Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν ματαιότητα τοῦ βίου καὶ εἰς τὴν μετάνοιαν

Ἐφραίμ ὁ Σύρος

Η ημέρα της Κρίσεως και ο θρήνος των καταδικασμένων

Περιγραφή του μελλοντικού δικαστηρίου, των εσχατολογικών γεγονότων, της κολάσεως και της όψιμης μεταμέλειας των αμαρτωλών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 5

Ὄντως μάτην ταράσσονται, μάτην θορυβοῦνται, μάτην χειμάζονται, ἐπισυνάγοντες καὶ θησαυρίζοντες τὰ μετ᾽ ὀλίγον ἀπολλύμενα, ἅπερ λαβεῖν μεθ᾽ ἑαυτῶν οὐ δύνανται· ἀλλὰ πάντα καταλιμπάνοντες, γυμνοὶ ὡς ἐγεννήθημεν πρὸς τὸν φοβερὸν κριτὴν πορευόμεθα· καὶ πάντας τοὺς θησαυρούς, οὓς συνήξαμεν, ἀπολείποντες, γυμνοί, ἐλεεινοί, σκυθρωποί, σκοτεινοί, συντετριμμένοι, τεταπεινωμένοι, τετραχηλισμένοι, ἔκφοβοι, ἔντρομοι, κατηφεῖς, ὀδυνηροί, εἰς γῆν τὸ πρόσωπον ἔχοντες, καὶ τοῦτο μετ᾽ αἰσχύνης καλύπτοντες, οὕτω πορευόμεθα, οὕτω παριστάμεθα, οὕτως ἀνιστάμεθα εἰς ἐκεῖνο τὸ μέγα, εἰς ἐκεῖνο τὸ φρικτόν, τὸ ἀπροσωπόληπτον, τὸ ἀδωροδόκητον, τὸ ἀκατάληπτον δικαστήριον.

Ὅπου οἱ Ἄγγελοι τρέμουσιν· ὅπου ὁ ποταμὸς τοῦ πυρὸς τοῦ ἀσβέστου· ὅπου ὁ ἀνήμερος σκώληξ· ὅπου τὸ ἀφώτιστον σκότος· ὅπου ὁ ἀθέρμαντος τάρταρος· ὅπου ὁ ἀσίγητος βρυγμὸς καὶ ὀδυρμὸς τῶν ὀδόντων· ὅπου τὸ ἀκατάπαυστον δάκρυον· ὅπου οἱ ἀσίγητοι στεναγμοί· ὅπου τὸ ἀπαράμυθον πένθος· ὅπου οὐκ ἔστι γέλως, ἀλλὰ θρῆνος· ὅπου οὐκ ἔστι φθόγγος, ἀλλὰ τρόμος· ὅπου οὐκ ἔστι χαρμονή, ἀλλὰ στεναγμός· ὅπου οὐκ ἔστι τρυφή, ἀλλὰ κρίσις. Φοβερὸν ὄντως τὸ ἀκοῦσαι, φοβερὸν καὶ τὸ ἰδέσθαι πᾶσαν τὴν κτίσιν ἐξαίφνης ἀνισταμένην καὶ συναγομένην καὶ κολαζομένην καὶ ἀπολογουμένην ὑπὲρ λόγων, ὑπὲρ ἔργων, ὑπὲρ ἐνθυμημάτων· ὑπὲρ τῶν ἐν νυκτί, ὑπὲρ τῶν ἐν ἡμέρᾳ, ὧν ἥμαρτε.

