Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Διαθήκη

Ἐφραίμ ὁ Σύρος

Ευλογίες προς τους μαθητές, καταδίκη αιρέσεων και πνευματικές νουθεσίες

Μεταβίβαση ευλογιών στους μαθητές του, σφοδρός έλεγχος των εκπεσόντων αδελφών, καταδίκη των αιρέσεων και πρακτικές οδηγίες για τη διαφύλαξη της ορθόδοξης παράδοσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 6

Ἀλλὰ γὰρ δεῦτε λοιπόν, ἐμοὶ μαθηταί, εὐλογητοὶ ἐν ἰσχύϊ Ποιμένος ἀγαθοῦ καὶ Διδασκάλου θείου, Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ὅσπερ ὑπάρχει Θεὸς ἐκ Θεοῦ. Καὶ εἰ μὴ τυγχάνω ἐγὼ ὡς Νῶε, ὑμεῖς προσελθόντες εὐλογηθῆτε ὡς Σὴμ καὶ Ἰαφήτ. Εἰ δὲ καὶ ὡς Μελχισεδὲκ οὐχ ὑπάρχω, εὐλογηθῆτε καὶ γένεσθε 〈ὑμεῖς〉 ὡς Ἀβραάμ. Καὶ εἰ ὡς Ἰσαὰκ οὐκ εἰμί, ὑμεῖς εὐλογηθῆτε ὡς Ἰακώβ. Εἰ δὲ καὶ ὡς Μωυσῆς οὐχ ὑπάρχω, ἔσεσθε ὑμεῖς ὡς τοῦ Ναυῆ Ἰησοῦς. Καὶ εἰ μὴ τυγχάνω ὡς Ἠλίας, δέξασθε ὑμεῖς δισσὸν τὸ πνεῦμα ὡς ὁ Ἐλισσαῖος αἰτούμενος. Ἄρξομαι δὲ πρὸς ὑμᾶς [ὑπὲρ ὑμῶν] εὐλογεῖν, τοὺς ἐμοὺς μαθητάς.

Ἀββᾶ, ἀνὴρ θαυμαστός, Χριστὸς μεγαλύναι τὸ μνημόσυνόν σου ἐπὶ τῆς γῆς, καὶ γενέσθω τὸ πρόσωπόν σου παραπλήσιον ἀγγέλου δόξης Θεοῦ, καὶ ὁμοιωθῇς τῷ μεγάλῳ Μωυσῇ, ὅπως πάντες οἱ θεωροῦντές σε συνῶσιν ὅτι δοῦλος εἶ ἐπίκλητος Θεοῦ.

Καὶ σύ, Ἀβραάμ, ὅτι ἐλθὼν ἐκολλήθης μοι, εἰσακούσαι σου ὁ Θεὸς τοῦ Ἀβραὰμ ἐν προσευχαῖς καὶ δεήσεσι, καὶ πρὶν ἀνοίξῃς τὸ στόμα σου, πληρώσῃ αὐτὸ σοφίας καὶ συνέσεως, καθώς που φησὶν ὁ Προφήτης· ἄνοιξον τὸ στόμα σου, καὶ πληρώσω αὐτό.

Συμεών, εἰσακούσαι σου ὁ Θεός, ὅταν δέῃ αὐτὸν ἐν προσευχαῖς, καὶ εἰς τὴν ἄνω πόλιν εἰσέλθοις. Πληρωθείη αὐτῆς ἡ ἐκκλησία, ὡς ποτήριον κεράσματος λαῶν ἀπαιτούντων εἰς τὸ σῴζεσθαι. Ἐλθέτωσαν νύμφαι εἰς τὴν θέαν σου καὶ ἐγκεκλεισμέναι εἰς τὴν σὴν διδασκαλίαν· ὧν αἱ μὲν νύμφαι μητέρες τυγχάνουσιν, αἱ 〈δὲ〉 ἀποκεκλεισμέναι, ὅσαι ἐν ζυγῷ τοῦ Ἐναντίου συνείχοντο· ἐλθὼν δὲ ὁ Χριστὸς ταύτας ἠλευθέρωσεν. Ἀκούσονται ἐκ σοῦ παραβολὰς συνέσεως, καὶ λάβοιεν διὰ σοῦ διδασκαλίαν ζωῆς ἐκ Πνεύματος Ἁγίου. Καρπώσονται τὴν παρὰ σοῦ σωτηρίαν ψυχῶν, καὶ ὡς σοφὸς ἰατρὸς ἐν παρεμβολῇ χρῃζόντων. Οὕτως ἐν τῇ κτίσει διαδράμοι σου ἡ ἀκοή.

