Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν ματαιότητα τοῦ βίου καὶ εἰς τὴν μετάνοιαν
Η ώρα του θανάτου και η αγωνία της ψυχής
Περιγραφή της φθοράς του σώματος, της εμφάνισης των αγγέλων και της ικεσίας της ψυχής όταν πλέον ο καιρός της μετάνοιας έχει παρέλθει.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η ώρα του θανάτου και η αγωνία της ψυχής
Περιγραφή της φθοράς του σώματος, της εμφάνισης των αγγέλων και της ικεσίας της ψυχής όταν πλέον ο καιρός της μετάνοιας έχει παρέλθει.
Λοιπὸν μὴ φεισώμεθα τῶν ἑαυτῶν σωμάτων, ἀλλ᾽ αὐτὰ κατατρίψωμεν, ἐπειδὴ μακάριοι οἱ πενθοῦντες, οἱ πεινῶντες καὶ διψῶντες· τὸ γὰρ σῶμα πηλός ἐστι καὶ ἐλεύσεται ὥρα καὶ ἡμέρα φοβερὰ καὶ πονηρὰ καὶ ἀπαρατήρητος· καὶ εἰς γῆν ἡ γῆ πορεύσεται, καὶ ἡ κόνις πάλιν κόνις γίνεται. Νήψωμεν, δυσωπῶ, ὁδοιπορήσωμεν, ἀνανήψωμεν· ἐλεύσεται γὰρ ὥρα, καὶ πάντως ἐλεύσεται. Μὴ ἑαυτοὺς ἀπατήσωμεν· εἶτα καὶ τρυφῶμεν· εἶτα καὶ πλουτῶμεν πεντήκοντα ἔτη ἢ καὶ ἑκατόν· καὶ μετὰ τοῦτο γῆρας· καὶ μετὰ τοῦτο τί; Ἀδυναμία. Καὶ μετὰ ταύτην ἡ φρικτὴ ἐκείνη ὥρα ἡ παρὰ πάντων προσδοκωμένη καὶ φριττομένη, καὶ ἀμελουμένη. Μέγα δέ ἐστιν ἰδεῖν ψυχὴν χωριζομένην ἐκ τοῦ σώματος. Μεγάλη ὥρα τῆς ἀνάγκης ἐκείνης· ὅταν ἡ φωνὴ κρατηθήσεται· ὅταν ἡ γλῶσσα τὸν λόγον εἰπεῖν καθαρὸν οὐ δύναται. Εἶτα στρέφομεν τοὺς ὀφθαλμοὺς ὧδε καὶ ὧδε συνεχῶς, καὶ τοὺς παρεστῶτας ἡμῖν φίλους ἢ ἀδελφοὺς οὐ γνωρίζομεν· εἰ τάχα καὶ γνωρίσωμεν, πρὸς αὐτοὺς φθέγξασθαι οὐ δυνάμεθα. Τὰ τέκνα ὀδυρόμενα καὶ δακρύοντα βλέπομεν, καὶ τὸν πόνον τοῦτον ἔχοντες πορευόμεθα.
Ἐν τῇ ὥρᾳ ἐκείνῃ οὐκ ἔστι μέριμνα πράξεων, οὐδὲ φίλων, οὐδὲ ἄλλη φροντὶς συνέχει ἡμᾶς, εἰ μὴ τῶν ἡμετέρων παραπτωμάτων, καὶ πῶς ἀπαντήσωμεν τῷ κριτῇ, καὶ ὁποίαν ἆρα ἀπολογίαν εἴπωμεν, καὶ ποίαν ἄφεσιν λάβωμεν, καὶ ποῖος ἆρα τόπος δέξηται ἡμᾶς. Εἶτα ὡς ταῦτα ἐνθυμούμεθα, ἐξαίφνης ἐφίστανται ἡμῖν Ἄγγελοι ἀπότομοι παρὰ Θεοῦ ἀπεσταλμένοι. Τότε ἡμεῖς τούτους θεωροῦντες, καὶ τὴν ἐπιδημίαν αὐτῶν φρίξαντες, ἐὰν ἆρα ἀνευτρέπιστοι εὑρεθῶμεν, πῶς μέλλομεν ταράσσεσθαι, καὶ τῆς κλίνης φεύγειν δοκιμάζοντες, μὴ δυνάμενοι δέ; Τότε προσέχομεν πρὸς αὐτοὺς ἐλεεινοῖς ὀφθαλμοῖς καὶ στυγνῷ προσώπῳ, παρακαλοῦντες, δυσωποῦντες, γονυπετοῦντες, ἱκετεύοντες, βοῶντες· ἐλεήσατε ἡμᾶς, φιλάνθρωποι ἅγιοι Ἄγγελοι, λέγοντες, ἐλεήσατε ἡμᾶς.
Μή με ἄκαρπον καὶ ἀκάθαρτον πρὸς τὸν Κτίστην ἀπενέγκατε. Μή με ἁμαρτωλὸν τοῦ σώματος χωρίσητε. Μή, δέομαι καὶ δυσωπῶ. Ἐάσατέ με ὀλίγον χρόνον μετανοῆσαι, στενάξαι, πενθῆσαι, ἐλεημοσύνας ποιῆσαι. Δυσωπῶ, δυσωπήθητε, ἐπειδὴ κακῶς τὸν ἐμαυτοῦ βίον ἐδαπάνησα καὶ ἀνήλωσα.
Ταῦτα παρ᾽ ἡμῶν ἀκούοντες οἱ Ἄγγελοι λέγουσι πρὸς ἡμᾶς· ὦ ψυχὴ ἐλεεινή, ὦ ψυχὴ ταπεινή, πάσας τὰς ἡμέρας σου ἐν ἀμελείᾳ ἔζησας, καὶ ἄρτι μετανοῆσαι θέλεις; Ὦ ψυχή, λοιπὸν ὁ ἥλιος ἔδυσε, λοιπὸν ὁ χρόνος σου τετέλεσται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.