Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὰς παροιμίας

Ἐφραίμ ὁ Σύρος

Υπακοή, δάκρυα μετανοίας και τελικές προσευχές

Συγκρίσεις του πνευματικού αγώνα με τον κοσμικό βίο, παραινέσεις για τα είδη των δακρύων, προειδοποιήσεις για την έγκαιρη μετάνοια και καταληκτήριες ικεσίες προς τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 9 από 9

Μοναχὸς ὀκνηρὸς καὶ ἐριστικὸς οὐ δοξασθήσεται, ὅτι παραπικραίνων ἐστί. Μοναχὸς ἀνυπότακτος πολλοὺς τόπους δοκιμάσει, ὁ δὲ ταπεινόφρων ὑποταγήσεται ἐν Κυρίῳ. Ἀρχάριος συνετὸς ὑπήκοος μειζοτέρων ἐν Κυρίῳ, ὁ δὲ ἀνήκοος ἐν ἀτιμίᾳ ἔσται. Ὁ συντηρῶν τὴν ἁγνείαν τοῦ σώματος αὐτοῦ θαυμασθήσεται ὑπὸ πολλῶν, ὁ δὲ ταύτης καταφρονῶν καταγνωσθήσεται ὑπὸ πλειόνων.

Σκόπει, ἀγαπητέ, τὰ μέτρα ἑκάστου τῶν ὑποτεταγμένων διὰ τὸν εἰπόντα· ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ, ὁ μὲν ἑκατόν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα. Μοναχὸς γαστρίμαργος τὴν νηστείαν κακημερίαν ἀποκαλεῖ· ὁ δὲ ἐγκρατὴς οὐ σκυθρωπάσει.

Μὴ ποίει πρᾶγμα λυποῦν τὸν πλησίον, ἀλλ᾽ ἴσθι πεπαιδευμένος ἐν πάσῃ ἀναστροφῇ σου. Ἀνὴρ ἀπαίδευτος κατασκοπεῖ τὸν γείτονα αὐτοῦ, ὁ δὲ ἐν τῷ φωτὶ περιπατῶν οὐ λογίζεται τὸ κακόν. Ὁ ἀγαπῶν τὸν Κύριον οὐ παροργίζει τὸν πλησίον, ἀλλὰ τηρεῖ ἑαυτὸν διὰ τὸν εἰπόντα· καὶ ἃ θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ποιεῖτε αὐτοῖς καὶ ὑμεῖς ὡσαύτως· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.

Κάμε, μοναχέ, ἐν τῷ χειμῶνι, ἵνα εὐφρανθήσῃ εἰσελθὼν εἰς τὸν λιμένα τῆς ζωῆς. Τοὺς ἀμελεστέρους ἀδελφοὺς κατὰ τῶν σπουδαιοτέρων ἐφοπλίζει ὁ Ἐχθρός· οἱ δὲ σπουδαιότεροι διὰ τῶν ἀμελεστέρων εὑρίσκουσιν ἐργασίαν, βαστάζοντες αὐτῶν τὰ ἀσθενήματα διὰ τὸν Κύριον. Ὁ ποιῶν ἔλεος τῷ πλησίον, εὑρήσει ἔλεος παρὰ Κυρίου· ἀνίλεος δὲ ἡ κρίσις τῷ μὴ ποιήσαντι ἔλεος. Μὴ συνέλθῃς ἀδελφῷ σου εἰς ἁμαρτίαν, ἀλλὰ μᾶλλον καὶ αὐτὸν ῥῦσαι ἐξ αὐτῆς, ὅπως ζήσεται ἡ ψυχὴ ὑμῶν ἐν Κυρίῳ. Ἔστω ὁ φόβος τοῦ Θεοῦ πρὸ ὀφθαλμῶν σου διαπαντός, καὶ ἁμαρτία σοῦ οὐ κυριεύσει. Μὴ εἴπῃς, σήμερον ἁμαρτάνω καὶ αὔριον μετανοῶ· οὐ γὰρ ἔχεις τὸ ἀσφαλὲς περὶ τῆς αὔριον· ἀλλὰ σήμερον μετανοήσωμεν, καὶ περὶ τῆς αὔριον Κυρίῳ μελήσει.

