Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς Πέτρον καὶ Παῦλον καὶ Ἀνδρέαν, Θωμᾶν καὶ Λουκᾶν καὶ Ἰωάννην, καὶ εἰς τὴν ἀνάγνωσιν τοῦ κατὰ Ἰωάννην εὐαγγελίου

Ἐφραίμ ὁ Σύρος

Η συμφωνία Προφητών και Αποστόλων στο πρόσωπο του Χριστού

Παράθεση προφητικών χωρίων που επιβεβαιώνουν τη διπλή ομολογία του Θωμά και αποδεικνύουν την ενότητα της βιβλικής θεολογίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 6

Ἅμα τοὺς δακτύλους τοῖς μώλωψι τοῖς ζωηφόροις ἐπέβαλον, καὶ ἐμνήσθην ὅτι Θεὸς ὁ σαρκωθείς· ἐμνήσθην καὶ εὐφρανθεὶς ἐθεολόγησα διπλᾶ· οὐκ εἶπον μόνον ὁ Κύριος, οὐδὲ μόνον ὁ Θεός, ἀλλ᾽ ὁ Κύριός μου καὶ ὁ Θεός μου, εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος περὶ οὗ [, φησίν,] Μωυσῆς ἔλεγεν· οὗτος Κύριος ὁ Θεός σου· Θεὸς θεῶν ἐστι, καὶ Κύριος τῶν κυρίων· εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, ὃν οὗτος ἡμῖν Ὠσηὲ τῷ καλάμῳ τῆς προφητείας ᾐνίξατο· ἐπιστράφηθι, Ἰσραήλ, ἐπὶ τὸν Θεόν σου, διότι ἠσθένησας ἐν ταῖς ἀδικίαις σου· λάβετε μεθ᾽ ἑαυτῶν λόγους, καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν· εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, περὶ οὗ ταῦτα ὁ Ἀμὼς καὶ οὗτος ἐν προφητείαις ἐκήρυττε· τάδε λέγει Κύριος ὁ Θεός, ὁ παντοκράτωρ· ἐν πάσαις ταῖς πλατείαις κοπετός, καὶ ἐν πάσαις ταῖς ὁδοῖς ῥηθήσεται οὐαί, οὐαί· εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, ᾧ ταῦτα καὶ Ἰωὴλ προφήτης ἄριστος καὶ θεολόγος ἐσάλπιζεν· ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστί, μακρόθυμος καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις· εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, πρὸς ὃν Ἰωνᾶς ἐκ τῆς κοιλίας τοῦ κήτους ἐμελῴδησεν· ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μου· εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, ὃν Ὀβδιοὺ ᾐνίξατο εἰπών· τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ· ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν· εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, ὡς ὁ μέγιστος προφήτης Ἀββακούμ, ἰδοὺ τοιαῦτα πρὸ πολλῶν γενεῶν, τὸν Χριστὸν καὶ αὐτὸς θεολογῶν, ἐφθέγγετο· οὐχὶ σὺ ἀπ᾽ ἀρχῆς, Κύριε ὁ Θεὸς ὁ ἅγιος;

Καὶ οὐ μὴ ἀποθάνωμεν. Καὶ τὸ ἀπ᾽ ἀρχῆς, Ἰωάννης μετ᾽ ἐκεῖνον ἢ καὶ μετ᾽ ἐκείνου παρίστησι· ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος, Κύριος ὁ Θεός· καὶ οὐ μὴ ἀποθάνωμεν. Διὰ τί;

Ἐπειδὴ σὺ τὸν ὑπὲρ ἡμῶν ἀνταποδῷς θάνατον· εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, εἰς ὃν ἰδοὺ τοιαῦτα Σοφονίας ἐφθέγγετο· εὐλαβεῖσθε ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ ἡμῶν, διότι ἐγγὺς ἡ ἡμέρα Κυρίου, διότι ἡτοίμασε Κύριος ὁ Θεὸς τὴν θυσίαν αὐτοῦ· εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, ὃν οὐδὲ Μαλαχίας ὁ προφήτης ἠγνόησε· φησὶ δὲ οὗτος· γυναῖκα νεότητός σου μὴ ἐγκαταλίπῃς· ἀλλ᾽ ἐὰν μισήσας ἐξαποστείλῃς, λέγει Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, καλύψει ἀσέβεια ἐπὶ τὸ ἐνθυμήματά σου, λέγει Κύριος παντοκράτωρ· εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, περὶ οὗ τοιαῦτα προφήτης ἕτερος, Ἀγγαῖος, ἐξέθετο· καὶ ἤκουσε Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ἐκ τῆς φυλῆς Ἰούδα, καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδέκ, [καὶ] ὁ ἱερεὺς ὁ μέγας, καὶ πάντες οἱ κατάλοιποι τοῦ λαοῦ τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ αὐτῶν· εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, 〈περὶ〉 οὗ Ζαχαρίας ἐν λέξεσιν, ἰδού, αὐτὸς καὶ τὸ πάθος ἐκήρυξε καὶ τὴν ἀξίαν ἐμήνυσε· καὶ ἥξει Κύριος ὁ Θεός, καὶ πάντες οἱ ἅγιοι μετ᾽ αὐτοῦ· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκ ἔσται φῶς, οὐχ ἡμέρα, οὐδὲ νύξ, ἀλλὰ πρὸς ἑσπέραν ἔσται φῶς· ὁ γὰρ δρόμος ἡμερινὸς ἐτύγχανεν, οὐχ ἡμέρα· ἡ γὰρ νὺξ προσταχθεῖσα τὴν ἡμέραν ὑπεκάλυψε, πρὸς ἑσπέραν δὲ ἐγένετο φῶς· ἡ γὰρ ἡμέρα πάλιν τὸ φῶς τὸ οἰκεῖον ἔλαβεν· εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, ὃν ὁ μέγιστος Ἠσαΐας τηλικαῦτα ἐσάλπισε· Κύριος ὁ Θεὸς τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον, καὶ ἐπεγερεῖ ζῆλον.

Κύριος ὁ Θεὸς πόθεν ἐξελεύσεται; Ἐκ τῶν κόλπων τοῦ Πατρὸς ἐξελεύσεται, καὶ οὐκ ἀναχωρήσει. Ἐξελεύσεται δὲ τῇ σαρκί, μενεῖ δὲ τῇ θεότητι· καὶ συντρίψει πόλεμον τῇ δυνάμει τοῦ σταυροῦ, ἐπειδὴ τὸ χαλεπὸν κέντρον τῆς ἁμαρτίας καὶ τῆς ἔχθρας κατήργησε· καὶ ἐπεγερεῖ ζῆλον, ὃν οἱ παῖδες τῶν Ἑβραίων ἕνεκεν τῶν σημείων καὶ τῶν θαυμάτων ὑπέμειναν.