Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς Πέτρον καὶ Παῦλον καὶ Ἀνδρέαν, Θωμᾶν καὶ Λουκᾶν καὶ Ἰωάννην, καὶ εἰς τὴν ἀνάγνωσιν τοῦ κατὰ Ἰωάννην εὐαγγελίου

Ἐφραίμ ὁ Σύρος

Εγκώμια στους αποστόλους Πέτρο, Παύλο, Ανδρέα και στους ευαγγελιστές Λουκά και Ιωάννη

Χαιρετισμοί και έπαινοι προς τον Πέτρο ως κλειδούχο, τον Παύλο ως φωτιστή των εθνών, τον Λουκά ως ιστορικό των μυστηρίων, τον Ανδρέα ως πρωτόκλητο και τον Ιωάννη, με αναφορά στο πάθος του Κυρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 6

Χαίροις ἡμῖν, ὦ Πέτρε· καλὸν γὰρ καὶ κοινῇ πρὸς αὐτοὺς καὶ ἰδίᾳ πάλιν τῶν ἱερῶν λογάδων ἕκαστον ἀπὸ σπουδῆς ἀσπάσασθαι. Χαίροις ἡμῖν, ὦ Πέτρε, τῶν ἁμαρτωλῶν ἡ θύρα, τῶν μετανοούντων ἡ παρρησία, τῶν ἐπιστρεφόντων ἡ προτροπή, τῶν ἀρνουμένων ἡ ἀνάκλησις, καὶ τῶν πιπτόντων ἡ παράκλησις. Χαίροις ἡμῖν, ὦ Πέτρε, τῶν μαθητῶν ἡ γλῶττα, τῶν κηρύκων ἡ φωνή, τῶν Ἀποστόλων ἡ ὄψις, τῶν οὐρανῶν ὁ φύλαξ, ὁ τῶν κλειδούχων πρωτότοκος. Χαίροις ἡμῖν, ὦ Πέτρε, ὁ τοῦ Διαβόλου τὴν πάλην σοφισάμενος, ὁ μετὰ τὴν ἧτταν τὴν νίκην βιασάμενος, ὁ σκελίσας ὃν ἐσκελίσθης μείζονα, ὁ μετὰ τὸ τραῦμα τὸ βραβεῖον λαβών, ὁ μετὰ τὸ πτῶμα καὶ τρόπαιον ἐγείρας καὶ ἁρπάσας ἐκ τῆς κεφαλῆς τοῦ ἀντιδίκου τὸν στέφανον.

Χαίροις ἡμῖν, ὦ Παῦλε, ᾧ λόγοι πολλοὶ παρ᾽ ἡμῶν ἐποφείλονται· ᾧ πᾶσά τις πόλις εἰς εὐφημίαν ἀνακεῖται· οὗ πᾶσα γῆ καὶ τὸν σπόρον βαστάζει, καὶ τὰ δράγματα δείκνυσι· οὗ τὰ μύρα καὶ βασιλεῦσιν ἤρεσεν, ἐδυσώπησεν ἄρχοντας, τῶν ἀπίστων τὰς ῥῖνας ἀπὸ βορβόρου μετέθηκε. Χαίροις ἡμῖν, ὦ Παῦλε, ὁ τὴν Ἀττικὴν ἐλέγξας ὡς ἀπαίδευτον· ὁ τῶν Ἀθηναίων μεταβαλὼν τὸ φρύαγμα· ὁ τοὺς ῥήτορας πείσας ἰδιωτῶν ἀνέχεσθαι, καὶ τοὺς σοφιστὰς τοῖς σολοικισταῖς παρέχειν τὰ ὦτα προτρεψάμενος· ὁ τὸν Ἄρειον Πάγον καταπλήξας τοῖς ἐξ οὐρανοῦ δόγμασι. Χαίροις ἡμῖν, ὦ Παῦλε, ὁ ἀναληφθεὶς εἰς οὐρανούς· οὐκ οἶδα δέ, πῶς· οὐδὲ γὰρ ὁπότερον, πτεροῖς ἢ ποσίν, οὐκ ἐπίσταμαι· ὁ εἰς παράδεισον ἁρπαγείς, εἰ καὶ τέως τοὺς βαστάσαντας ἔκρυψας· ὁ ῥήματα παραλαβὼν πάσης 〈ἀκοῆς〉 μείζονα· ὁ γράψας ἐπιστολὰς αἷς ἴσα τοῖς νόμοις καὶ οἱ βάρβαροι πείθονται· ὁ καλάμῳ τὰ ἔθνη σωφρονήσας, χάρτῃ δὲ τὸν βίον ἐπιστρέψας, καὶ τὴν γῆν διορθωσάμενος μέλανι.