Μάρας, ἀνὴρ Γαλιλαῖος, πρᾷος καὶ εὐθύς, ταπεινός τε καὶ ὀρθός· πρᾷος οὐ φύσει, ἀλλὰ τρόπῳ ἑκουσίῳ· ὃς ἐν ἐλπίδι Θεοῦ ἀθλήσας, συνηγωνίσω μοι ἐν τοῖς παθήμασί μου. Αὐτὸς τοίνυν ὁ Θεὸς δῴη μετὰ ὁσίων τὸν μισθόν σου· ὃν λήψῃ μετὰ πάντων Ἁγίων.

Ζηνόβιος, ἀνὴρ γιζαραῖος, ὃ ἑρμηνεύεται κυνηγικός, ἀνὴρ ἑκτικός, ἐξισχύων πολεμιστής. Γενέσθω ὁ λόγος σου ὡς πῦρ, καὶ ἀναλώσῃ ἀνόμων πλήθη· καὶ ὡς φλὸξ διοδεύουσα δρυμόν, οὕτως ἐκλείξῃ αὐτοὺς ἡ μαθησία σου, καὶ σοφισθείης πάσης γνώσεως Θεοῦ. Καὶ ὡς ὁ Δαυῒδ ἀνεδείχθη λαμπρός, τὸν ἀλάστορα Γολιὰθ νικήσας, οὕτως ἐκστήσας νικήσεις τὰς τῶν πεπλανημένων ψυχάς. Ἐνδύσῃ τε πανοπλίαν Ἁγίων καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίου καὶ ἱδρυσμὸν Ἀποστόλων ἁγίων· ἥτις πανοπλία τὸ Πνεῦμα τὸ Ἅγιον τυγχάνει, καὶ [ἡ] περικεφαλαία ὁ ἱδρυσμὸς αὐτοῦ.

Ὁ τοῦ Θεοῦ δὲ στύλος ἔστω συνοδοιπόρος σου· ὁ Δεσπότης καὶ ἡ βοήθεια αὐτοῦ, ἥτις οὐδαμῶς ἔν τινι ἠσθένησέ ποτε. Παυλονᾶ, κεκατηραμένη ἐκ γυναικῶν ἡ μήτηρ σου. Οὐαὶ τὴν σὲ τεκοῦσαν κοιλίαν, ὅτι πασῶν αἱρέσεων ἐγένου μέτοχος καὶ πειρατῶν θύραν βαδίζεις· ἔργα γάρ ἐστι παντὸς μόχθου σου. Γυμνωθεὶς ἀπερρίφης, ὡς Ἰούδας ὁ Ἰσκαριώτης, προδότης γενόμενος καὶ ἐκ πάντων καταισχυνθεὶς τῶν ἐπιτηδευμάτων σου. Στύλος γὰρ ἑδράσματος, τοῦτον ὃν κατέλιπες, τέρας δείξει φρικῶδες ἐν τῷ σώματί σου· αὐτὸς ὁ βαστάζων τὸν οὐρανόν, καὶ ἐν ᾧπερ ἵδρυται ἡ τῆς ἁπάσης κτίσεως φύσις· ὅτι πᾶσα ἡ κτίσις ἐν αὐτῷ καθίδρυται, ἡ θάλασσά τε καὶ τὸ πλήρωμα αὐτῆς. Πέποιθάς τε ἐπὶ κάλαμον τεθλασμένον, καταλιπὼν τὴν τοῦ σταυροῦ βακτηρίαν, ἥτις ἐνισχύει τοὺς ἀσθενεῖς, καὶ πάντων ἰᾶται πάθος ψυχῶν τε καὶ σωμάτων.

Ἀρουάδ, ἀνὴρ ἀφηνιώδης, ὃς ἐβουλήθη ἀφανίσαι συνάξεων συστήματα τῶν τοῦ Θεοῦ ἐκκλησιῶν, ὑπὸ τοῦ παναγίου συνηθροισμένα Πνεύματος. Ἐν τοῖς ὑπ᾽ οὐρανὸν ἐξαλειφθείη τὸ μνημόσυνόν σου καὶ μὴ εὑρεθείη ἐν βίβλῳ ζώντων, ὅτι κατέλιπες ζωῆς οἶνον, τὸ τοῦ Χριστοῦ αἷμα, καὶ ἄρτον οὐράνιον, τὸ τοῦ Χριστοῦ σῶμα, καὶ ἔφαγες θυσιῶν βρῶσιν μιαρῶν, ἔπιές τε ἁμαρτιῶν τρυγίαν, χολὴν θολεράν. Ὁ Λόγος τοῦ Θεοῦ, ὁ τοῦ Πατρὸς Υἱός, εἰς ὃν ἐδυσφήμησε τὸ στόμα σου τὸ δυσσεβές, ἐτασμῷ διϊκνουμένῳ, ἐκζητήσει ἀπὸ σοῦ τὴν εἰς αὐτὸν ἀθέτησιν, καὶ ἐκ πασῶν ὁμοῦ τῶν αἱρέσεων· Ἀρειανῶν, φημί, καὶ Μανιχαίων, Καθαρῶν τε, φημί, καὶ Ὀφιτῶν καὶ Μαρκιωνιστῶν, Εὐνομιανῶν τε καὶ Εὐχιτῶν καὶ Καυχιτῶν, Παυλιανῶν τε καὶ Οὐαλεντίνων καὶ Οὐϊταλιανῶν καὶ τῶν ἀκαθάρτων Βορβοριανῶν, καὶ τῶν λοιπῶν ἀθεμίτων πασῶν, οἵτινες λατρεύουσι ξύλοις τε καὶ λίθοις, τῷ τε ἡλίῳ καὶ τῇ σελήνῃ· οἱ οἰωνισταὶ καὶ οἱ ἀστρονόμοι, οἵτινες διεμερίσθησαν διχονόως κατὰ τῆς ἁγίας δόξης τῆς ἀχράντου Τριάδος, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.

Εὐλογητὸς ὁ ἐκλεκτὸς ὁ ἐκλεξάμενος τὴν καθολικὴν αὐτοῦ Ἐκκλησίαν, τὴν ἁγίαν ἀμνάδα, ἣν λύκος ὁ λυμεὼν ταύτην οὐ συνέτριψε, καὶ τὴν ἄσπιλον περιστεράν, ἣν οὐ κατέλαβε διώξας τοῦ ἐκθλῖψαι κακεντρεχὴς θηρευτὴς ἱέραξ. Ὅτι ποτήριον ἐν χειρὶ Κυρίου τρυγῶδες, καὶ πίονται αὐτὸ πάντες οἱ ἀποστάται τοῦ Χριστοῦ, οἱ μερισταὶ τῆς ἁγίας καὶ μονάρχου Τριάδος· ὃ καὶ οἱ τῆς ἀληθείας ἐχθροί, τὸ τῶν Ἰουδαίων γένος, πιόντες ἐξήμεσαν καὶ ἀπηνῶς ἐξώρμησαν κατὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ οὐδὲν θαυμαστόν· λυσσοφόρος γὰρ κύων, ὅταν κρατηθῇ ὑπὸ τῆς μανίας, τὸν ἴδιον καταδάκνει δεσπότην. Τὸν αὐτὸν τρόπον καὶ Ἰουδαῖοι πεποιήκασι, καὶ ἔτι πάσχουσι· λυττῶντες γὰρ τὸν ἴδιον βλασφημοῦσι Δεσπότην.

