Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν ἁγίαν παρασκευὴν καὶ εἰς τὸν λῃστὴν καὶ τὸν σταυρόν

Ἐφραίμ ὁ Σύρος

Το πάθος, η δίκη ενώπιον του Πιλάτου και η σταύρωση

Περιγραφή του σταυρικού πάθους, της καθόδου του Χριστού στον Άδη, της δίκης Του ενώπιον του Πιλάτου και της συγκλονιστικής αλλοίωσης των φυσικών στοιχείων κατά τη σταύρωση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 4

Σήμερον ἐπάγη σταυρός, καὶ τὰ καταχθόνια διερρήχθη· σήμερον Ἰησοῦ καθηλώθησαν χεῖρες, καὶ τῶν νεκρῶν ἀνελύθη τὰ δεσμά· σήμερον ἐτολμήθη χριστοκτονία, καὶ ἐπετράπη νεκροδρομία· σήμερον αἵματος ῥύαξ εἰς τάφους μετωχετεύθη, καὶ ἀρδευθεὶς ὁ ᾅδης ἀνέθαλε. Σήμερον πανημέριον Ἰησοῦς περιήλκετο τῇδε κακεῖσε, πᾶσαν ὥραν εὐλογῶν τοῖς οἰκείοις παθήμασιν· ἐξεώθη οὐ μέχρι πόρρω Πιλάτου κρίνοντος, πραιτωρίῳ προεδρεύοντος· ἐκεῖθεν τόλμαις ἰουδαϊκαῖς πρὸς παίγνιον ἐκδοθεὶς εἰς ἕκτην ὥραν· εἶτα τοῖς ἐκ τῶν ἥλων κεντήμασι τριώριον ὑποστὰς ἀλγηδόνα, θανάτῳ παύει τὸ πάθος· ἐντεῦθεν ἄχρι δωδεκάτης τῷ ξύλῳ προσέρριπται, καθεύδοντι προσόμοιος λέοντι.

Νῦν εἰς ᾅδου κατῆλθεν, ἰδεῖν ἐπιθυμῶν τοὺς δικαίους μετὰ πόνους καθεύδοντας· ὧν ἕκαστον συνιδὼν ὑπερσχοίη, ὁρῶν καθάπερ βασιλεὺς ἐπισκεπτόμενος ἐν μεσημβρίᾳ στρατόπεδον ἀναπαυόμενον ὕπνῳ. Εἶδε τὸν Ἀδὰμ πολλοῖς ἐμπεφυρμένον κλαυθμοῖς· εἶδε τὸν Ἄβελ αἵματι πορφυρίζοντα· εἶδε Νῶε δικαιοσύνῃ κομῶντα· εἶδε τὸν Σὴμ καὶ τὸν Ἰάφεθ πατρικῇ κεκοσμημένους αἰδοῖ· εἶδε τὸν Ἀβραὰμ παντοίαις ἐστεμμένον ἀρεταῖς· εἶδε τὸν Λὼτ ξενοδοχίαις ἀνθοῦντα· εἶδε τὸν Ἰσαὰκ θάλλοντα καρτερίαις· εἶδε τὸν Ἰακὼβ ὑπομοναῖς ἠλειμμένον· εἶδε τὸν Ἰὼβ ἀθλητικῶς τεταμένον· εἶδε τὸν Φινεὲς σειρομάστιγι καθωπλισμένον· εἶδε τὸν Μωσέα θείοις μεμυηκότα δακτύλοις.

Ἦλθεν ἐπὶ τὸν τοῦ Ναυῆ υἱόν, καὶ πέφρακται στρατηγίαις· μετέστη πρὸς τὸν Σαμουήλ, 〈καὶ〉 ἥπλωται βασιλικαῖς χειροτονίαις ἀστράπτων· ἧκεν ἐπὶ τὸν Δαυΐδ, καὶ ψαλτηρίῳ συντέθαπται· πρὸς Ἐλισσαῖον μετέβη, καὶ ἐντετύλικται μηλωτῇ.

