Ἀρουάδ, ἀνὴρ ἀφηνιώδης, ὃς ἐβουλήθη ἀφανίσαι συνάξεων συστήματα τῶν τοῦ Θεοῦ ἐκκλησιῶν, ὑπὸ τοῦ παναγίου συνηθροισμένα Πνεύματος. Ἐν τοῖς ὑπ᾽ οὐρανὸν ἐξαλειφθείη τὸ μνημόσυνόν σου καὶ μὴ εὑρεθείη ἐν βίβλῳ ζώντων, ὅτι κατέλιπες ζωῆς οἶνον, τὸ τοῦ Χριστοῦ αἷμα, καὶ ἄρτον οὐράνιον, τὸ τοῦ Χριστοῦ σῶμα, καὶ ἔφαγες θυσιῶν βρῶσιν μιαρῶν, ἔπιές τε ἁμαρτιῶν τρυγίαν, χολὴν θολεράν. Ὁ Λόγος τοῦ Θεοῦ, ὁ τοῦ Πατρὸς Υἱός, εἰς ὃν ἐδυσφήμησε τὸ στόμα σου τὸ δυσσεβές, ἐτασμῷ διϊκνουμένῳ, ἐκζητήσει ἀπὸ σοῦ τὴν εἰς αὐτὸν ἀθέτησιν, καὶ ἐκ πασῶν ὁμοῦ τῶν αἱρέσεων· Ἀρειανῶν, φημί, καὶ Μανιχαίων, Καθαρῶν τε, φημί, καὶ Ὀφιτῶν καὶ Μαρκιωνιστῶν, Εὐνομιανῶν τε καὶ Εὐχιτῶν καὶ Καυχιτῶν, Παυλιανῶν τε καὶ Οὐαλεντίνων καὶ Οὐϊταλιανῶν καὶ τῶν ἀκαθάρτων Βορβοριανῶν, καὶ τῶν λοιπῶν ἀθεμίτων πασῶν, οἵτινες λατρεύουσι ξύλοις τε καὶ λίθοις, τῷ τε ἡλίῳ καὶ τῇ σελήνῃ· οἱ οἰωνισταὶ καὶ οἱ ἀστρονόμοι, οἵτινες διεμερίσθησαν διχονόως κατὰ τῆς ἁγίας δόξης τῆς ἀχράντου Τριάδος, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.