Ἡμεῖς μὲν δοξάσωμεν τὸν ὑπερυψωθέντα Θεὸν τῶν ἁπάντων, ᾧ προσεγγίσαι ἀδυνατοῦσιν οἱ τῶν ἀποστατῶν ἀπόγονοι. Εἰ γὰρ αὐτοῖς ὑπῆρξε μέθοδος τῆς ἐπινοίας τοῦ ἀναβῆναι εἰς οὐρανὸν ἁμαρτωλούς, πάντως ἂν διχονοήσαντες κἀκεῖ μερισμὸν ἐνέβαλον, ἐν οἴκῳ εὐσεβείας, ἐπ᾽ οὐρανίων σκηνῶν, ὃν τρόπον ἐν καιρῷ ἀρχαίῳ ἐπεχείρησαν οἱ πρόγονοι τούτων, ἐπὶ τῆς πυργοποιΐας, διὰ σπουδῆς εἰς τὸν οὐρανὸν ποιεῖσθαι τὴν ἀνάβασιν, καὶ ὠθισθέντες πεπτώκασιν ἀπὸ τῆς χάριτος, διαπορηθέντες, διακενῆς τε ἀνομήσαντες, ἐπειδὴ ἀσυνάπτῳ μερισμῷ διῃρέθησαν αὐτῶν αἱ γλῶσσαι.

Εἰ ὡσεὶ νῦν τοὺς τοῦτο ἐπιχειρήσαντας τοιαύτη τις ἀκατάσχετος ἔλαβε συμφορά, θελήσαντας ἀναβῆναι εἰς χωρίον ἐπουρανίων καὶ ἐγρηγορότων διαγωγάς. τό τε ἀνταπόδομα αὐτῶν οὕτως ἐναργῶς εἰς κεφαλὰς ἔστειχε, πόσῳ μᾶλλον κατακρίτου τιμωρίας καταξιωθήσονται, ἀδελφοί, οἱ μερισμὸν ἀποστασίας δόξαντες διασπεῖραι ἐν καρδίᾳ βροτῶν, κατὰ τοῦ Θεοῦ καὶ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος;

Ἐμῶν τοίνυν διδαγμάτων ἀγάγετε σχολήν, ὡς ἐμοὶ μαθηταί, καὶ τῆς καθόλου μὴ ἐκστῆτε πίστεως, ἣν καὶ αὐτὸς ἐκ παίδων καταλαβὼν ἀκλινῆ ἐφύλαξα, μηδὲ παραρρυῆτε ἀπ᾽ αὐτῆς ἔν τινι δισταγμῷ. Εἴ τις δὲ δισταγμῷ εἶσιν ἢ παραρρυεῖ, 〈καὶ〉 μερισθῇ κατὰ τοῦ Θεοῦ καὶ τῆς ἁγίας αὐτοῦ Ἐκκλησίας, ἔμπνους καὶ ζῶν εἰς τὸν ᾅδην καταβιβασθείη, συμμέτοχος εἴη τῆς κατάρας 〈καὶ〉 κληρονόμος Κάϊν, στένων 〈τε〉 ἐπὶ τῆς γῆς καὶ τρέμων ἔσται. Καὶ ὃς ἂν τοῦ Πατρὸς τὸν Υἱὸν σμικρύνῃ, ἄταφος καὶ αὐτὸς εἰς τὴν γῆν κατέλθοι. Εἴ τις δὲ διχονόως διατεθῇ κατὰ τοῦ Ἁγίου Πνεύματος, ὁ τοιοῦτος ἐν τῇ κρίσει μὴ τύχῃ ἐλέους. Καὶ εἴ τις ἐπαρθείη κατὰ τῆς καθόλου Ἐκκλησίας, λεπριάσῃ παραπλησίως τῷ ἄφρονι Γιεζί.

