Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν δευτέραν παρουσίαν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Ἐφραίμ ὁ Σύρος

Ο έλεγχος της βαπτισματικής ομολογίας και των έργων

Η εξέταση της αποταγής του Σατανά και της διατήρησης της χάριτος του βαπτίσματος, καθώς και η λογοδοσία των ποιμένων και του λαού ενώπιον του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 7

Τότε ἀπαιτεῖται ἕκαστος τὴν ὁμολογίαν τῆς πίστεως καὶ τὴν συνταγὴν τοῦ βαπτίσματος· τήν τε πίστιν ἀμίαντον ἀπὸ πάσης αἱρέσεως καὶ τὴν σφραγῖδα ἄθραυστον καὶ τὸν χιτῶνα ἀμόλυντον, κατὰ τὸ γεγραμμένον· ὅτι πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα τῷ φοβερῷ Βασιλεῖ. Πάντες γὰρ οἱ πολιτογραφηθέντες ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ, ἀπαιτηθήσονται κατὰ τὴν ἰδίαν δύναμιν· δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσοντα, κατὰ τὸ γεγραμμένον· ὅτι ᾧ ἐδόθη πολύ, ζητηθήσεται παρ᾽ αὐτοῦ· καὶ ᾧ μέτρῳ μετρεῖ ἕκαστος, ἀντιμετρηθήσεται αὐτῷ. Πλὴν κἂν μέγας τις ἦ κἄν τε μικρός, ἐπ᾽ ἴσης πάντες τὴν πίστιν ὡμολογήσαμεν καὶ τὴν ἁγίαν σφραγῖδα ἐλάβομεν. Πάντες ὁμοίως τῷ Διαβόλῳ ἀπεταξάμεθα, ἐμφυσήσαντες αὐτόν, καὶ πάντες ὁμοίως τῷ Χριστῷ συνεταξάμεθα, προσκυνήσαντες αὐτῷ, εἴγε ἄρα νενοήκατε τοῦ μυστηρίου τῆς κολυμβήθρας τὴν δύναμιν καὶ τοῦ ἀλλοτρίου ἀποταγῆς. Καὶ γὰρ ἡ ἀποταγή, ἣν ἐπὶ τοῦ ἁγίου βαπτίσματος ποιεῖν ἀπαιτούμεθα, μικρὰ μὲν φαίνεται λεγομένη, νοουμένη δὲ καὶ πάνυ ἐστὶ μεγάλη· ἣν ὁ ἰσχύσας φυλάξαι, τρισμακάριος ἔσται· διὰ γὰρ ὀλίγων ῥημάτων πᾶν κακὸν ὀνομαζόμενον, ὃ μισεῖ ὁ Θεός, ἀποτασσόμεθα. Οὐχ ἓν ἢ δύο ἢ δέκα, ἀλλὰ πᾶν κακὸν ὀνομαζόμενον, ὃ μισεῖ ὁ Θεός, ἀποτασσόμεθα. Οἷόν τι λέγω· ἀποτάσσομαι, φησί, τῷ Σατανᾷ καὶ πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ποίοις ἔργοις; Ἄκουσον!

Πορνείᾳ, μοιχείᾳ, ἀκαθαρσίᾳ, ψεύδει, κλοπῇ, φθόνῳ, φαρμακείᾳ, μαντείᾳ, ἐπαοιδίᾳ, θυμῷ, ὀργῇ, βλασφημίᾳ, ἔχθρᾳ, ἔριδι, ζήλῳ. Ἀποτάσσομαι μέθῃ, ἀργολογίᾳ, ὑπερηφανίᾳ, βλακείᾳ. Ἀποτάσσομαι γελοιασμοῖς καὶ κιθαρισμοῖς, ᾄσμασι δαιμονικοῖς, παιδοφθορίαις, ὀρνεοσκοπίαις, ἐπερωτήσεσι πνευμάτων, πεταλογραφίαις. Ἀποτάσσομαι εἰδωλοθύτου, αἵματος, πνικτοῦ καὶ θνησιμαίου. Καὶ τί πολλὰ λέγω; Οὐ γάρ ἐστι καιρὸς πάντα ἐξειπεῖν. Ἀλλὰ παραδράμωμεν τὰ πολλὰ καὶ ἁπλῶς εἴπωμεν· ἀποτάσσομαι πᾶσι τοῖς ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις γινομένοις, καὶ ἐν πηγαῖς καὶ δένδροις καὶ ἐν τριόδοις καὶ βάμμασι καὶ ποτηρίοις καὶ ἑτέροις πολλοῖς ἀτόποις ἔργοις, ἅπερ αἰσχρόν ἐστι καὶ λέγειν. Τούτοις πᾶσι καὶ τοῖς ὁμοίοις τούτων ἀποτασσόμεθα ἐν τῇ τοῦ ἁγίου βαπτίσματος ἀποταγῇ, ἅπερ πάντες γινώσκομεν, ὅτι ἔργα καὶ διδασκαλίαι εἰσὶ τοῦ Διαβόλου.