Ἔκειτο Ἠσαΐας κεφαλῇ πρισθείσῃ γαυρούμενος· Ἰωνᾶς νινευϊτικῇ κεκαλλώπιστο σωτηρίᾳ· Ἱερεμίας τῷ ἐκ λάκκου βορβόρῳ μεμύρισται· ἐδείκνυτο τὰ Ἰεζεκιὴλ ὄμματα φρικταῖς ὀπτασίαις αὐγάζοντα· τοῖς τοῦ Δανιὴλ ποσὶν ἐπήνθει λεόντων φιλήματα· ἔστιλβε τὰ ἐκ καμίνου σώματα πυρὶ χροῒ αὐγοῦντα· ἀρθρεμβόλοις πέφρακτο τῶν Μακκαβαίων φάλαγξ· ἡ τοῦ Βαπτιστοῦ κεφαλὴ καρατομίᾳ λελάμπρυντο.

Εἶδε καὶ γυναῖκας ἁγίας, οὐδὲν ἀνδρῶν λειπομένας· εἶδε τὴν Σάρραν ἀβραμιαίᾳ λαμπρύνουσαν πίστει· εἶδε τὴν Ῥεβέκκαν ταῖς ἐξυδρίαις εὐποιΐαις ἀνθοῦσαν· εἶδε τὴν Ῥαχὴλ γάμῳ σωφροσύνης στίλβουσαν· εἶδε τυραννομάχων μητέρα πύργων ἑβδομάδι τετειχισμένην. Εἶδε πάντα δίκαιον· κατενόησε πάντα προφήτην· ἐκήρυξε, πάρειμι· καὶ ὁ θεῖος ἀφυπνίσθη στρατός. Ἀλλὰ γὰρ ἄχρι τούτων τὸ βασιλικὸν εἰρήσθω συντόμως.

Φέρε δὴ λοιπόν, ἐπὶ τὸν Πιλάτον τὸν λόγον ἑλκύσωμεν· αὕτη γὰρ τῶν σημερινῶν ἡ ἀρχή. Μανικῶς οἱ Ἰουδαῖοι τὸν Χριστὸν συλλαβόμενοι, ἡγεμονικαῖς βασάνοις ἐξέδωκαν, οὐδὲν ἀκολούθως ποιήσαντες, οὐδὲ ἐγγραφὰς ἀποθέμενοι, οὐ κατηγορίαν ἔννομον εἰσελθόντες, οὐκ αἰτίαν εἰπόντες, οὐκ ἔγκλημα, οὐδ᾽ ἕνα συνήγορον δείξαντες. Ἀλλὰ πῶς; Δῆμος χυδαῖος καὶ ὄχλος ἀγοραῖος καὶ λαὸς ἀγροικώδης ἐκ τῶν πέριξ κωμῶν ἐν ἑορτῇ συνελθὼν ἐβόα· σταύρωσον, σταύρωσον. Ὁ δὲ Πιλάτος ἄλλην μὲν οὐδεμίαν αἰτίαν, ὁρμὴν δὲ δήμου διὰ φθόνον κεκινημένην ὁρῶν, μείζονα τιμωρίαν ἐλάττονος πρίασθαι βουληθεὶς ἵνα θανάτου ῥύσηται, φραγγελοῖ.