Ὅστις καταλείψῃ τῆς συνέσεως τὴν ὀρθὴν πίστιν, συσχεθείη τῷ τῆς ἀνομίας σχοινίσματι τοῦ προδότου Ἰούδα. Ἣν γὰρ ἐγὼ πίστιν παρέλαβον, ἐξ Ἀποστόλων ἁγίων ταύτην ἔμαθον· αὐτοί τε αὐτὴν λαβόντες παρὰ Θεοῦ, πάσῃ τῇ κτίσει διεκήρυξαν.

Ἀνυπόστατος δὲ καὶ ἀδιάφευκτος ἀνομία ἡ εἰς τὸν Θεὸν βλασφημία· ἧς δὲ τὸ δέλεαρ φεύγετε ἐναργῶς, ὧ μαθηταί μου· εἰς γὰρ τὸν τῶν ὅλων Θεὸν τὴν ἀποστασίαν κηρύσσει ὁ δυσφήμως ἐπαιρόμενος καὶ τὸν θεμέλιον τοῦ λόγου παρασαλεύει τῆς πίστεως· ὄγκῳ δὲ βαρεῖ φερόμενοι ἀνανεύειν οὐ δυνάμεθα, ὑπὸ τῆς ἐπωδύνου δουλαγωγούμενοι σαρκός.

Μὴ οὖν προσθῶμεν ἑαυτοῖς ἁμαρτίας ἐπὶ ταῖς ἀνομίαις ἡμῶν. Προσδοκίαν δὲ ἔχω μὲν ἐλπίδος ἐν ταύτῃ καὶ παραμύθιον ἀγάπης ἐνώπιον Κυρίου, ὅτιπερ οὐδαμῶς ἐλοιδόρησα ἐν πάσῃ τῇ ζωῇ μου τὸν Κύριον, καὶ λόγος ἄφρων οὐ προῆλθε τῶν χειλέων μου. Τοὺς γὰρ μισοῦντάς σε, Κύριε, τέλειον ἐμίσησα μῖσος, καὶ τοὺς ἐχθρούς σου εἰσάπαξ ἐβδελυξάμην.

Ἐμῶν λόγων, ἀδελφοί, μνήμην θέσθε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπειδήπερ ἐμοὶ οὗτοι ἐκ Θεοῦ ὑπῆρξαν, καὶ ἔργον εἰς Θεὸν τοῦτο 〈τὸ〉 γεώργιον ὑπαρξάτω, ἀγρυπνεῖν ἀνελλιπῶς, ψάλλειν τε καὶ νηστεύειν καὶ πιστεύειν ἀγαπῶντας, ἐλπίζειν τε καὶ περιμένειν τὸν τῶν ἁπάντων Δεσπότην καὶ Σωτῆρα ἡμῶν Χριστόν, ἔχειν τε πρὸς τούτοις ἡνωμένως καὶ τὴν τῶν ξένων ἐπιμελῶς ὑποδοχήν, ὁ γὰρ ὑποδεχόμενος ξένον, ὁλοτελῶς τὸν Θεὸν ὑποδέχεται· καὶ μή τις ξένον εἴπῃ τὸν τοιοῦτον, ὁ δὲ καθ᾽ εἷς μᾶλλον οἰκεῖον μέλος· καὶ γίνεσθε περὶ τὴν πίστιν μάλιστα ἀσφαλεῖς, φυλαττόμενοι ἀπὸ τῶν δι᾽ ἐναντίας, φημὶ δὴ τῶν τῆς ἁμαρτίας ἐργατῶν, καὶ ματαιολόγων τε καὶ φρεναπατῶν.