Ταῦτα πάντα ἐν σκότει ὄντες τὸ πρίν, ὑπὸ τὴν ἐξουσίαν τοῦ Διαβόλου, ἐμάθομεν, πρὶν φθάσαι εἰς ἡμᾶς τὸ φῶς· ὅτε ἦμεν πεπραμένοι ὑπὸ τῆς ἁμαρτίας. Ὅτε δὲ ἐβουλήθη ὁ φιλάνθρωπος καὶ ἐλεήμων Θεὸς λυτρώσασθαι ἡμᾶς ἐκ τῆς τοιαύτης πλάνης, ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, καὶ ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος, καὶ ἔδωκεν ἑαυτὸν ἀντάλλαγμα ὑπὲρ ἡμῶν, καὶ ἐξηγόρασεν ἡμᾶς τῆς πλάνης τῶν εἰδώλων, καὶ εὐδόκησεν ἀνακαινίσαι ἡμᾶς δι᾽ ὕδατος καὶ Πνεύματος. Ταῦτα οὖν πάντα ἀπηρνησάμεθα, καὶ ἀπεξεδυσάμεθα τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, ἐνεδυσάμεθα δὲ τὸν νέον Ἀδάμ.

Ταῦτα οὖν ὁ ποιῶν τὰ προειρημένα πονηρὰ ἔργα μετὰ τὴν χάριν, τῆς χάριτος ἐξέπεσε, καὶ ὁ Χριστὸς αὐτὸν οὐδὲν ὠφελήσει, ἐπιμένοντα τῇ ἁμαρτίᾳ. Ἠκούσατε, φιλόχριστοι, πόσα πλήθη κακῶν ἀπετάξασθε δι᾽ ὀλίγων ῥημάτων. Ταύτην οὖν τὴν ἀποταγὴν καὶ τὴν καλὴν ὁμολογίαν ἀπαιτεῖται ἐν τῇ ὥρᾳ καὶ ἡμέρᾳ ἐκείνῃ ἕκαστος παρ᾽ ἡμῶν. Γέγραπται γάρ, ὅτι ἐκ τῶν λόγων σου δικαιωθήσῃ. Καὶ πάλιν ὁ Κύριος λέγει· ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. Φανερὸν οὖν ἐστιν ὅτι οἱ λόγοι ἡμῶν, ἢ κατακρίνουσιν ἢ δικαιοῦσιν ἡμᾶς ἐν τῇ ὥρᾳ ἐκείνῃ.

Ποίῳ δὲ τρόπῳ ἐρωτῶνται; Ἐπερωτῶνται ποιμένες, ἤγουν ἐπίσκοποι, καὶ περὶ τῆς ἰδίας πολιτείας καὶ ὑπὲρ τῆς ποίμνης αὐτῶν, καὶ ἀπαιτεῖται ἕκαστος τὰ λογικὰ πρόβατα, ἅπερ παρέλαβε παρὰ τοῦ ἀρχιποίμενος Χριστοῦ. Ἐὰν δὲ ἐξ ἀμελείας τοῦ ἐπισκόπου ἀπολείψῃ πρόβατον, τὸ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν αὐτοῦ ἀπαιτεῖται. Ὁμοίως δὲ καὶ πρεσβύτεροι δώσουσι λόγον ὑπὲρ τῆς ἐκκλησίας αὐτῶν· ἅμα δὲ καὶ οἱ διάκονοι καὶ πᾶς δὲ πιστὸς ὑπὲρ τοῦ οἴκου αὐτοῦ, ὑπὲρ τῆς γυναικὸς καὶ τέκνων καὶ παίδων καὶ παιδισκῶν δώσει λόγον, εἰ ἐξέθρεψεν αὐτοὺς ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, καθὼς παραγγέλλει ὁ Ἀπόστολος. Τότε ἐπερωτῶνται βασιλεῖς καὶ ἄρχοντες, πλούσιοι καὶ πένητες, μικροὶ καὶ μεγάλοι, περὶ ὧν ἔπραξαν ἔργων. Γέγραπται γάρ, ὅτι πάντες παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσῃ ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε πονηρόν. Καὶ ἀλλαχοῦ δὲ γέγραπται, ὅτι οὐκ ἔστιν ὅστις ἐξελεῖται ἐκ τῶν χειρῶν μου.