Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς Πέτρον καὶ Παῦλον καὶ Ἀνδρέαν, Θωμᾶν καὶ Λουκᾶν καὶ Ἰωάννην, καὶ εἰς τὴν ἀνάγνωσιν τοῦ κατὰ Ἰωάννην εὐαγγελίου

Ἐφραίμ ὁ Σύρος

Η αμφιβολία, η ομολογία και η απολογία του αποστόλου Θωμά

Θεολογική ερμηνεία της απιστίας και της αναζήτησης του Θωμά ως μέσου επιβεβαίωσης της θεότητας του Χριστού, και η απολογία του μέσω των ψαλμικών ρήσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 6

Θωμᾶς δὲ οὐχ οὕτως· ἀλλὰ πῶς; Αὐτοῦ ψάλλοντος μετὰ τοῦ Δαυῒδ ἄκουε· φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεόν, καὶ προσέσχε μοι. Τί προσέσχε; Ὅτι οὐ δυσπιστήσας ἐξεζήτησεν, ἀλλὰ μὴ ἀσθενήσας ἔτυχεν. Ἐν ἡμέρᾳ θλίψεώς μου, τῆς ἀπορίας τῆς ἐν διαλογισμοῖς εὔδηλον, τὸν Θεὸν ἐξεζήτησα, βουλόμενος μαθεῖν εἰ καθάπερ οἱ ἄρτοι, καὶ τὸ ὕδωρ, καὶ οἱ ἰχθύες—οἱ ἄρτοι πλεονάσαντες, τὸ ὕδωρ μεταβληθέν, οἱ ἰχθύες αὐτομάτως εἰσπηδῶντες τῷ ἀγγίστρῳ—οὕτω καὶ ὁ θάνατος Θεόν σε μετὰ θάνατον, ὃν εἵλω τῇ σαρκί, παριστᾷ καὶ μαρτύρεται.

Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου· ἐμνήσθην τοῦ Θεοῦ καὶ ηὐφράνθην. Ὅρα πόσην ἔχει εὐγένειαν τῶν Προφητῶν τὰ ῥήματα, καὶ τῶν Ἀποστόλων θεολογίας τὰ δόγματα· φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεόν, καὶ προσέσχε μοι. Οὐκ εἶπε μόνον πρὸς τὸν Θεόν. Καὶ πότε πρὸς αὐτὸν ἐκέκραξε φωνῇ ὁ Θωμᾶς;

Ὅτε τῶν Ἀποστόλων εἰπόντων, ἑωράκαμεν τὸν Κύριον, αὐτὸς ἀπορῶν εἶπεν· ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ 〈τὸν〉 τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Εἶτα τοῦ Χριστοῦ μεθ᾽ ἡμέρας ἐπιφανέντος αὐτῷ καὶ εἰπόντος· φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός, αὐτὸς ἐκπλαγεὶς μεγάλῃ τῇ φωνῇ ἀπεκρίνατο· ὁ Κύριός μου, καὶ ὁ Θεός μου. Ὁ δὲ Χριστὸς τὴν φωνὴν οὐκ ἀπώσατο, ἀλλὰ καὶ χαίρων ἐδέξατο· καὶ διὰ τοῦτο ὁ κάλαμος τῆς προφητείας ἐπήγαγε· καὶ προσέσχε μοι.

Τίς δὲ ὁ προσοχῆς τρόπος; Δεῦρο δέ, δεῦρο μάνθανε. Προσεσχηκὼς γὰρ ὁ Κύριος, ὅτι μαθητὴς ὁ ἀμφιβάλλων ἦν, ὅτι κῆρυξ ὢν ἀρνεῖται ὁ διστάσας Ἀπόστολος, ἐπιτιμίαν ἄκουε. Ποίαν; Ἐκεῖνον ἐπιστύψαι, ἡμᾶς δὲ βουληθεὶς φωταγωγῆσαι, ἐπήγαγεν· ὅτι ἑώρακάς με πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.

