Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν δευτέραν παρουσίαν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Ἐφραίμ ὁ Σύρος

Η θεία ευσπλαγχνία, η μετάνοια και η υπόσχεση της αιώνιας μακαριότητας

Κλήση προς όλους για έμπρακτη μετάνοια, η προσφορά της θείας συγχώρησης, η περιγραφή των αμοιβών για τους δικαίους και η καταληκτήρια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 7 από 7

Δεῦτε οὖν καὶ ἡμεῖς, ἀδελφοὶ φιλόχριστοι, πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν ἐκείνην, πρὶν λυθῆναι τὴν πανήγυριν, πρὶν ὁ Θεὸς ἐμφανῶς ἥξῃ καὶ εὕρῃ ἡμᾶς ἀνετοίμους. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἐν μετανοίᾳ, ἐν προσευχαῖς, ἐν νηστείαις, ἐν δάκρυσιν, ἐν ξενοδοχίαις. Προφθάσωμεν, πρὶν αὐτὸν ἐμφανῶς ἥξειν καὶ εὑρεῖν ἡμᾶς ἀνετοίμους. Μὴ παυσώμεθα μετανοεῖν καὶ παρακαλεῖν ἐμπόνως, καὶ ἑτοιμάζεσθαι εἰς τὴν τοῦ Κυρίου ἀπάντησιν, πάντες ὁμοῦ, ἄνδρες καὶ γυναῖκες, πλούσιοι καὶ πένητες, δοῦλοι καὶ ἐλεύθεροι, πρεσβῦται καὶ νέοι.

Ὁρᾶτε μή τις εἴπῃ ὅτι πολλὰ ἥμαρτον καὶ οὐκ ἔχω ἄφεσιν. Ὁ λέγων τοῦτο, οὐκ οἶδεν ὅτι ὁ Θεός ἐστι τῶν μετανοούντων· ὁ διὰ τοὺς κακῶς ἔχοντας παραγενόμενος· ὁ εἰπὼν ὅτι χαρὰ γίνεται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι· ὁ εἰπὼν ὅτι οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Αὕτη δέ ἐστιν ἡ ἀληθὴς μετάνοια, τὸ ἀποστῆναι ἀπὸ τῆς ἁμαρτίας καὶ μισῆσαι αὐτήν, κατὰ τὸν λέγοντα, ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, καὶ τὸ ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματά σου. Καὶ τότε ὁ Θεὸς μετὰ χαρᾶς δέχεται τὸν προσερχόμενον αὐτῷ.

Βλέπετε δὲ μή τις εἴπῃ τολμήσας ὅτι οὐχ ἥμαρτον. Ὁ λέγων τοῦτο τυφλός ἐστι, μυωπάζων καὶ ἑαυτὸν φρεναπατᾷ, καὶ οὐκ οἶδε πῶς κλέπτει αὐτὸν ὁ Σατανᾶς καὶ ἐν λόγοις καὶ ἐν ἔργοις, καὶ διὰ τῆς ἀκοῆς καὶ διὰ τῶν ὀφθαλμῶν καὶ διὰ τῆς ἁφῆς καὶ διὰ τῶν λογισμῶν. Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν, καὶ πάσας τὰς αἰσθήσεις αὐτοῦ καθαράς; Διότι οὐδεὶς ἀναμάρτητος· οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου· οὐδεὶς ἀνυπεύθυνος παντελῶς ἐν ἀνθρώποις, εἰ μὴ μόνος ὁ δι᾽ ἡμᾶς πτωχεύσας, πλούσιος ὤν. Αὐτὸς μόνος ἀναμάρτητος, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι, ὁ μὴ βουλόμενος τὸν θάνατον τῶν ἁμαρτωλῶν, ὁ φιλάνθρωπος, ὁ πολυεύσπλαγχνος, ὁ ἐλεήμων, ὁ ἀγαθός, ὁ φιλόψυχος, ὁ παντοδύναμος, ὁ σωτὴρ πάντων ἀνθρώπων, ὁ πατὴρ τῶν ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν, ὁ τῶν μετανοούντων Θεός, ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ὁ τῶν χειμαζομένων λιμήν, ἡ βοήθεια τῶν ἀβοηθήτων, ἡ ὁδὸς τῆς ζωῆς, ὁ πάντας πρὸς μετάνοιαν καλῶν καὶ μηδένα ἀποστρεφόμενος τῶν μετανοούντων.