Μέγας φόβος τότε, ἀδελφοί· μέγας τρόμος, μεγάλη ἀνάγκη ἡ γενομένη τότε, οἷα οὐδέποτε ἐγένετο, οὐδὲ γένηται ἕως τῆς ἡμέρας ἐκείνης· ὅτε οἱ Ἄγγελοι προτρέχουσιν· αἱ σάλπιγγες βοῶσι· τὰ ἄστρα πίπτουσιν· ὁ ἥλιος σκοτίζεται· οἱ οὐρανοὶ εἱλίσσονται· ἡ γῆ πᾶσα σαλεύεται· αἱ δυνάμεις προτρέχουσι· τὰ Σεραφεὶμ βοῶσι· τὰ Χερουβεὶμ σείονται· τὰ ἄνω, τὰ κάτω, τὰ ἐπίγεια, τὰ καταχθόνια ταράσσονται καὶ σαλεύονται· τὰ μνημεῖα ἀνοίγονται· τὰ σώματα συνάγονται· τὰ κριτήρια εὐτρεπίζονται. Πολὺς ὁ φόβος· ἀδιήγητος ὁ τρόμος· ἀνερμήνευτος ἡ ἀνάγκη, ἡ τότε γινομένη· μέγας ὁ χειμὼν ἐκεῖνος, μέγας ὁ κλύδων· χαλεπὴ ἡ περίστασις· ἀκατάληπτος ὁ θόρυβος· μέγας ὁ ὀλολυγμός.

Ἀκούσωμεν τοῦ Δανιὴλ λέγοντος· ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθισεν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός· οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγων· ποταμὸς πυρὸς ἕστηκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες παρεστήκεσαν αὐτῷ· καὶ μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ· κριτήριον ἐκάθισεν, καὶ βίβλοι ἠνεῴχθησαν. Ἔφριξε τὸ πνεῦμά μου, ἐγὼ Δανιὴλ ἰδών, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάρασσόν με.

Βαβαί· ὁ προφήτης τὸ ὅραμα τῆς μελλούσης κρίσεως ἰδὼν ἐφοβήθη, καὶ ἔφριξε. Καὶ τί ἆρα ἡμεῖς μέλλωμεν ὑπομένειν, ὅταν εἰς αὐτὰ τὰ πράγματα εἰσέλθωμεν; Ὅταν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν παριστάμεθα γυμνοί, καὶ τὸ φορτίον τῶν ἁμαρτιῶν ἐπὶ τοῦ τραχήλου πᾶσι δεικνύοντες; Τότε τῶν βλασφήμων αἱ γλῶσσαι φλογίζονται διηνεκῶς, καὶ οὐκ ἔστιν ὁ δροσίζων. Τότε τῶν καταλαλούντων οἱ ὀδόντες ὑπὸ τῶν ἀποτόμων ἀγγέλων συντρίβονται. Τότε τῶν φλυάρων τὰ στόματα ἐκφράσσονται ὑπὸ πυρός. Τότε τῶν φιλαργύρων αἱ χεῖρες κρεμώμεναι τρέμουσι καὶ ξεόμεναι ὀδυνῶνται. Τότε οἱ ὀφθαλμοὶ τῶν διανευόντων ἐξορύσσονται ἀνελεημόνως.

Ποῦ τότε γονεῖς, ποῦ ἀδελφοί, ποῦ πατήρ, ποῦ μήτηρ, ποῦ φίλος, ποῦ γείτων, ποῦ ἡ τῶν βασιλέων φαντασία, ποῦ ἡ τῶν ἀρχόντων ἐξουσία, ποῦ ἡ τυραννίς, ποῦ ἡ τῶν δικαστῶν ὑπερηφανία; Ποῦ τότε οἱ δοῦλοι, ποῦ αἱ δουλίδες, ποῦ ὁ καλλωπισμὸς τῶν ἱματίων, ποῦ τὰ λαμπρὰ ὑποδήματα, ποῦ αἱ κοσμήσεις τῶν δακτύλων, ποῦ τὰ σηρικά, ποῦ τὰ βύσσινα, ποῦ τὰ κλέη, ποῦ ἡ φαντασία τοῦ χρυσοῦ, ποῦ ὁ κτύπος τοῦ ἀργύρου, ποῦ ἡ τρυφή, ποῦ ὁ οἶνος ὁ πολύς, ποῦ οἱ ἵπποι, ποῦ οἱ παράδεισοι, ποῦ αἱ οἰκίαι αἱ κεκοσμημέναι καὶ κεκονιαμέναι, ποῦ τὰ μάταια καπνίσματα, ποῦ οἱ φυλαττόμενοι θησαυροί, ποῦ αἱ κεκοσμημέναι κλῖναι; Ποῦ οἱ παρορῶντες τοὺς πένητας καὶ ὡς ἀθάνατοι διακείμενοι· ποῦ οἱ ὀνειδίζοντες τοὺς πτωχούς· ποῦ οἱ παραβλέποντες τοὺς ἐν ἀνάγκαις· ποῦ οἱ νομίζοντες σοφοὶ εἶναι· ποῦ οἱ μετὰ τυμπάνων καὶ χορῶν τὸν οἶνον πίνοντες, καὶ σπαταλῶντες· ποῦ οἱ διαπαντὸς γελῶντες καὶ τοὺς εὐλαβεῖς ἐκμυκτηρίζοντες· ποῦ οἱ τοὺς δούλους καταπονοῦντες καὶ τὸν φόβον Κυρίου καταφρονοῦντες· ποῦ οἱ βδελυσσόμενοι τὴν θεοσέβειαν; Ποῦ εἰσὶν ἐν τῇ ὥρᾳ ἐκείνῃ οἱ ἀπιστοῦντες τῇ κολάσει, καὶ ὡς ἀθάνατοι διακείμενοι; Ποῦ εἰσὶν οἱ λέγοντες, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν; Ποῦ εἰσὶν οἱ λέγοντες, δός μοι τὴν σήμερον, καὶ λάβε τὴν αὔριον; Ποῦ εἰσὶν οἱ λέγοντες, ἀπολαύσωμεν τῶν ὧδε, καὶ περὶ τῶν ἐκεῖ πάλιν βλέπωμεν;