Χαίροις ἡμῖν, ὦ Λουκᾶ, ἰατρὲ καὶ λογογράφε, ὁ τῆς σοφίας ἡμῖν τὰ πρωτεῖα δρεψάμενος· ὁ τοῦ παραδείσου τῆς τρυφῆς τὰ ἄνθη τρυγήσας τὰ ἐξαίρετα· ὁ κρατῆρα κεράσας τῷ συμποσίῳ μείζονα· ὁ παραθεὶς ὀψάρια, ἐν οἷς ὁ καλῶν σεμνύνεται, καὶ τὸ δεῖπνον λαμπρύνεται, 〈καὶ〉 οἱ κληθέντες εὐφραίνονται. Χαίροις ἡμῖν, ὦ Λουκᾶ, οὗ πᾶσαι μελετῶσιν αἱ ἐκκλησίαι τὸν ἔπαινον, παρ᾽ οὗ πᾶς τις πλέον τι μαθεῖν ὑπὲρ τοὺς ἄλλους προσδέχεται, εὐαγγελικῆς ὅλης ἀπηρτίσθαι χάριτος. Οὐ παρῆλθες τὰ πρῶτα, οὐ παρῆκες τὰ δεύτερα. Βίβλον διττὴν τὴν ἑτέραν ὑπὸ τῆς ἑτέρας μαρτυρουμένην ἔγραψας. Χαίροις ἡμῖν, ὦ Λουκᾶ· σὺ γὰρ ἡμῖν ἡρμήνευσας τοῦ Γαβριὴλ τὴν κάθοδον· σὺ τὴν κεχαριτωμένην Παρθένον ἐκόσμησας· νυμφικῶς ἀναδήσας, βασιλικῶς ἐνυμφαγώγησας μετὰ τοῦτο τῷ Πνεύματι· σὺ τῆς Ἐλισάβετ ἡμῖν ἔδειξας τὰ σκιρτήματα· σὺ τοῦ Χριστοῦ τῆς σαρκὸς τὴν περιτομὴν σιωπᾶν οὐχ ὑπέμεινας, ἵνα δείξῃς πάντα τῇ σαρκὶ τὰ ἡμέτερα πάσχοντα, τὸν καὶ σάρκα γενέσθαι δι᾽ ἡμᾶς ἀνασχόμενον.

Χαίροις ἡμῖν, Ἀνδρέα, τῶν πρώτων ὁ πρῶτος, τῶν ἐκλεκτῶν ὁ ἐκλεκτός, τῆς λογικῆς ἀγέλης ὁ κριός· ὁ πρῶτος ἄρτος, ἄρτον παρὰ ἄρτου λαβών· ὁ πρῶτος ἀπὸ τῆς πηγῆς πίνων, ἐξ ἧς ποταμοὶ ζωῆς κατὰ πᾶσαν τὴν οἰκουμένην ἄνω καὶ κάτω μερίζονται. Χαίροις ἡμῖν, Ἀνδρέα, ὁ ἀπὸ λίμνης εἰς οὐρανοὺς μετοικήσας· ὁ τὴν σαγήνην ἐκμισθώσας τῇ χάριτι· ὁ τὸ δίκτυον παραχωρήσας τῷ Πνεύματι· ὁ τῷ Χριστῷ καθάπερ ἰχθὺν προσενέγκας τὸν Σίμωνα· ὁ τῆς ἁλιείας ἐξ ἁλιέων καὶ ἀποστόλων καὶ κηρύκων καὶ βασιλέων καὶ στρατηγῶν κλειδούχων ἀρξάμενος· ταῦτα γὰρ ἦν πάντα Πέτρος, ἀλλὰ καὶ τούτων μείζονα. Χαίροις ἡμῖν, Ἀνδρέα, ὁ τὸν Λόγον διὰ τῆς φωνῆς ἐπιγνούς, καὶ διὰ τοῦ λύχνου μαθητευθεὶς τὸν Ἥλιον, καὶ διὰ τοῦ Προδρόμου προδραμὼν Βασιλεῖ τῷ λανθάνοντι· ὁ ἀκούσας ἀμνόν, καὶ νοήσας Θεόν· ὁ ἐρωτήσας ποῦ μένεις, τὸν οὐδαμοῦ καὶ πανταχοῦ· οὐδαμοῦ μέν, ἐπειδήπερ οὐδεὶς τόπος τὸν ὑπὲρ τόπον χωρεῖ· πανταχοῦ δέ, ὅτι πάντα πεπλήρωκε.

Χαίροις ἡμῖν, ὦ Ἰωάννη Βαπτιστὰ καὶ χορευτὰ καὶ σαλπιστά· ἡ τῶν ἀρχαίων ἔξοδος, καὶ τῶν νέων ὢν εἴσοδος· ὁ φθεγξάμενος ἐκ μήτρας, ἃ τὸ γῆρας ἐλάνθανε· παιδὶ προεφήτευσας ἃ τοὺς πρεσβύτας ἐκρύπτετο. Χαίροις ἡμῖν, Ἰωάννη, ὁ περιστερὰν ἰδὼν ἀθεώρητον· ὁ περιστερὰν ἰδών, ἧς οἱ πόδες ἀδέσμευτοι καὶ πτερὸν ἐλεύθερον· ὁ περιστερὰν ἰδών, ἣν οὐ ψηλαφᾷ μάχαιρα· ὁ περιστερὰν ἰδὼν μὴ γινομένην οὐσίαν.

Χαίροις ἡμῖν, Ἰωάννη, ... ἐθριάμβευσε τοῖς τραύμασι τοῖς οἰκείοις τὸν θάνατον, καὶ τοῦ στρατιώτου τὴν λόγχην τὴν μακαρίαν ὁμοῦ καὶ φοβερὰν παρέστειλε μακαρίαν τῷ κεντηθέντι, φοβερὰν τῷ κεντήσαντι· ἐξ αὐτῆς γὰρ ἐδείχθη ποιμὴν ἀγαθός· ποιμὴν τιθεὶς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων· ἐπειδήπερ διψῶσαν τὴν ἰδίαν ἀγέλην ἐθεώρησε, καὶ τὴν πλευρὰν ἀνοίξας ἀπὸ ταύτης ἐπότισε· μακαρίαν τῷ κεντηθέντι, φοβερὰν τῷ κεντήσαντι· φοβερὰν καὶ τολμηράν· ἐγύμνωσε τὸν θησαυρόν, καὶ τὸν πλοῦτον οὐκ ἔλαβεν· ἤνοιξε τὴν πηγήν, καὶ πόσιν οὐχ ὑπέμεινε· πάντας ἐπότισεν, ἑαυτὸν οὐκ ἐπότισεν· ἤνοιξε θύραν τῷ φωτί, καὶ τοὺς ὀφθαλμοὺς ἔκλεισε.