Πρὸς τοῦτον καταφύγωμεν καὶ ἡμεῖς· πάντες γὰρ ὅσοι κατέφυγον ἁμαρτωλοὶ πρὸς αὐτὸν σωτηρίας ἔτυχον. Καὶ ἡμεῖς οὖν, ἀδελφοί μου, μὴ ἀπογνῶμεν τῆς ἑαυτῶν σωτηρίας. Ἡμάρτομεν; Μετανοήσωμεν. Μυριάκις ἡμάρτομεν;

Μυριάκις μετανοήσωμεν. Ἐπὶ παντὶ ἔργῳ ἀγαθῷ χαίρει ὁ Θεός, ἐξαιρέτως δὲ ἐπὶ μετανοούσῃ ψυχῇ. Ἐπὶ ταύτῃ γὰρ ὅλος ἐπικάμπτεται, καὶ ἰδίαις χερσὶν ὑποδέχεται, καὶ προσκαλεῖται, λέγων· δεῦτε πρός με πάντες οἱ κοπιῶντες, ὅτι τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, καὶ ἀναπαύσω ὑμᾶς εἰς τὴν ἄνω πόλιν, ἔνθα πάντες οἱ ἅγιοί μου ἐν μεγάλῃ χαρᾷ ἀναπαύονται. Δεῦτε εἰς ἐκείνην τὴν χαρὰν τὴν ἀνεκλάλητον, τὴν ἀνείκαστον, τὴν ἀνεκδιήγητον· εἰς ἐκεῖνα τὰ ἀγαθά, 〈εἰς〉 ἃ ἐπιθυμοῦσιν Ἄγγελοι παρακύψαι· ὅπου οἱ χοροὶ καὶ τὰ τάγματα τῶν δικαίων. Ἐκεῖ ὁ κόλπος τοῦ Ἀβραὰμ ὑποδέχεται τοὺς ὑπομένοντας τὰς θλίψεις, καθὼς καὶ τόν ποτε πτωχὸν Λάζαρον. Ἐκεῖ ἀνοίγονται οἱ θησαυροὶ τῶν αἰωνίων μου ἀγαθῶν, ἔνθα ἡ ἄνω Ἱερουσαλήμ, ἡ μήτηρ τῶν πρωτοτόκων· ἐκεῖ ἐστιν ἡ μακαρία γῆ τῶν πραέων. Δεῦτε πρός με πάντες, κἀγὼ ἀναπαύσω ὑμᾶς ἐκεῖ, ὅπου πάντα ἤρεμα καὶ ἀστασίαστα, ὅπου τὰ φωτεινὰ καὶ θεάρεστα, ὅπου οὐδεὶς ὁ ἀδικῶν οὐδὲ τυραννούμενος, ὅπου οὐκ ἔνι ἁμαρτία οὐδὲ μελάνωσις· ἔνθα φῶς τὸ ἀπρόσιτον καὶ χαρὰ ἀνεκλάλητος.

Μακάριοι οἱ πενθοῦντες. Πενθήσατε, μετανοήσατε, ἐπιστρέψατε πρός με, κἀγὼ ἀναπαύσω ὑμᾶς ἔνθα οὐκέτι πόνος, οὐδὲ δάκρυον, οὐδὲ φροντίς, οὐδὲ μέριμνα, οὐδὲ ὀδυρμός. Ἐπιστρέψατε, υἱοὶ τῶν ἀνθρώπων, κἀγὼ ἀναπαύσω ὑμᾶς, ὅπου οὐκέτι ἄρσεν καὶ θῆλυ, ὅπου οὐκέτι Διάβολος, οὐδὲ θάνατος, οὔτε νηστεία, οὔτε λύπη, οὔτε ἔρις, οὔτε ζῆλος, ἀλλὰ χαρὰ καὶ εἰρήνη καὶ ἀνάπαυσις καὶ ἀγαλλίασις. Ἐπιστράφητε πρός με, κἀγὼ ἀναπαύσω ὑμᾶς, ὅπου τὸ ὕδωρ τῆς ἀναπαύσεως, καὶ ὁ τῆς χλόης τόπος, καὶ ἡ παρὰ τοῦ Θεοῦ τῶν ὅλων γεωργουμένη ἄμπελος· εἰς ἐκείνην τὴν μακαρίαν γῆν τῶν πραέων, ἐφ᾽ ἧς ἐγὼ ἡ ἀληθινὴ ἄμπελος βλαστάνω, ἧς γεωργὸν τὸν Πατέρα ἀκούετε. Δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς, ὅπου ἡ ἀκήρατος ζωὴ καὶ ἡ πάσης ἀγαθότητος εὐφροσύνη. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες, κἀγὼ ἀναπαύσω ὑμᾶς ἔνθα τὸ μόνον ἐράσμιον, τὸ διηνεκὲς ἀγαλλίαμα, ἡ ἀΐδιος εὐφροσύνη, τὸ ἀνέσπερον φῶς, ὁ ἄδυτος ἥλιος. Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς καὶ μάθετε ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν ἔνθα ἦχος τῶν ἑορταζόντων, ἔνθα οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι ἀνακαλύπτονται.

Δεῦτε πρός με πάντες, κἀγὼ ἀναπαύσω ὑμᾶς ἔνθα μεγάλη δωρεά, ἀνείκαστος χαρά, ἀμετάτρεπτος ἀνάπαυσις, ἀπέραντος εὐφροσύνη, ἄληκτος ὑμνολογία, ἀσίγητος δοξολογία, ἀκατάπαυστος εὐχαριστία, ἀδιάλειπτος θεολογία, ἀτελεύτητος βασιλεία, ἄπειρος πλοῦτος, ἀπέραντοι αἰῶνες, ἄβυσσος οἰκτιρμῶν, ἐλέους πέλαγος καὶ φιλανθρωπίας, ἀνθρωπίνοις στόμασι λαληθῆναι μὴ δυνάμενα, ἀλλὰ μόνον δι᾽ αἰνιγμάτων παραδηλούμενα.