Ποῦ εἰσὶν οἱ λέγοντες, φιλάνθρωπός ἐστιν ὁ Θεός, καὶ οὐ κολάζει τοὺς ἁμαρτάνοντας;

Ὤ, πόσα μετανοήσουσιν οἱ ταῦτα λέγοντες! Πόσα κόψονται, καὶ οὐκ ἔστιν ὁ ἐλεῶν αὐτούς! Πόσα στενάζουσι, καὶ οὐδεὶς ὁ λυτρούμενος! Πόσα ἑαυτοὺς κατακόπτοντες εἴπωσιν· οὐαὶ ἡμῖν, ἑαυτοὺς ἐχλευάσαμεν! Ἐδιδασκόμεθα, καὶ οὐ προσείχομεν· ἐνουθετούμεθα, καὶ κατεφρονοῦμεν· διεμαρτύροντο ἡμῖν, καὶ οὐκ ἐπιστεύομεν· τῶν Γραφῶν ἀκούοντες ἑαυτοὺς ἐπλανῶμεν. Δικαία ἡ κρίσις τοῦ Θεοῦ. Ὄντως ἀξίως καὶ δικαίως κολαζόμεθα. Ὄντως ὧν ἐπράξαμεν, ἀπολαμβάνομεν. Οὐαὶ ἡμῖν, ὅτι διὰ πρόσκαιρον ἡδονὴν καὶ ἀκάθαρτον βασανιζόμεθα. Διὰ μικρὸν χρόνον ἀμελήσαντες τῷ αἰωνίῳ πυρὶ καταδικαζόμεθα· διὰ δόξαν μικρὰν καὶ ἀπάνθρωπον, τῆς ἀληθοῦς δόξης ἐξεπέσαμεν· διὰ μικρὰν τρυφὴν τῆς τοῦ παραδείσου τρυφῆς ἐστερήθημεν· διὰ πλοῦτον ἀπολλύμενον τοῦ πλούτου τῆς βασιλείας ἐξεπέσαμεν. Ἐν τῷ ματαίῳ αἰῶνι ἡμεῖς ἀπηλαύσαμεν, ἀλλ᾽ ἐν αὐτῷ οἱ μὴ ἀπολαύσαντες εὐφραίνονται νῦν· οἱ νηστεύσαντες τρυφῶσιν· οἱ ἁγνίσαντες ἑαυτοὺς εἰς τὸν οὐράνιον νυμφῶνα χορεύουσιν· οἱ κλαύσαντες μικρόν, αἰωνίως ἀγάλλονται· οἱ καταφρονήσαντες τῶν ἐπιγείων, ἀπέλαβον τὰ οὐράνια. Μόνοι δὲ ἡμεῖς οἱ ἄθλιοι τῇ κολάσει ἀξίως παρεδόθημεν. Καὶ νῦν κράζομεν, καὶ οὐκ ἔστιν ὁ σῴζων.