Ἔργον
Ἐφραίμ ὁ Σύρος – Διαθήκη
Ομολογία πίστεως και διαβεβαίωση ακτημοσύνης
Υπεράσπιση της ορθόδοξης διδασκαλίας απέναντι στους αιρετικούς, ομολογία του Τριαδικού δόγματος και κατηγορηματική δήλωση της απόλυτης ευαγγελικής πενίας του οσίου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομολογία πίστεως και διαβεβαίωση ακτημοσύνης
Υπεράσπιση της ορθόδοξης διδασκαλίας απέναντι στους αιρετικούς, ομολογία του Τριαδικού δόγματος και κατηγορηματική δήλωση της απόλυτης ευαγγελικής πενίας του οσίου.
Ἐν πάσῃ τῇ ζωῇ μου οὐ κατηρασάμην· κατὰ γὰρ τῶν ἀποστατῶν πάντων διδάσκων καὶ ἐπιτιμῶν τὰς ὅλας ἡμέρας μου καὶ παραινῶν, οὐ κατώκνησα ἐν ταῖς τῶν Ἁγίων γνώμαις. Ἐπίστασθε γὰρ καὶ αὐτοί, ἀδελφοί, ὅτι ἐὰν ἔχῃ τις οἰκοδεσπότης κύνα ἀμελοῦντα τῆς ποίμνης ἢ καθορῶντα λύκον ἀφανίζοντα ἐν τῇ μάνδρᾳ τῶν προβάτων καὶ μὴ καθυλακτοῦντα ἢ καὶ διώκοντα αὐτόν, πάντως ὡς ἄχρηστον κροταφήσας, τοῦτον ῥίπτει πόρρω τοῦ οἴκου.
Τοιγαροῦν ἴστε, ἀδελφοί, ὅτιπερ σοφὸς ἀνὴρ οὐδένα μισεῖ, καὶ ὁ ἄφρων οὐδένα ἀγαπᾷ· ἐὰν δὲ καὶ ἀγαπήσῃ, τὸν ὅμοιον αὐτοῦ ἀγαπᾷ. Ὑμεῖς, ἀδελφοί, μὴ ξενισθῆτε ἐπί τινας τῶν ἀποστατησάντων ἐμοῦ τῇ τῆς ὑπακοῆς μαθήσει· καὶ γὰρ ἐν τοῖς δώδεκα Ἀποστόλοις ἦν εἷς προδότης, Ἰούδας. Γινώσκετε δὲ ὅτι ἐν ἀμπέλῳ παρὰ τὴν ἀρχὴν εἴωθε φύειν βάτος, καὶ ἄκανθαι δὲ μεταξὺ ῥόδων δρέπονται. Τὸ δέ μου τῆς πίστεως ἐρρωμένον διαβεβαιοῦμαι ὑμῖν ὡς γνησίοις καὶ ὁμοψύχοις ἀδελφοῖς, πληροφορῶν τε καὶ τὴν δι᾽ ὅρκου πίστιν ἀμετάθετον· βούλομαι γὰρ ὑμῶν στηριχθῆναι τὴν γνώμην περὶ τῆς ἀκαταλύτου καὶ μονάρχου πίστεως τῶν πιστῶν. Καὶ ὄμνυμι ὑμῖν τὸν καταβάντα ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος τοῦ Σινᾶ· τὸν λαλήσαντα ἐπὶ τῆς ὑδροχοΐας ἀκροτόμου πέτρας· τὸ στόμα τὸ εἰρηκὸς ἐπὶ σταυροῦ εἰς ὑπόδειγμα ἡμῶν, Ἐλωΐ, Ἐλωΐ, καὶ συνεσχέθησαν πάντες νεφροὶ περάτων τῆς γῆς· τὸν ὑπὸ τοῦ προδότου ἐν Ἰουδαίᾳ πραθέντα· τὸν μαστιχθέντα ἐν μέσῳ Ἱερουσαλήμ· τὴν δόξαν τὴν ὑπὸ ἀνόμων ἐμπτυσθῆναι ἀνασχομένην, καὶ τὴν ἄφατον δύναμιν τὴν ὑπὸ χειρὸς ἀσεβοῦς ῥαπισθεῖσαν. Μὰ τὸ τριώνυμον τῆς ἁγίας δόξης πῦρ, καὶ τὴν ἀπέραντον καὶ μόνην Θεοῦ δύναμιν. Μὰ τὰς τοῦ νοεροῦ πυρὸς τρεῖς ὑποστάσεις, αἵτινές εἰσιν ὕψωμα καὶ βούλημα ἓν καὶ τὸ αὐτό. Οὐκ ἐμερίσθην κατὰ τῆς καθόλου πίστεως, οὔτε κατὰ τῆς Ἐκκλησίας, οὔτε ἐδίστασα κατὰ τῆς τοῦ Θεοῦ δυνάμεως.
Εἰ δὲ ἐμεγάλυνα ἐν τῷ νῷ μου τὸν Θεὸν καὶ Πατέρα πλέον τοῦ Υἱοῦ αὐτοῦ, μὴ φυλαχθείη ἐπ᾽ ἐμοὶ οἰκτιρμὸς εὐσεβείας. Καὶ εἰ ἐσμίκρυνα τοῦ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον, σκοτισθείην τῆς αὑτοῦ ὁράσεως. Καὶ εἰ μή, καθὼς ἐξ ἀρχῆς ὡμολόγουν, καὶ νῦν λέγω, παραπεμφθείην τῷ ἐξωτέρῳ καὶ ζοφώδει σκότει. Καὶ εἰ ἐν ὑποκρίσει νυνὶ ταῦτα φθέγγομαι, ἐν πυρὶ γεέννης ἡ μερίς μου γενηθείη. Εἰ δὲ καὶ θωπεύων ὑποσπείραιμι ταῦτα, μή με οἰκτειράτω ἐν διαγνώσει ὁ Κύριος.
Μὰ τὴν ὑμῶν ζωήν, ὅτι ἐν ἀληθείᾳ οἱ μετ᾽ ἐμοῦ ὑπομείναντες μαθηταὶ καὶ τὴν αὑτῶν ζωὴν ἀπαράλλακτον τοῦ Υἱοῦ τοῦ Θεοῦ ἕξουσιν. Οὐχ ὑπῆρχε τῷ Ἐφραῒμ βαλάντιον, οὐ ῥάβδος, οὐ πήρα, οὔτε μὴν ἀργύριον ἢ χρυσίον· οὐ κτῆσιν ἑτέραν τινὰ ἐπὶ τῆς γῆς ἐκτησάμην· τοῦ γὰρ ἀγαθοῦ Διδασκάλου ἤκουσα ἐν τοῖς θείοις Εὐαγγελίοις φήσαντος τοῖς ἑαυτοῦ μαθηταῖς, μηδὲν ἐπὶ γῆς κτήσησθε· οὔτε γὰρ εἶχον ἐμπαθῶς τι τῶν τοιούτων.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.