Ἐκεῖ μυριάδες ἀγγέλων, πρωτοτόκων πανηγύρεις, ἀποστόλων θρόνοι, προφητῶν προεδρίαι, σκῆπτρα πατριαρχῶν, μαρτύρων στέφανοι, δικαίων ἔπαινοι. Ἐκεῖ πάσης ἀρχῆς, ἐξουσίας καὶ τάξεως ὁ μισθὸς ἀπόκειται καὶ ὁ τόπος ἡτοίμασται. Δεῦτε πρός με πάντες οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, κἀγὼ ἐμπλήσω ὑμᾶς ἀγαθῶν, ἃ ἐποθήσατε· ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Ταῦτα γὰρ ἡτοίμασα τοῖς μετανοοῦσιν ἐκ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς. Ταῦτα ἡτοίμασα τοῖς ἐλεοῦσι καὶ τοῖς πτωχοῖς τῷ πνεύματι. Ταῦτα ἡτοίμασα τοῖς πενθοῦσιν ἐν μετανοίᾳ. Ταῦτα ἡτοίμασα τοῖς εἰρηνοποιοῖς. Ταῦτα ἡτοίμασα τοῖς δι᾽ ἐμὲ διωκομένοις καὶ συκοφαντουμένοις καὶ ὀνειδιζομένοις. Δεῦτε πρός με πάντες οἱ πεφορτισμένοι, καὶ ἀποτινάξατε καὶ ἀπορρίψατε ἀφ᾽ ὑμῶν τὸ φορτίον τῶν ἁμαρτιῶν· οὐδεὶς γὰρ πρός με καταφεύγων ἔμεινε πεφορτισμένος, ἀλλὰ ἀπέρριψε τὴν κακὴν συνήθειαν καὶ ἀπέμαθεν ἣν κακῶς ἔμαθε παρὰ τοῦ Διαβόλου τέχνην· μανθάνει δὲ παρ᾽ ἐμοῦ τέχνην ἀγαθήν. Οἱ μάγοι προσελθόντες μοι ἀπέρριψαν τὴν μαγείαν καὶ ἔμαθον θεογνωσίαν. Οἱ τελῶναι κατέλιπον τὰ τελώνια καὶ συνεστήσαντο τὰς ἐκκλησίας. Οἱ διῶκται ἐπαύσαντο τοῦ διώκειν καὶ κατεδέξαντο τοῦ διώκεσθαι.

Αἱ πόρναι ἐμίσησαν τὴν πορνείαν καὶ ἠγάπησαν τὴν σωφροσύνην. Ὁ λῃστὴς ἀπέθετο τοὺς φόνους, ἀπομαθὼν τὴν λῃστρικὴν τέχνην, καὶ ἀνέλαβε τὴν εἰλικρινῆ πίστιν, καὶ γέγονε τοῦ παραδείσου οἰκήτωρ. Δεῦτε οὖν καὶ ὑμεῖς πρός με, ὅτι τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω.

Ἠκούσατε, ἀγαπητοί, τὰς χρηστὰς ἐπαγγελίας καὶ τὰς γλυκείας φωνὰς τοῦ σωτῆρος τῶν ψυχῶν ἡμῶν. Τίς εἶδε τοιοῦτον φιλόστοργον πατέρα; Τίς εἶδε τοιοῦτον χρηστὸν ἰατρόν; Δεῦτε οὖν, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, ἐξομολογούμενοι τὰς ἁμαρτίας ἡμῶν. Δόξα τῇ αὑτοῦ φιλανθρωπίᾳ. Δόξα τῇ αὑτοῦ μακροθυμίᾳ. Δόξα τῇ αὑτοῦ ἀγαθότητι καὶ τῇ αὑτοῦ συγκαταβάσει.

Δόξα τοῖς αὑτοῦ οἰκτιρμοῖς. Δόξα τῇ αὑτοῦ βασιλείᾳ. Δόξα, τιμὴ καὶ προσκύνησις τῷ ὀνόματι αὐτοῦ εἰς τοὺς αἰῶνας. Ἀμήν. Πάλιν λέγω, καὶ λέγων οὐ παύσομαι. Μὴ ῥᾳθυμήσωμεν, οἱ ἁμαρτωλοί· μὴ δειλιάσωμεν· μὴ παυσώμεθα βοῶντες πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας μετὰ δακρύων· ἐλεήμων γάρ ἐστι καὶ ἀψευδής, καὶ ποιήσει πάντως τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας. Αὐτὸς γάρ ἐστιν ὁ τῶν μετανοούντων Θεός· ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.