Ὅπερ ἐμέλησε καὶ τῷ Ἀποστόλῳ διδάξαι· τοῦτο γὰρ οὐ κατώκνησεν οὕτως εἰπεῖν· ἴστε γινώσκοντες ὅτι μετὰ τὴν ἄφιξίν μου, ἐλεύσονται εἰς ὑμᾶς λύκοι βαρεῖς, μὴ φειδόμενοι τοῦ ποιμνίου, λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν. Καὶ ἑτέρωθι λέγει· οἵτινες εἰσελεύσονται ἐν ἐνδύμασι προβάτων, ὑπάρχοντες αὐτοὶ λύκοι ἅρπαγες. Τὰ μὲν ῥήματα γλυκέα ἔχοντες, τὴν δὲ καρδίαν μεστὴν χολῆς καὶ πικρίας. Καὶ ἐσθῆτα μὲν κατηφῆ περικείμενοι, μαθηταὶ δὲ ὑπάρχοντες τοῦ ἀπ᾽ ἀρχῆς βασκαίνοντος ἡμᾶς Διαβόλου· διὸ δὴ καὶ τῶν ἐκείνου τυγχάνουσι ζιζανίων σπορά.

Πάσῃ τοίνυν σπουδῇ φυλαττόμενοι, φεύγετε τὴν τούτων συνάφειαν. Σαφές τε ὑμῖν δίδωμι ὑπόδειγμα τοῦτο, ἀγαπητοί· ὅτι παγανεύων ἀνήρ, ἐὰν ἑστηκὼς εὑρεθῇ ἐν τόπῳ βασιλικῷ, κἂν μηδὲν τῶν ἀτόπων φωραθείη πράξας, ἀλλὰ γοῦν ὡς τολμητὴς καθυβρισθήσεται, ταῖς διαγνώσεσιν ὑπαχθείς, τὴν κατὰ νόμον μεθοδευθῇ φάσιν, ὡς ξένος ὑπάρχων τοῦ τοιούτου τόπου.

Μὴ οὖν καθεσθῆτε μετὰ συνεδρίου ματαιότητος αὐτῶν, καὶ μὴ ἰχνηλατήσητε τρίβον διανοίας αὐτῶν. Οὐ διαφέρει γὰρ δαίμονι συνοικῆσαι, ἢ μετὰ ἀποστάτου ἀνδρὸς παρανόμου· ἐφορκιζόμενος γὰρ ὁ δαίμων, ὑποσταλεὶς φεύξεται, μὴ ἰσχύων μεῖναι ἔνθα Χριστὸς κατ᾽ αὐτοῦ ὀνομάζεται. Σὺ δέ, ὦ ἄνθρωπε, ἔξωθεν τῷ τοῦ Χριστοῦ σώματι ὑπάρχων, εἰ καὶ ἔνδοθεν ἐν τῷ πνεύματι αὐτοῦ τυγχάνεις, τέλειος ἄνθρωπος ὑπάρχεις Χριστοῦ· ἐπεὶ ὁ μὴ εἰληφὼς ἀνὴρ βάπτισμα, ἔοικεν οἴκῳ τινὶ ἡτοιμασμένῳ βασιλεῖ, ὃν καὶ οὐδαμοῦ ᾤκησε βασιλεύς. Καὶ εἰ ὁρκεῖς δὲ τὸν ἄνομον καὶ ἄπιστον, διπλασίως χρήσεται ὁ τοιοῦτος τῆς αὑτοῦ κακίας, οὐχ ὑποχωρήσει δὲ τῆς ἑαυτοῦ μανίας. Ὤφελον δὲ μᾶλλον δαίμονας ὁρκίζειν μιαρούς, καὶ μὴ πείθειν τοὺς τῆς ἀνομίας υἱούς. Οἱ μὲν γὰρ δαίμονες εἶπον, ὁμολογοῦντες τὸν Υἱὸν τοῦ Θεοῦ, σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ· οἱ δὲ τῆς ἀποστασίας κήρυκες Ἰουδαῖοι ἐμφιλονείκως ἔχουσι μὴ εἶναι αὐτὸν Υἱὸν τοῦ Θεοῦ. Καὶ ὅρα τὸ δυσκάθεκτον αὐτῶν ἦθος τὸ πικρόν. Ὁ ἀρχηγὸς τῆς ἀποστασίας αὐτῶν ἐκβοᾷ καὶ λέγει· τί ἡμῖν καὶ σοί, Υἱὲ τοῦ Θεοῦ; Καὶ αὐτοὶ ἀρνοῦνται διηνεκῶς.

Εἰ δυνατὸν ἰτέας φυτὸν ἐν τόπῳ αὐχμηρῷ ἀναβλαστῆσαι, δυνατὸν καὶ ἀποστάτην μαθητευθῆναί ποτε· διανοίας γὰρ ἐπῃρμένης ταπεινωθήσεται τὰ φρονήματα, καθὼς τῷ προφήτῃ δοκεῖ Ἠσαΐᾳ διακηρύττοντι ὅτι πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ αἱ τραχεῖαι εἰς πεδίον. Εἰ οὖν ἰτέα ἐν τραχώδει τόπῳ ἀναβλαστάνει ποτέ, καὶ ὁ προφητικὸς λόγος βεβαιωθήσεται, καὶ ἡμῖν τὰ πλείονα τούτων συμβήσεται, καὶ προσελεύσονται πειραταὶ καὶ ἄνομοι μαθεῖν ἀλήθειαν. Ὡς δὲ κόραξ λευκὸς γενέσθαι ποτὲ οὐ δύναται, οὐδὲ οὗτοι λευκανθήσονται, ἢ ὁ κακὸς ἀγαθὸς γενήσεται· ἔσται δὲ ἐν τῷ καιρῷ τοῦ χειμῶνος, κατενεχθείσης χιόνος, φαίνει ἀναφανῆναι τὸν κόρακα λευκὸν πρὸς ὀλίγον, ζοφώδη τυγχάνοντα· ὁρμήσας δὲ ἐπὶ τὴν πτῆσιν, καὶ τὸ πᾶν τῆς χιόνος ἀποτιναξάμενος, τὴν ἀρχαίαν χρόαν τοῖς ὁρῶσιν ἀπέδειξε. Παραπλησίως τε οὕτω καὶ οἱ ἁμαρτωλοὶ τυγχάνουσιν· ἡνίκα γὰρ πρὸς βραχὺ κατανυγέντες δείξωσι μετανοίας προσκαίρους καρπούς, τοὺς τῆς μελλούσης κρίσεως πτοηθέντες λόγους, ἀστήρικτοι διαμείναντες ἐπὶ τῷ τῆς αὑτῶν κατανύξεως καιρῷ, καὶ βραχείας ὥρας διελθούσης, τὸ πᾶν λήθῃ παραδόντες, εἰς τὸν ἀρχαῖον τῆς κακίας οὕτω κατασύρονται τόπον.

Ἀκούσατέ μου, μαθηταί, τῶν ἐμῶν διδαγμάτων, καὶ ἔσεσθέ μου ἀεὶ μνημονεύοντες. Μήτε διαποστῆτε τῆς ἀληθινῆς ὁδοῦ καὶ μὴ ἐκκλίνητε τῶν ἐμῶν παραδόσεων. Ὅταν δὲ πολέμους ἀκούσητε καὶ ταραχὰς ἐν τῇ κτίσει, γινώσκετε ἐπὶ θύραις πάρεστι τὸ τέλος· καὶ τὴν ἐλπίδα βεβαίως ὑμῶν κατάσχετε· γέγραπται γὰρ ἅπαντα γενέσθαι τὰ ἐν τῇ Γραφῇ εἰρημένα. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται· ἰῶτα ἓν ἢ κεραία μία τοῦ νόμου παρελθεῖν οὐ δύναται, καθὼς ὁ Διδάσκαλος ἡμῶν ὤμοσε καθ᾽ ἑαυτοῦ, καὶ εἶπεν. Ἴστε δὲ αὐτὸν ἀληθεύοντα, καὶ οὔ ποτε ψευδόμενον. Ὡς οὖν ἔχοντες παραστῆναι τῷ ἀπαραλλάκτῳ τῆς δικαιοκρισίας Κριτῇ, σπουδάσωμεν ἑαυτοὺς τελείους δι᾽ ἔργων ἀγαθῶν ἐν ὑπομονῇ καταστῆσαι.