Κύριε Ἰησοῦ Χριστέ, Βασιλεῦ τῶν βασιλευόντων, ὁ ἔχων ἐξουσίαν ζωῆς καὶ θανάτου, ὁ γινώσκων τὰ ἄδηλα καὶ τὰ κρύφια, ὃν οὐ λανθάνει ἐνθύμησις καὶ διαλογισμός, καθάρισόν με ἐκ τῶν κρυφίων μου, ὅτι τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ἰδοὺ γὰρ αἱ ἡμέραι μου ἐκλείπουσιν, ἡμέρᾳ καὶ ἡμέρᾳ· καὶ αἱ ἁμαρτίαι μου πληθύνονται. Σύ, Κύριε, ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, γινώσκεις τὴν πολλὴν ἀσθένειαν τῆς ψυχῆς μου καὶ τοῦ σώματος· δός, Κύριε, ἰσχὺν ἐν τῇ ἀδυναμίᾳ μου, καὶ ἀντιλαβοῦ μου τοῦ ταλαιπώρου. Σὺ γὰρ γινώσκεις, ὅτι ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς, καὶ σὺ βοηθός μου κραταιός. Δός μοι καρδίαν, Κύριε, εὐγνωμονοῦσαν, τοῦ μνημονεύειν τῶν εὐεργεσιῶν σου διαπαντός, ἀγαθὲ Κύριε, καὶ μὴ μνησθῇς τῶν πολλῶν μου ἁμαρτιῶν, ἀλλὰ ἀμνησικάκησον ἐπὶ τοῖς παραπτώμασί μου. Μὴ παρίδῃς, Κύριε, τὴν δέησίν μου τοῦ εὐτελοῦς καὶ ἁμαρτωλοῦ, ἀλλ᾽ ὡς ἐσκέπασέ με ἡ χάρις σου ἄχρι τοῦ νῦν, καὶ ἕως τέλους μὴ ἀφέλῃς αὐτὴν ἀπ᾽ ἐμοῦ. Αὕτη γὰρ ἐσόφισέ με τοῦ συνιέναι ταῦτα, καὶ μακάριοι οἱ συντηροῦντες τὰς ὁδοὺς αὐτῆς, ὅτι ἔσται αὐτοῖς εἰς στέφανον δόξης. Ἐξομολογοῦμαί σοι, Κύριε, καὶ αἰνῶ ἐγὼ ὁ ἀνάξιος τὸν ἐνδειξάμενον ἐν ἐμοὶ πλῆθος οἰκτιρμῶν, ὅτι σκεπαστὴς καὶ βοηθὸς ἐγένου μοι, ἐπεὶ τὸ ὄνομα τῆς μεγαλωσύνης σου εὐλογημένον εἰς τοὺς αἰῶνας· σοὶ γὰρ πρέπει μεγαλωσύνη Κυρίῳ τῷ Θεῷ ἡμῶν.