Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν ματαιότητα τοῦ βίου καὶ εἰς τὴν μετάνοιαν

Ἐφραίμ ὁ Σύρος

Προτροπή σε εγρήγορση και έμπρακτη μετάνοια

Κάλεσμα για αποχή από την αμαρτία, πνευματικό αγώνα και εξομολόγηση πριν από την έλευση του θανάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 5

Ἵνα μὴ οὖν καὶ ἡμεῖς μετ᾽ ἐκείνων τῶν ἀφρόνων τὰ τοιαῦτα ῥήματα ἐν τῷ μέλλοντι αἰῶνι εἴπωμεν, δεῦτε προφθάσωμεν τὸ ἑαυτῶν τέλος· προλάβωμεν τὸν κλέπτην τῶν ψυχῶν ἡμῶν· δράμωμεν, ὡς καιρὸν ἔχομεν· στενάξωμεν, μετανοήσωμεν, ἐξυπνισθῶμεν, παρακαλῶ, ἐκ τοῦ ὕπνου τῆς ῥᾳθυμίας ἡμῶν, ἐκ τοῦ βάρους τῆς ἀμελείας· ὑψώσωμεν χεῖρας πρὸς τὸν δυνάμενον σῶσαι, καὶ εἴπωμεν· Ἰησοῦ Χριστέ, σῶσον, ἀπολλύμεθα. Σπεύσωμεν μόνον πρὶν ὁ ἥλιος δύσει, πρὶν ἡ θύρα ἀποκλεισθῇ. Ἐπὰν ἡ νὺξ καταλάβῃ, οὐδεὶς ἐργάζεται· ἐπὰν ἡ πανήγυρις τοῦ βίου λυθῇ, οὐδεὶς πραγματεύεται· ἐπὰν τὸ θέατρον λυθῇ, οὐδεὶς στεφανοῦται, οὐδεὶς ἀγωνίζεται, οὐδεὶς πυκτεύει. Διὸ παρακαλῶ, δράμωμεν· δρόμου γὰρ χρεία, ἀδελφοί, καὶ δρόμου σφοδροῦ, ἵνα φθάσωμεν, ἵνα μὴ καὶ ἡμεῖς κρούσαντες ἀκούσωμεν, οὐκ οἶδα ὑμᾶς. Ὀξυποδήσωμεν, αἰδεσθῶμεν!

Πόσα τὸν Δεσπότην ἀτιμάζομεν; Πόσα τὸν εὐεργέτην παροξύνομεν; Αὐτὸς εὐεργετεῖ, καὶ ἡμεῖς καθεκάστην ἀγνοοῦμεν· αὐτὸς οἰκτείρει, καὶ ἡμεῖς ἀθετοῦμεν· αὐτὸς τρέφει, σκέπει, προνοεῖται, καὶ ἡμεῖς καθ᾽ ἑκάστην ἡμέραν τὰς αὐτοῦ ἐντολὰς παραβαίνοντες οὐκ αἰσχυνόμεθα. Αἰσχυνθῶμεν λοιπόν· ὁ γὰρ καιρὸς ἤγγικε καὶ ἡ ἡμέρα ἔφθασε· καὶ δεῖ ἡμᾶς λόγον αὐτῷ δοῦναι δι᾽ ὅλου τοῦ βίου ἡμῶν.

Παυσώμεθα λοιπὸν τῆς ἀμέτρου τρυφῆς τοῦ αἰσχροῦ γέλωτος, ἵνα μὴ κλαύσωμεν πικρῶς. Παυσώμεθα λοιπὸν τοὺς ἀδελφοὺς λοιδοροῦντες, ἀδικοῦντες, μισοῦντες. Παυσώμεθα θησαυρίζοντες, σπαταλῶντες, πορνεύοντες.

Σχολάσωμεν ταῖς προσευχαῖς, ταῖς δεήσεσι, ταῖς νηστείαις, ταῖς μετανοίαις, καὶ ἐπιδειξώμεθα βίον νέον ἐνηλλαγμένον. Ἐξομολογησώμεθα, ἐπιστρέψωμεν, ἀδελφοί· ἐπιστροφῆς γὰρ καιρός. Μετανοήσωμεν· μετανοίας γὰρ ὁ καιρὸς καὶ δακρύων πολλῶν. Δείξωμεν Θεῷ μετάνοιαν ἐμμέριμνον, καὶ κρίσεως ἡμέραν μεμελετημένην, καὶ ἁμαρτίαν λοιπὸν παρ᾽ ἡμῶν μεμισημένην, γνώμην δὲ διορθουμένην.

Πονέσωμεν, παρακαλῶ, ὧδε μικρόν, ἵνα μὴ κολασθῶμεν ἐκεῖ πολύ. Ἀγωνισώμεθα προσκαίρως, ἵνα μὴ βασανισθῶμεν αἰωνίως. Ὁ χρόνος βραχύς, ἡ δὲ κρίσις μακρά. Καὶ τὸ τέλος ἐγγύς. Ὁ φόβος πολύς, καὶ ὁ λύων οὐδείς· ζητήσει γὰρ τὸν καιρὸν ἕκαστος, ὃν κακῶς ἐδαπάνησε, καὶ οὐχ εὑρήσει. Οὐαὶ τῷ ἀμελοῦντι, ὅτι ζητήσει σταγόνα ὕδατος φλεγόμενος, καὶ οὐχ εὑρήσει. Οὐαὶ τῷ ἀπιστοῦντι, ὅτι αἰωνίως κολάζεται. Οὐαὶ τῷ μὴ μετανοοῦντι, ὅτι πρὸς αὐστήριον κριτὴν ἀπέρχεται. Οὐαὶ τῷ μὴ τρέχοντι, ὅτι πρὸς ἀποτόμους ἀγγέλους παραδίδοται. Χρυσὸν ὁ ἀπόλλων εὑρίσκει ἄλλον· χρόνον ὁ ἀπόλλων, ἀδελφοί μου, οὐχ εὑρίσκει ἄλλον ἀντ᾽ αὐτοῦ.