Σήμερον ἐπάγη σταυρός, καὶ ἡ κτίσις ἀγάλλεται· σταυρὸς γὰρ πεπλανημένων ὁδός· σταυρὸς Χριστιανῶν ἐλπίς· σταυρὸς πλουσίων χαλινός· σταυρὸς τρόπαιον κατὰ δαιμόνων, ἀπόρων εὐπορία, χειμαζομένων ἐλπίς, προστάτης χηρῶν, θλιβομένων ἄνεσις, πρεσβυτέρων τέλος· σταυρὸς ὅπλον αἰώνιον, ἀπαιδεύτων σοφία, Ἀποστόλων καταγγελία, παρθένων σωφροσύνη· σταυρὸς οἰκουμένης ἀσφάλεια· σταυρὸς εἰδώλων ἀφανισμός, ἀδυνάτων δύναμις, παραλυτικῶν ἄφεσις, γυμνῶν σκέπη· σταυρὸς νεκρῶν ἀνάστασις, χωλῶν βακτηρία, ὑπερηφάνων καθαίρεσις, κατὰ τοῦ Διαβόλου νῖκος· σταυρὸς ἀπηλπισμένων ἐλπίς, πολεμουμένων τεῖχος, ἀδίκων κριτής, νηπίων φύλαξ· σταυρὸς φῶς τοῖς ἐν σκότει καθημένοις, βαρβάρων φιλοσοφία, ἀνόμων νόμος, μαρτύρων καύχημα· σταυρὸς ἱερέων χαρά, ναῶν καθαίρεσις, Ἰουδαίων σκάνδαλον, νοσούντων ἰατρεία· σταυρὸς πεινώντων ἄρτος, τυφλῶν ὁδηγός, πενήτων παραμυθία, ἀκολάστων μετάνοια· σταυρὸς νέων παιδαγωγός, πλεόντων κυβερνήτης, πατὴρ ὀρφανῶν· σταυρὸς δικαίων σύμβουλος, ἀνδρῶν κεφαλή, βασιλέων μεγαλοπρέπεια, δούλων ἐλευθερία, Προφητῶν κήρυγμα· σταυρὸς μοναζόντων ἄσκησις, Ἐκκλησίας θεμέλιον, βωμῶν ἀνατροπή, διψώντων πηγή.