Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς Πέτρον καὶ Παῦλον καὶ Ἀνδρέαν, Θωμᾶν καὶ Λουκᾶν καὶ Ἰωάννην, καὶ εἰς τὴν ἀνάγνωσιν τοῦ κατὰ Ἰωάννην εὐαγγελίου

Ἐφραίμ ὁ Σύρος

Γενικό εγκώμιο στους Αποστόλους

Ύμνος στην πνευματική εξουσία, την ακτημοσύνη και το ιεραποστολικό έργο των μαθητών του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 6

Ἐγκώμιον εἰς Πέτρον καὶ Παῦλον καὶ Ἀνδρέαν, Θωμᾶν τε καὶ Λουκᾶν καὶ Ἰωάννην· καὶ εἰς τὴν ἀνάγνωσιν Θωμᾶ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου Χαίρετε Χριστοῦ βασιλεῖς, ἅγιοι Ἀπόστολοι· ὑμῖν γὰρ τὴν ἄνω καὶ κάτω βασιλείαν ἐπίστευσε. Ἑκατέρους τοὺς θρόνους οἰκονομεῖν καὶ ποιμαίνειν τὰ σκῆπτρα παρέδωκε, τῆς κάτω μὲν τὸν κλῆρον διορθωθῆναι βουλόμενος, τῆς ἄνω δὲ τὴν δόξαν ἀστράψαι, τὸ κάλλος πλεονάσαι, φανερωθῆναι τὸ φῶς, γνωσθῆναι τὰ μυστήρια, κηρυχθῆναι τὴν δύναμιν. Χαίρετε, τὸ ἅλας τῆς γῆς, τὸ μηδέποτε μαρανθῆναι δυνάμενον. Χαίρετε, τὸ φῶς τοῦ κόσμου, τὸ μένον ἐν τῇ ἀνατολῇ καὶ λάμπον πανταχοῦ, τὸ φωτίζον τοὺς ἐσκοτισμένους, τὸ χωρὶς ὕλης καιόμενον· ὁ λύχνος ὁ Χριστός, λυχνία δὲ ὁ Πέτρος, ἔλαιον δὲ ἡ χορηγία τοῦ Ἁγίου Πνεύματος. Χαίρετε, τοῦ κόσμου τὸ φῶς, ᾧ νὺξ πᾶσα παραχωρεῖ· οὐκ ἐπισκιάζει νεφέλη, οὐκ ἀντιβαίνει καταιγίς, οὐδὲ λαίλαψ ἐπίκειται, τοὐναντίον δὲ τὰ ἐν ἡμῖν ἐσκοτισμένα φωτίζεται, λευκαίνει τὰ κρυπτά, σμήχει τὰ λανθάνοντα, τὰ συνειδότα καθαίρει. Χαίρετε, ἱερέων οἱ σφραγισταί, τῶν διδασκάλων οἱ παιδευταί, τῶν ἐθνῶν οἱ σαγηνευταί, τῶν λαῶν οἱ ἀγορευταί, τῶν δικαίων οἱ ἀλεῖπται, τῶν ἁμαρτωλῶν οἱ πλύται, τῆς ἁμαρτίας οἱ σφάκται, τῶν ἀπίστων οἱ φωτισταί, οἱ ἀήττητοι φύλακες, οἱ πολυτελεῖς ἔμποροι.

Χαίρετε καὶ τῆς ἐμῆς φωνῆς οἱ χαλκευταί, τῆς ἁμαρτωλοῦ γλώττης οἱ χορηγοί, τῆς ἐμῆς ἀσθενείας οἱ δυναμωταί, τῆς ἐμῆς παρρησίας οἱ παιδοτρίβαι, τῶν ἐμῶν λόγων οἱ τέκτονες. Χαίρετε, οἱ πήραν μὴ ἔχοντες, καὶ πλούτου πᾶσαν τὴν οἰκουμένην πληρώσαντες· οἷς οὐκ ἦν ῥάβδος περιττή, καὶ πανταχόθεν τοὺς λύκους ἐδιώξατε· οἷς οὐκ ἦν δεύτερος χιτών, ἀλλὰ βασιλεῖς παρ᾽ ὑμῶν ἐνεδύθησαν· οἷς οὐκ ἦν ὑποδήματα διπλᾶ, ἀλλὰ τὴν γῆν μὲν τοῖς δρόμοις ἐσαλεύσατε, νεφέλαι δὲ τοῖς ποσὶ τοῖς ὑμετέροις ὑπέτρεχον. Ἄγγελοι τὴν ὁδὸν ἔφανον εὐτρεπίζοντες, θάλαττα δὲ πεζεύοντας ὑμᾶς καθάπερ ὁλκάδας ἀρμενοφόρους ἐβάσταζεν. Οἷς οὐκ ἦν ἄργυρος ἐν τῇ ζώνῃ, οὐδὲ χρυσὸν ἔφερε τὸ βαλάντιον, ἀλλὰ πολλὰ μὲν ἐκ τῆς πήρας τοῖς χωλοῖς ἐδανείζετε· ὑμῶν δὲ τῆς ζώνης τυφλὸς ἅψας, ἀριθμεῖν τὸν δρόμον τῶν ἡμερῶν ἤρχετο, καὶ σταθμίζειν τοῖς ὀφθαλμοῖς τὸν ἥλιον, καὶ δακτυλοδεικτεῖν ἀστέρας, οἷς οὐκ ἐγίνωσκε τὸ πρότερον. Χαίρετε, οἱ τοῦ Διαβόλου συμποδισταὶ καὶ τῶν δαιμόνων σκελισταί, οἱ καθαιρέται τῆς πλάνης, οἱ τὴν ἀπάτην ἐκ τῶν ψυχῶν τῶν ἡμετέρων λαξεύσαντες· ὧν τὰ σιμικίνθια μιμεῖται τοῦ Κυρίου τὰ κράσπεδα· ὧν αἱ σκιαὶ ἰατρεῖα πολλὰ καὶ διάφορα ἐν ταῖς πόλεσιν ἅμα καὶ ταῖς χώραις ἀνέστησαν.