Ἔστιν ἀναπατῶν, καὶ ἐν τῷ ἀκούειν τὸν φωνοῦντα εἰς προσευχὴν ἐπιλαμβάνεται τοῦ ἔργου. Μὴ ἀμέλει τῆς συνάξεώς σου, ἀγαπητέ, ἵνα φωτισθῇ ὁ ὀφθαλμὸς τῆς διανοίας σου. Μῶμος τῷ κεκτημένῳ στόμα θρασύ· ὁ δὲ φοβούμενος τὸν Κύριον εὐλαβηθήσεται. Ἴσθι πεποιθὼς ἐν ὅλῃ καρδίᾳ σου πρὸς Κύριον, καὶ ἐν παντὶ καιρῷ εὑρήσεις χάριν. Ἐὰν ὑπομείνῃς ἐν αὐτῷ, οὐ μὴ ἀπολέσῃς σου τὸν μισθόν. Σίφωνες προσάγονται ἐν ἡμέρᾳ ἐμπρησμοῦ, καὶ δάκρυα ἐν καιρῷ πειρασμοῦ.

Ὕδωρ σβέννυσι φλόγα ἀνημμένην ἐν οἰκίᾳ, καὶ δάκρυα ἐν προσευχῇ ἐπιθυμίας πονηράς. Ὥσπερ φοῖνιξ θάλλων ἐν αἰγιαλοῖς, οὕτως ὁμόνοια ἀδελφῶν ἐν Κυρίῳ. Ὁ τιμῶν μειζοτέρους εὐφρανθήσεται ὑπὸ μικροτέρων, καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσθήσεται. Ἐὰν χρήσῃς τῷ ἀδελφῷ σου τι, καὶ διασύρῃ περὶ τὴν ἀπόδοσιν, καὶ βούλει ὑπομιμνῄσκειν αὐτόν, ἅπαξ ὑπόμνησον, πολλάκις γὰρ γίνεται λήθη· ἐὰν χρήσῃ τι παρὰ τοῦ ἀδελφοῦ σου, κἀκεῖνος εὐλαβείᾳ φερόμενος μὴ ὑπομνήσῃ σε, ἀλλὰ σὺ ὡς τὸν Θεὸν φοβούμενος μὴ ἀποστέρει αὐτὸν τοῦ αὑτοῦ, διότι γέγραπται, μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν. Πάντων τῶν φθειρομένων δεῖ καταφρονεῖν, ἀδελφοί, μόνης δὲ τῆς ζωῆς ἀντιποιεῖσθαι. Ἐὰν προχειρισθῇς μεσάζειν τι, μὴ ἀμέλει τῆς ἑαυτοῦ σωτηρίας προφασιζόμενος προφάσεις ἐν ἁμαρτίαις· ὅτι καὶ Ἰωσὴφ ἐμέσασε πράγματος ἐν Αἰγύπτῳ, καὶ οὐ μόνον μιᾶς οἰκίας ἀνεδέξατο φροντίδα, ἀλλὰ καὶ πάσης Αἰγύπτου, καὶ οὐκ ἔκλινεν ἐξ ὁδοῦ ἀληθείας, καὶ ὁ Κύριος ἐδόξασεν αὐτόν.

Ἐὰν ἡ ψυχή σου ὑγιὴς ὑπάρχῃ πρὸς Κύριον, ἐν πᾶσιν ὠφεληθήσῃ. Ἐὰν ἴδῃς πραγματευτήν, εἶπον ἐν σεαυτῷ· ψυχή, οὗτος τὰ πρόσκαιρα ἐπιθυμῶν, τοσαῦτα ὑπομένει, ἵνα συνάξῃ τὰ μὴ διαμένοντα· σὺ δὲ τῶν μὴ παρερχομένων ἀμελεῖς;

Ἐὰν θεάσῃ ἄνδρας δικαζομένους, εἶπον ἐν σεαυτῷ· ψυχή, οὗτοι ἐπ᾽ οὐδὲν χρήσιμον τοσαύτην σπουδὴν καὶ φιλονεικίαν ἔχουσι πρὸς ἀλλήλους· σὺ δὲ τῶν μυρίων ταλάντων ὀφειλέτις οὖσα, οὐ προσπίπτεις τῷ Θεῷ, ὡς δεῖ, ἵνα τῆς ἀφέσεως ἐπιτύχῃς;

Ἐὰν θεάσῃ τοὺς οἰκοδομοῦντας οἰκίας πηλίνας, εἶπον ἐν σεαυτῷ· καὶ οὗτοι, ψυχή, οἰκίας πηλίνας οἰκοδομοῦντες, σπουδῇ κέχρηνται τελειῶσαι τὸ ἔργον· σὺ δὲ καταφρονεῖς τῶν αἰωνίων σκηνῶν; Καὶ ἵνα μὴ καθ᾽ ἓν λέγοντες μηκύνωμεν τὸν λόγον, εἴ τι ἂν ἴδωμεν ἐν τῷ βίῳ, τοὺς κοσμικοὺς λογισμοὺς καὶ τὰ βιωτικὰ φρονήματα εἰς τὰ πνευματικὰ μεταλλάξωμεν, καὶ πάντως ὠφελείας τυγχάνομεν, τῆς χάριτος ἡμῖν συνεργούσης.

