Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Δωρόθεος Γάζης – Βίος τοῦ ὁσίου Δωσιθέου (Νόθος)

Δωρόθεος Γάζης

Παραδείγματα υπακοής και η μεταθανάτια φανέρωση

Αναδρομική παράθεση περιστατικών που αναδεικνύουν την ταπείνωση του Δοσιθέου και η αποκάλυψη της δόξας του μετά των αγίων Πατέρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Δωρόθεος Γάζης

—

Κεφάλαιο 4 από 4

Οἷόν τι λέγω· Οὗτος παρὰ τὰς ἀρχὰς ὡς ἀπὸ συνηθείας ἐλάλει τραχυτέρως. Ὁ οὖν μακάριος, ὡς διασύρων αὐτόν, ἐν μιᾷ λέγει αὐτῷ· Βουκακράτου χρήζεις, Δοσίθεε· καλῶς, ὕπαγε λαβὲ βουκάκρατον. Ἐκεῖνος ἀκούσας ἀπέρχεται καὶ φέρει φιάλην ἔχουσαν οἶνον καὶ ἄρτον, καὶ ἐπιδίδωσιν αὐτῷ, ὡς ἵνα λάβῃ εὐλογίαν. Ὁ δὲ ἀγνοήσας προσέσχεν αὐτῷ ὡς ξενιζόμενος καὶ λέγει· Τί θέλεις; Ἀποκρίνεται αὐτῷ·

Ἐκέλευσάς με λαβεῖν βουκάκρατον· δός μοι εὐλογίαν. Τότε λέγει αὐτῷ· Μωρέ, ἐπειδὴ κράζεις ὥσπερ καὶ οἱ Γότθοι· καὶ γὰρ ἐκεῖνοι, ὅταν ἐκχολοῦνται, χολοῦσιν καὶ κράζουσιν· διὰ τοῦτο εἶπόν σοι· λαβὲ βουκάκρατον, ὅτι καὶ σὺ ὡς Γότθος κράζεις. Ὡς οὖν ἤκουσεν ταῦτα, βάλλει μετάνοιαν καὶ ἀπέρχεται καὶ τιθεῖ αὐτό.

Ἄλλοτε πάλιν ἔρχεται καὶ ἐρωτᾷ αὐτὸν ῥῆμα τῆς Ἁγίας Γραφῆς· ἤρξατο γὰρ ἀπὸ καθαρότητος νοεῖν τινα τῆς Γραφῆς. Ὁ δὲ οὐκ ἤθελεν αὐτὸν τέως εἰς ταῦτα ἐπιβάλλειν, ἀλλὰ μᾶλλον διὰ τῆς ταπεινώσεως φυλαχθῆναι. Ὅτε οὖν ἠρώτησε αὐτόν, λέγει αὐτῷ· Οὐκ οἶδα. Ἐκεῖνος μηδὲν νοήσας, πάλιν ἔρχεται ἐρωτῶν αὐτὸν ἄλλο κεφάλαιον.

Τότε λέγει· Οὐκ οἶδα, ἀλλ’ ἄπελθε, ἐρώτησον τὸν ἀββᾶν. Ὁ δὲ ἀπῆλθεν μηδὲν διακρίνας. Ἦν δὲ ἐκεῖνος προειπὼν τῷ ἀββᾷ ἐκτὸς αὐτοῦ· Ἐὰν ἔλθῃ Δοσίθεος πρὸς σὲ ἐρωτῆσαί σε τίποτε γραφικόν, στύψον αὐτὸν μικρόν. Ὡς οὖν ἀπῆλθεν καὶ ἠρώτησεν αὐτόν, ἤρξατο στύφειν αὐτὸν καὶ λέγειν·

Οὐχ ἡσυχάζεις, μηδὲν εἰδώς; Σὺ ταῦτα τολμᾷς ἐρωτᾶν, καὶ οὐ μεριμνᾷς τὴν ἀκαθαρσίαν σου; Καὶ ἄλλα τινὰ τοιαῦτα εἰπών, ἀπέλυσεν δεδωκὼς αὐτῷ καὶ δύο κόσσους. Ὁ δὲ ὑποστρέφει πρὸς τὸν ἀββᾶν Δωρόθεον δεικνύων αὐτῷ τὰς παρειὰς αὐτοῦ πυρρὰς ἐκ τῶν κόσσων καὶ λέγων· Ἔχω, καὶ στερεάς. Καὶ οὐκ εἶπεν αὐτῷ· Διὰ τί συ οὐ διωρθώσω με, ἀλλ’ ἔπεμψάς με πρὸς τὸν ἀββᾶν; Οὐδὲν τοιοῦτον εἶπεν, ἀλλὰ πάντα ἐδέχετο τὰ παρ’ αὐτοῦ μετὰ πίστεως καὶ ἐποίει ἀδιακρίτως. Ὅτε δὲ ἠρώτα αὐτὸν λογισμός, μετὰ τοιαύτης πληροφορίας ἐδέχετο ἃ ἤκουεν καὶ οὕτως ἐφύλαττεν, ὡς μηκέτι δευτερῶσαι αὐτὸν περὶ τοῦ αὐτοῦ λογισμοῦ.

Ταύτην οὖν ἀγνοοῦντες, ὡς εἶπον, τὴν θαυμαστὴν αὐτοῦ ἐργασίαν, ἐγόγγυζόν τινες ἐπὶ τῇ ἀπολύσει τοῦ Γέροντος. Ὅτε δὲ ἠθέλησεν ὁ Θεὸς φανερῶσαι τὴν ἑτοιμασθεῖσαν αὐτῷ δόξαν ἐκ τῆς ἁγίας ἐκείνης ὑπακοῆς, καὶ τὸ χάρισμα ὃ εἶχεν ὁ μακάριος Δωρόθεος, καὶ ἔτι μαθητὴς ὤν, περὶ τὸ σώζειν ψυχάς, ὁ οὕτως ἀπλανῶς αὐτὸν καὶ συντόμως ὁδηγήσας πρὸς τὸν Θεόν, τότε, μετ’ οὐ πολὺν χρόνον τῆς μακαρίας αὐτοῦ τελευτῆς, ἐπεθύμησέν τις τῶν ἁγίων μέγας γέρων, παραβαλὼν τοῖς ἐκεῖσε ξένοις, ἰδεῖν τοὺς ἐν τῷ κοινοβίῳ προκοιμηθέντας ἁγίους, καὶ ᾔτησεν τὸν Θεὸν περὶ τούτου ἀποκαλύψαι αὐτῷ. Καὶ ὁρᾷ αὐτοὺς πάντας ὁμοῦ ὡς ἐν χορῷ ἱσταμένους καὶ μεταξὺ αὐτῶν τινα νεώτερον ἑστῶτα, καὶ ἔλεγεν· Ἄρα τίς ἐστιν ὁ νεώτερος ὃν εἶδον μετὰ τῶν Πατέρων; Καὶ ὡς διέγραψεν τὰ σημεῖα τοῦ χαρακτῆρος αὐτοῦ, ἔγνωσαν πάντες ὅτι Δοσίθεός ἐστιν· καὶ ἐδόξασαν τὸν Θεόν, θαυμάζοντες ἀπὸ ποίου βίου καὶ οἵας πρώτης ἀγωγῆς εἰς ποῖα μέτρα κατηξιώθη φθάσαι, καὶ ἐν ὀλίγῳ οὕτως χρόνῳ, διὰ τοῦ κρατῆσαι αὐτὸν τὴν ὑπακοὴν καὶ κόψαι τὸ ἴδιον θέλημα.