺς αὐτῷ τὸ ἀεὶ λέγειν· Κύριε Ἰησοῦ Χριστέ, ἐλέησόν με· καὶ μεταξύ· Υἱὲ τοῦ Θεοῦ, βοήθησόν μοι. Εἶχεν οὖν πάντοτε ταύτην τὴν εὐχήν. Ὅτε δὲ ἠσθένησεν, λέγει αὐτῷ·

Δοσίθεε, φρόντισον τῆς εὐχῆς, βλέπε μὴ ἀπωλέσῃς αὐτήν. Ὁ δὲ ἀποκρίνεται· Καλῶς, κῦρι, εὔχου ὑπὲρ ἐμοῦ. Πάλιν ὡς ἐβαρήθη μικρόν, λέγει αὐτῷ· Τί ἔνι, Δοσίθεε, πῶς ἡ εὐχή; Ἵσταται ἀκμήν; Καὶ λέγει· Ναί, κῦρι, διὰ τῶν εὐχῶν σου. Ὅτε δὲ πλέον ἐβαρήθη (εἰς τοιαύτην γὰρ ἀσθένειαν ἦλθεν ὥστε ἐν σινδόνι βαστάζεσθαι), λέγει αὐτῷ·

Πῶς ἡ εὐχή, Δοσίθεε; Τότε λέγει· Συγχώρησον, κῦρι, οὐκ ἔτι ἰσχύω κρατῆσαι αὐτήν. Λέγει αὐτῷ· Οὐκοῦν ἄφες τὴν εὐχήν· μόνον δὲ μνημόνευε τοῦ Θεοῦ καὶ κατανόει αὐτὸν ὡς ὄντα ἐνώπιόν σου. Ἐκοπία δὲ πάνυ, καὶ δηλοῖ τῷ Μεγάλῳ Γέροντι·

Ἀπόλυσόν με, ὅτι οὐκ ἔτι δύναμαι. Δηλοῖ αὐτῷ ὁ Γέρων· Ὑπόμεινον, τέκνον, ἐγγὺς γὰρ τὸ ἔλεος τοῦ Θεοῦ. Ὁ δὲ μακάριος Δωρόθεος ἔβλεπεν αὐτὸν κάμνοντα καὶ ἐμερίμνα μήπως βλαβῇ. Πάλιν μεθ’ ἡμέρας δηλοῖ τῷ Γέροντι·

Δέσποτά μου, οὐκ ἔτι ἰσχύω. Τότε δηλοῖ αὐτῷ ὁ Γέρων· Ὕπαγε ἐν εἰρήνῃ, παράστηθι τῇ Ἁγίᾳ Τριάδι καὶ πρέσβευε ὑπὲρ ἡμῶν. Ἀκούσαντες δὲ οἱ ἀδελφοὶ τὴν ἀπόκρισιν τοῦ Γέροντος, ἤρξαντο ἀγανακτεῖν καὶ λέγειν· Τί ἁπλῶς ἐποίησεν ἢ τί ἦν τὸ ἔργον αὐτοῦ, ὅτι ταῦτα ἤκουσεν; Κατὰ ἀλήθειαν γὰρ οὐκ ἔβλεπον αὐτὸν ἢ δύο δύο νηστεύοντα ὡς ἐποίουν τινὲς τῶν ἐκεῖ, ἢ ἀγρυπνοῦντα πρὸ τῆς ἀγρυπνίας· ἀλλ’ οὐδὲ εἰς αὐτὴν τὴν ἀγρυπνίαν ἠγείρετο, εἰ μὴ μετὰ δύο ἀκολουθίας.

Οὐδὲ ἔβλεπον αὐτὸν ποιοῦντα μίαν ἄσκησιν, ἀλλ’ ἔβλεπον αὐτὸν τρώγοντα μικρόν, εἰ τύχῃ, ζωμὸν ἐκ τῶν ἀρρώστων, καί, εἰ ἐπερίσσευσεν, ἐκ τῶν ὀψαρίων ἓν κεφαλίδιον ἢ ἄλλο τι τοιοῦτον. Ἦσαν δὲ ἐκεῖ τινες, ὡς εἶπον, τοσοῦτον χρόνον δύο δύο νηστεύοντες καὶ διπλᾶς ἀγρυπνίας ποιοῦντες καὶ ἀσκοῦντες. Ὡς οὖν ἤκουσαν τοιαύτην ἀπόκρισιν πεμφθεῖσαν παρὰ τοῦ Γέροντος νεωτέρῳ πέντε ἔτη ἔχοντι εἰς τὸ μοναστήριον, ἐταράσσοντο ἀγνοοῦντες τὴν ἐργασίαν αὐτοῦ καὶ τὴν κατὰ πάντα αὐτοῦ ὑπακοὴν ὅτι οὐδέποτε ἐποίησεν ἓν θέλημα αὐτοῦ, καὶ τὴν ἀδιάκριτον αὐτοῦ ὑπακοὴν ὅτι, εἰ ἔτυχέν ποτε τὸν μακάριον Δωρόθεον εἰπεῖν αὐτῷ ῥῆμα ὡς διασύρων αὐτόν, ἀπήρχετο τρέχων καὶ ἐποίει αὐτὸ ἀδιακρίτως.