Τί δέ ἐστιν ὁ μοναχός; Ἔοικεν ὁ μοναχὸς ἀνδρὶ καταφερομένῳ ἐξ ὕψους, ὃς εὑρὼν σχοινίον κρεμάμενον ὑψηλῷ διαθέματι, δραξάμενος ἀπεκρέμασεν ἑαυτόν, καὶ βοᾷ ἀδιαλείπτως πρὸς Κύριον τοῦ βοηθῆσαι, εἰδὼς ὅτι ἐὰν ἐξατονήσας ἀπολύσῃ τὰς ἀμφοτέρας χεῖρας, πίπτει καὶ θανατοῦται. Ἐπιλαβοῦ, μοναχέ, τῆς αἰωνίου ζωῆς εἰς ἣν ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων· ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ.

Διὰ τὸ μὴ βούλεσθαι ἡμᾶς μικρὰν θλῖψιν ὑπομεῖναι διὰ τὸν Κύριον, περιπίπτομεν ἀκουσίως εἰς πολλὰς θλίψεις καὶ κακάς. Καὶ διὰ τὸ μὴ θέλειν ἡμᾶς καταλιπεῖν τὸ ἴδιον θέλημα διὰ τὸν Κύριον, ἑαυτοῖς προξενοῦμεν ζημίαν ψυχῆς. Καὶ διὰ τὸ μὴ ἀνέχεσθαι ἡμᾶς ἐν ὑποταγῇ καὶ ἐξουδενώσει εἶναι διὰ τὸν Κύριον, ἑαυτοὺς ἀποστεροῦμεν τῆς παρακλήσεως τῶν δικαίων. Καὶ διὰ τὸ μὴ πειθαρχεῖν ἡμᾶς τῇ νουθεσίᾳ τῶν νουθετούντων ἡμᾶς διὰ τὸν Κύριον, ἑαυτοὺς ποιοῦμεν ἐπίχαρμα τοῖς πονηροῖς δαίμοσι. Καὶ διὰ τὸ μὴ ἀποδέχεσθαι ἡμᾶς τὴν ἐν ῥάβδῳ παιδείαν, ὁ λέβης ἡμᾶς διαδέχεται, ἔνθα οὐκ ἔσται ὁ παρακαλῶν. Τίς δῴη τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ φαιδρὸν πρόσωπον πρὸς τοὺς ἔξω, καὶ κλαύσομαι τὰς ἁμαρτίας μου ἡμέρας καὶ νυκτός; Εἶπον τῷ γέλωτι, πόρρω γενοῦ ἀπ᾽ ἐμοῦ, καὶ τοῖς δάκρυσιν, ἔλθετε πρός με, ὅτι πολλὴ ἡ ἁμαρτία μου ἐνώπιον Κυρίου σφόδρα, καὶ οὐκ ἔστιν ἀριθμὸς τοῖς παραπτώμασί μου.

Εἴδετε ὅτι τρεῖς διαφοραί εἰσι δακρύων ἐν ἀνθρώποις; Ἔστι δάκρυα τῶν φαινομένων πραγμάτων, καὶ αὐτά εἰσι πικρὰ σφόδρα καὶ μάταια· καὶ ἔστι δάκρυα τῆς μετανοίας, ὅταν ἐπιποθῇ ἡ ψυχὴ τῶν αἰωνίων ἀγαθῶν, καὶ αὐτά εἰσι γλυκέα καὶ ὠφέλιμα σφόδρα· καὶ ἔστι δάκρυα τῆς μετανοίας, ἔνθα ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, καὶ ταῦτά εἰσι πικρὰ καὶ ἀνωφελῆ. Οὐδὲν γὰρ ἀνύουσι τότε, ὅτε οὐκ ἔστιν ὁ καιρὸς τῆς μετανοίας.

Ἀγαπητέ, νῆφε τῇ νεότητί σου, ὅπως εὑρεθῇς δόκιμος καὶ ἐπ᾽ ἐσχάτων σου· καὶ μὴ καταθάρσει σεαυτὸν τῷ Πονηρῷ ὑποβάλλοντί σοι ἀπατηλοὺς λογισμοὺς καὶ φάσκοντι· τέως νεώτερος εἶ, δεῖ σε ἄλλα πολλὰ ἔτη ζῆσαι· ὅθεν νῦν εὐφραίνου καὶ μὴ λυπήσῃς τὴν σεαυτοῦ ψυχήν, καὶ περὶ τὸ γῆράς σου δεῖ σε μετανοῆσαι.

Οὐκέτι γινώσκεις, ὦ ἀδελφέ, οὐδὲ κἂν ὡς ἄφρων, ὅτι ἀπατᾶσαι ἐν τούτοις; Εἰ γὰρ ἔτι νεωτέρου σου ὑπάρχοντος, καὶ τῆς ἡλικίας σου σφριγώσης, ὅτε δύνῃ ὑπομεῖναι πάντα πόνον καὶ ἄσκησιν φέρειν, οὐ μετανοεῖς, ἐὰν γηράσῃς, οὐ τὴν ἀδυναμίαν τοῦ γήρως προφασίζῃ; Εἰ δὲ καὶ ἐν τῇ νεότητί σου καταληφθῇς, τί ποιήσεις; Ἀπόλιπε οὖν τὴν ὁδὸν τοῦ Ἐχθροῦ, καὶ ἄκουε τὴν φωνὴν τοῦ ἀληθινοῦ Δεσπότου εἰπόντος· γρηγορεῖτε οὖν καὶ προσεύχεσθε, ὅτι οὐκ οἴδατε τὴν ὥραν, οὐδὲ τὴν ἡμέραν.

Κύριε Ἰησοῦ Χριστέ, Βασιλεῦ τῶν βασιλευόντων, ὁ ἔχων ἐξουσίαν ζωῆς καὶ θανάτου, ὁ γινώσκων τὰ ἄδηλα καὶ τὰ κρύφια, ὃν οὐ λανθάνει ἐνθύμησις καὶ διαλογισμός, καθάρισόν με ἐκ τῶν κρυφίων μου, ὅτι τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ἰδοὺ γὰρ αἱ ἡμέραι μου ἐκλείπουσιν, ἡμέρᾳ καὶ ἡμέρᾳ· καὶ αἱ ἁμαρτίαι μου πληθύνονται. Σύ, Κύριε, ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, γινώσκεις τὴν πολλὴν ἀσθένειαν τῆς ψυχῆς μου καὶ τοῦ σώματος· δός, Κύριε, ἰσχὺν ἐν τῇ ἀδυναμίᾳ μου, καὶ ἀντιλαβοῦ μου τοῦ ταλαιπώρου. Σὺ γὰρ γινώσκεις, ὅτι ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς, καὶ σὺ βοηθός μου κραταιός. Δός μοι καρδίαν, Κύριε, εὐγνωμονοῦσαν, τοῦ μνημονεύειν τῶν εὐεργεσιῶν σου διαπαντός, ἀγαθὲ Κύριε, καὶ μὴ μνησθῇς τῶν πολλῶν μου ἁμαρτιῶν, ἀλλὰ ἀμνησικάκησον ἐπὶ τοῖς παραπτώμασί μου. Μὴ παρίδῃς, Κύριε, τὴν δέησίν μου τοῦ εὐτελοῦς καὶ ἁμαρτωλοῦ, ἀλλ᾽ ὡς ἐσκέπασέ με ἡ χάρις σου ἄχρι τοῦ νῦν, καὶ ἕως τέλους μὴ ἀφέλῃς αὐτὴν ἀπ᾽ ἐμοῦ. Αὕτη γὰρ ἐσόφισέ με τοῦ συνιέναι ταῦτα, καὶ μακάριοι οἱ συντηροῦντες τὰς ὁδοὺς αὐτῆς, ὅτι ἔσται αὐτοῖς εἰς στέφανον δόξης. Ἐξομολογοῦμαί σοι, Κύριε, καὶ αἰνῶ ἐγὼ ὁ ἀνάξιος τὸν ἐνδειξάμενον ἐν ἐμοὶ πλῆθος οἰκτιρμῶν, ὅτι σκεπαστὴς καὶ βοηθὸς ἐγένου μοι, ἐπεὶ τὸ ὄνομα τῆς μεγαλωσύνης σου εὐλογημένον εἰς τοὺς αἰῶνας· σοὶ γὰρ πρέπει μεγαλωσύνη Κυρίῳ τῷ Θεῷ ἡμῶν.

Ἀγαπητέ, δίδασκε σὸν ἀδελφὸν ὁδόν, μὴ τὴν ἀπάγουσαν εἰς τὸν κόσμον ἀλλὰ τὴν εἰσάγουσαν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Φοβοῦ δὲ τὸν Κύριον ἐν ὅλῃ δυνάμει σου, καὶ μὴ ζηλοῦ τὰ ἔργα τῶν ἀσεβῶν, ὅτι τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει.