Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς Πέτρον καὶ Παῦλον καὶ Ἀνδρέαν, Θωμᾶν καὶ Λουκᾶν καὶ Ἰωάννην, καὶ εἰς τὴν ἀνάγνωσιν τοῦ κατὰ Ἰωάννην εὐαγγελίου

Ἐφραίμ ὁ Σύρος

Η μαρτυρία της Εκκλησίας και ο πνευματικός αγώνας των πιστών

Η επικράτηση του αποστολικού κηρύγματος και προτροπή προς τους πιστούς για άσκηση και υπομονή των θλίψεων ακόμη και σε καιρό ειρήνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 6

Ἐπεγερεῖ δὲ κατὰ τίνος; Κατὰ τῶν βασκαινόντων, καὶ διὰ τοῦτο βλασφημούντων· βλάβην γὰρ οὐδεμίαν ὁ βλασφημηθεὶς περὶ τὴν δόξαν τὴν οἰκείαν ὑπέμεινε. Μαρτυρεῖ δὲ τῶν ἀποστόλων ὁ σύλλογος· μαρτυρεῖ τῶν ἁλιέων ἡ δόξα· μαρτυρεῖ τῶν ἀγραμμάτων ἡ φωνή· μαρτυρεῖ τῶν ἀπαιδεύτων ὁ λόγος· μαρτυρεῖ τῶν σολοικιστῶν τὰ πανταχοῦ κεκρατηκότα δόγματα. Ἔδραμον τὴν οἰκουμένην, σχῆμα φέροντες πτωχοῦ, πλοῦτον δὲ παρ᾽ αὐτῶν οἱ βασιλεῖς ἐδανείζοντο. Μαρτυρεῖ τῆς Ἐκκλησίας ὁ πόθος· μαρτυρεῖ τοῦ ἱερέως ὁ ἀγαθὸς σκοπός, ὅτι βιάζεται τῆς σαρκὸς τὴν ἀσθένειαν καὶ παθῶν οὐ φροντίζει, ἵνα μιμήσηται τραύματα, καὶ τὰ βραβεῖα κτήσηται· ὁ γὰρ συμπάσχων, εἰκότως συνδοξάζεται, ὁ ὑπομένων συμβασιλεῦσαι κεκλήρωται.

Μηδεὶς ἀπατήσῃ κενοῖς λόγοις· οὐκ ἔστι λαβεῖν ἐν ἀνέσει τὸν στέφανον, οὐδὲ ἐν τρυφῇ τὸ βραβεῖον τὸ βασιλικὸν δέξασθαι· διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Σὺ δὲ πάντως ἐρεῖς· οὐκ ἔστι κινδύνων ὁ καιρός· οὐ διώκουσιν οἱ βασιλεῖς, ἀλλὰ τοὐναντίον στεφανοῦσι τὴν Ἐκκλησίαν, δοξάζουσι τοὺς ἱερεῖς, ἀλείφουσι τὸν λαὸν καὶ τοῖς ἁλιεῦσι τρέχουσι· δορυφοροῦσιν οἱ ἄρχοντες τὸ τοῦ Πνεύματος θέατρον· οἱ δῆμοι μεθ᾽ ἡμῶν τῶν πιστῶν εἰσι, καὶ τῶν ἀγαθῶν μετασχεῖν τῶν ἡμετέρων εὔχονται.

Τίς τοίνυν ἡ θλῖψις, ἐπερωτᾷς. Τρυφῶσι πάντες, ἡμεῖς δὲ νηστεύομεν. Τῷ ἱδρῶτι λούεσθε, καὶ τῷ λόγῳ παραχωρεῖν μου οὐκ ἀνέχεσθε. Ἑστηκότες κεκμήκατε, καὶ φλύαρον οὐ καλεῖτε τὸν ῥήτορα, ἀλλὰ τοὐναντίον ὁ πόθος ἀκμάζει, ἡ ἀγάπη προστίθεται, ἡ προσευχὴ διπλάσιον, μᾶλλον δὲ πολυπλάσιον γίνεται, δυναμωθῆναι τὸ σκεῦος τὸ ὀστράκινον, καθαρθῆναι τὸ ἀγγεῖον τὸ πήλινον, γλῶσσαν σαθρὰν ἀναπλασθῆναι τῷ Πνεύματι.