Ὡς δὲ καὶ οὕτως ἦσαν ὠμοί, τὰς χεῖρας ἀπονιψάμενος εἶπε· καθαρός εἰμι ἀπὸ τοῦ αἵματος τούτου. Μυρίοις δὲ τοὺς αἱμοβόρους ἀπέστρεψε λόγοις, τὰ ῥωμαϊκὰ πρὸς αὐτοὺς διεξερχόμενος νόμιμα· ἐκ ποίων, φησίν, ὦ Ἰουδαῖοι, τὸν Ἰησοῦν ἀδικημάτων σταυρώσω; Ἐγὼ φονέων κάθημαι τιμωρός· οὗτος δὲ τάφους ἐκένωσεν. Ἐγὼ παρὰ Καίσαρος πλημμελημάτων ἀπέσταλμαι δικαστής· τοῦτον δὲ τίς οὐκ εἶδε πταισμάτων ἀνώτερον; Ἐγὼ κολάζω τὸν τοὺς ὁρῶντας τυφλοῦντα· οὗτος δὲ τετυφλωμένους φωτίζει. Ἐγὼ τὸν πόδας ἑτέρων κατατέμνοντα τιμωροῦμαι· οὗτος δὲ χωλεύοντας ὤρθωσεν. Ἐγὼ ψῆφον ἐκφέρω θανατηφόρον, εἴ τις παιδὸς ἀποστερεῖ μητέρα· οὗτος δὲ μητρὶ ἐχάρισεν υἱὸν ἐκ νεκρῶν ἀναστήσας. Ἐμοὶ νόμος χειροκοπεῖν τὸν ἑτέρου κόπτοντα δεξιάν· οὗτος δὲ δεξιὰν ἥπλωσε χεῖρα. Ἐγὼ ζημιῶ καταδίκαις, εἴ τις τινὸς νοσφίζει τὸ σιτηρέσιον· οὗτος δὲ ποταποῖς τὴν ἔρημον ἄρτοις ἐπέκλυσεν; Ἐμὸν ἔργον συγκόπτειν πληγαῖς τοὺς ἑτέροις διὰ πληγῶν ἀρρωστήματα τίκτοντας· οὗτος δὲ παραλυτικὸν κλινηφόρον τρέχειν ἐκέλευσεν. Ἐμὸν ἐξορίᾳ σωφρονίζειν τὸν λυμαίνοντα ἀμπελῶνας· οὗτος δὲ γάμον ἐφαίδρυνεν ἔχων ἀμπελῶνα τὸν λόγον. Ἐγὼ λαμβάνω δίκην, εἴ τις τοιχωρυχίαν τολμᾷ· οὗτος δὲ διαρραγεῖσαν κρυπτῶν αἱμάτων ἐνέφραξεν. Ἐγὼ τοὺς τῶν πλωτήρων καταποντιστὰς περιβάλλω κινδύνοις· οὗτος δὲ τὸν Πέτρον ἐπὶ κυμάτων ἐπόρευσε.

Τοῦτον οὖν κολάζειν βοᾶτε; Μήποτε οὕτω μανίειν! Οὐκ ἔστι μοι ξίφος πρὸς ἀνδρὸς τούτου σφαγήν. Ἐγὼ τὸν Ἰησοῦν θανατώσω, Λάζαρον βλέπων ζῶντα, καὶ εἰς τάφον ἄνθρωπον πέμψω ὀχληρὸν γενόμενον τάφοις; Πῶς δὲ καὶ ἄκων ἔσται νεκρός, δι᾽ ὃν ᾅδης οὐδ᾽ ἕνα νεκρὸν ἔχειν θαρρεῖ; Πῶς δὲ καὶ νεκρωθεὶς οὐκ ἀνίσταται, καὶ πάλιν ὑμῶν ἐν ὀδύναις τὰ πράγματα;

Τοιαῦτα φράσας, οὐ πειθομένους ὁρῶν, ἀπῆλθε τοῦ πραιτωρίου, ἀφεὶς ἀπελθόντας, ὅ τι βούλοιντο δράσαι. Ἀλλὰ τούτων ταραττομένων, ἡ Σοφία σιγῇ παρειστήκει. Οὐκ ἐδίδου λόγον ὁ Λόγος. Οἱ δὲ ἐπιβλαβῶς ἀθετοῦντες ἐσταύρωσαν. Καὶ εὐθὺς ἐδονήθη τὰ πάντα. Τῶν στοιχείων ἕκαστον ἐκλονήθη· ἔφυγεν ἡ ἡμέρα· ἐμελανειμόνησεν ὁ οὐρανός· τῆς ὑπ᾽ οὐρανὸν κατεσείσθη τὰ βάραθρα· ἡ ἀκοντὶ σταυροδόχος ὠλόλυξε γῆ, σεισμῷ τὴν βίαν ταράξασα· κατεθλάσθησαν τάφοι, καθάπερ μοχλῷ, τῷ σταυρῷ πορθηθέντες· κατεβόησαν πέτραι θυμικῶς ἐκραγεῖσαι· ναὸς περιεσχίσατο, μὴ φέρων τὴν ἀφόρητον τόλμαν· ἥλιος τοὺς τολμηροὺς ἀπεστράφη, καὶ ἐκρύβη, δεδανεισμένῃ νυκτί· ἐσαλεύθη ἡ κτίσις.