Χαίρετε, οἱ τὸν θησαυρὸν εὑρόντες τὸν ἐν ἀγρῷ κρυπτόμενον, οἱ τῇ γυναικὶ τὴν δραχμὴν ἣν ἀπώλεσε δείξαντες, οἱ διπλᾶ τῷ Χριστῷ προσενέγκαντες, ἅπερ ἐπιστεύθητε τοῦ κηρύγματος τάλαντα, οἱ τὴν σαγήνην τὴν ἐκ παντὸς γένους συναγαγοῦσαν εἰς τὸν βυθὸν τῆς οἰκουμένης χαλάσαντες, οἱ θηρεύσαντες ἰχθύας, οὓς μέχρι καὶ νῦν δειπνῶν ἐν οὐρανοῖς ὁ Βασιλεὺς εὐφραίνεται, οἱ τὴν σοφὴν ποδὶ τὰ τρία μέτρα τῶν ἀλεύρων φυράσαι καὶ ζύμην μίαν ἀπαρτίσαι διδάξαντες, οἱ τοὺς φραγμοὺς συλήσαντες καὶ τὰς ὁδοὺς βιασάμενοι καὶ ἐρήμους θηράσαντες καὶ κλητῶν τὰς παστάδας τοῦ γάμου τοῦ νυμφικοῦ πληρώσαντες. Χαίρετε, οἱ τὸν ἀκρογωνιαῖον 〈εὑρόντες〉 καὶ βασιλικοὺς ἐπ᾽ αὐτοῦ νυμφῶνας τοσούτους ἀναστήσαντες, τοσαύτας ἐκκλησίας ἐπὶ τῆς γῆς οὐρανοῖς ὁμοίας ἐγείραντες, τοσαῦτα θυσιαστήρια τῇ θυσίᾳ 〈τῇ〉 ζωοτόκῳ πηξάμενοι.

Χαίροις ἡμῖν, ὦ Παῦλε, καὶ σὺ δέ, ὦ Πέτρε, Ἀνδρέα καὶ Θωμᾶ, Λουκᾶ καὶ Ἰωάννη, καὶ σὺν ὑμῖν ὁ λοιπὸς τῶν Ἀποστόλων κατάλογος· ἐν ὑμῖν γὰρ καὶ τοὺς λείποντας ἔχομεν· ἐν τοῖς παροῦσι τοὺς ἅπαντας κεκτήμεθα. Χαῖρε, ἡ ἑξάπτερος τῶν Σεραφεὶμ τῶν ἀοράτων δύναμις, ἡ ἑξαήμερος τῆς κτίσεως τῆς ὁρωμένης ὑπόστασις, ἡ ἑξάλιθος τῆς ἐπωμίδος τῆς ἱερατικῆς διαίρεσις, οἱ ἓξ ἄρτοι τῆς τραπέζης ἣν ὁ Θεὸς ἔδειξε καὶ Μωυσῆς ἱστόρησε καὶ Βεσελεὴλ ἔπηξε, αἱ ἓξ ὑδρίαι ἃς ἡ Κανὰ τῆς Γαλιλαίας ἐκέκτητο, ὧν τὸ μὲν ὕδωρ οἶνος ἦν, ὁ δὲ οἶνος ἡμερώτερος γάλακτος καὶ γλυκύτερος μέλιτος· οὔτε γὰρ ἄμπελος αὐτὴ φθαρτή, 〈ἀλλὰ Λόγος ἄφθαρτος προσέφερε· οὔτε βότρυς πηλώδης ἐξηργάσατο, ἀλλὰ φωνὴ〉 Θεοῦ, καὶ λόγος ποιητοῦ, καὶ δημιουργοῦ πρόσταγμα.