Θωμᾶς δὲ οὐ σιωπᾷ, ἀλλὰ ποίαν ἀπολογίαν πρὸς τὴν ἐπιτίμησιν ἐπεισήγαγεν; Ἰωάννης μὲν αὐτὸς οὐ λέγει, Δαυῒδ δὲ κρύπτειν οὐκ ἠνέσχετο, ἀλλὰ λαμπρᾷ κηρύττει φωνῇ, ἐπειδὴ πνεῦμα προφητῶν προφήταις ὑποτάσσεται. Τίς τοίνυν ἡ ἀπολογία;

Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα, ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην. Μὴ ἀγανάκτει, φησίν, ὦ Βασιλεῦ, μὴ ὀργισθῇς, ὦ Λυτρωτά, μὴ θυμωθῇς, ὦ Δέσποτα. Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα· ἡ καρδία ἐθλίβη, ὁ λόγος ἐνεχύθη, ἠπόρησεν ἡ διάνοια· ἐθορύβησάν με τῶν Φαρισαίων τὰ ῥήματα, ἐτάραξάν με τῶν Γραμματέων οἱ λόγοι· ἐθόλωσέ μου τὴν πίστιν ἡ τοῦ Πιλάτου προδοσία, ἐτάραξάν μου τὴν ἀνδρείαν τῶν στρατιωτῶν, τῶν ἀργυρίοις ὠνησαμένων, τὰ ῥήματα. Ποῖα ταῦτα; Οἱ μαθηταὶ αὐτοῦ ἐλθόντες νυκτὸς ἔκλεψαν αὐτόν, ἡμῶν κοιμωμένων.

Ἐπὶ τούτοις ὁ λογισμὸς ἠπόρησεν, ἡ καρδία ἐθλίβη καὶ ἡμέρα θλίψεως ἡ ἡμέρα εὐφροσύνης ἐγένετο· διὰ τοῦτο λέγει ἐν ἡμέρᾳ θλίψεώς μου· οὐχ ἁπλῶς θλίψεως, ἀλλὰ θλίψεώς μου· αἱ γὰρ γυναῖκες τῶν μύρων προσδεχθέντων ηὐφραίνοντο, Πέτρος δὲ καὶ Ἰωάννης ἰδόντες τὰς ὀθόνας, ἀναγκαίως ἐχόρευον· ὁ δὲ λοιπὸς τῶν Ἀποστόλων σύλλογος τῆς σῆς ὄψεως ἀξιωθείς, οὐ μόνον ηὐφραίνοντο, ἀλλὰ καὶ ἐσκίρτων ἀπὸ σπουδῆς, καὶ ἥλοντο· ἐσκίρτων μὲν μυστικά, ἥλοντο δὲ πνευματικά.

Ἐγὼ δὲ ἐν θλίψει, οὐδενὸς γὰρ ἀξιωθεὶς τῶν εἰρημένων, ἐτύγχανον. Ἀλλ᾽ οὐδ᾽ οὕτως ὁλοκλήρως πεπλάνημαι, ἀλλ᾽ ἐν ἡμέρᾳ θλίψεώς μου, σὲ τὸν Θεὸν τὸν ἐμὸν ἐξεζήτησα· καὶ τῶν μαθητῶν εἰπόντων, ἑωράκαμεν τὸν Κύριον, ᾐσχύνθην πρὸς αὐτοὺς εἰπεῖν, ὑμεῖς ἑωράκατε, περὶ οὗ οἱ Φαρισαῖοι ἔλεγον, ὅτι οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτόν, ἡμῶν κοιμωμένων. Καὶ τούτοις μὲν οὐκ εἶπον, σὲ δὲ τὸν ἐμὸν Θεὸν ἐξεζήτησα. Οὐκ εἶπον αὐτοῖς· τί μοι καὶ τῷ σταυρωθέντι;

Τὸν κεντηθέντα Λυτρωτὴν οὐ καλῶ, τὸν παθόντα σαρκὶ Θεὸν ἐγὼ προσαγορεύειν οὐκ ἀνέχομαι, ἀλλὰ σὲ ἐξεζήτησα ταῖς χερσί μου εἰπών· ἐὰν μὴ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Σὲ τοίνυν τὸν Θεὸν τὸν ἐμὸν ἐξεζήτησα ταῖς χερσί μου νυκτὸς ἐναντίον τοῦ Θεοῦ, καὶ οὐκ ἠπατήθην· εὗρον γὰρ ὃν ἐξεζήτησα μείζονα, ἐψηλάφησα ὃν ἐπόθουν λαμπρότερον. Εὗρον ἄπληγον πληγήν· εἶδον τραῦμα, καὶ φθορὰ οὐκ ἧν· ἔψαυσα μωλώπων, καὶ ἀφθαρσία παρέστη. Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου. Πότε;

Ὅτε τὸν ὀνειδισμὸν τῶν Ἰουδαίων ἤκουον· ἀλλ᾽ ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην.