Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν μεταμόρφωσιν τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ

Ἐφραίμ ὁ Σύρος

Η φωτεινή νεφέλη και η δογματική σημασία της μαρτυρίας του Θεού Πατρός

Η επισκίαση από τη νεφέλη και η φωνή του Πατέρα, η οποία επιβεβαιώνει την κυριότητα του Υιού και αποκαλύπτει το μυστήριο της θεανθρώπινης υποστάσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 5

Βλέπεις, Σίμων, σκηνὴν ἄνευ κόπου; Σκηνὴν κωλύουσαν καῦμα καὶ μὴ ἔχουσαν σκότος; Σκηνὴν ἀπαστράπτουσαν καὶ φαίνουσαν; Καὶ τῶν μαθητῶν θαυμαζόντων, ἰδού, φωνὴ ἠκούσθη ἐκ τῆς νεφέλης παρὰ Πατρός, λέγουσα· οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε.

Μετὰ τῆς φωνῆς τοῦ Πατρός, Μωσῆς ὑπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ καὶ Ἠλίας ὑπέστρεψεν εἰς τὴν χώραν αὐτοῦ, καὶ οἱ Ἀπόστολοι ἐπὶ πρόσωπον ἔπεσον ἐπὶ τὴν γῆν, καὶ ὁ Ἰησοῦς εἱστήκει μόνος, ὅτι ἡ φωνὴ ἐκείνη ἐπ᾽ αὐτῷ μόνῳ ἐπληροῦτο.

Ἔφυγον οἱ Προφῆται, καὶ οἱ Ἀπόστολοι ἐπὶ τὴν γῆν ἔπεσον, ὅτι ἐπ᾽ αὐτοὺς οὐκ ἐπληροῦτο ἡ φωνὴ τοῦ Πατρὸς μαρτυροῦσα· οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε. Ἐδίδαξεν αὐτοὺς ὁ Πατήρ, ὅτι ἐπληρώθη ἡ οἰκονομία τοῦ Μωσέως, καὶ ἵνα τοῦ Υἱοῦ ἀκούσωσιν. Ἐκεῖνος γάρ, ὡς δοῦλος, ἃ ἐκελεύθη ἐλάλησε, καὶ ἃ ἐρρέθη αὐτῷ ἐκήρυξε, καὶ πάντες οἱ Προφῆται, ἕως οὗ ἦλθεν ᾧ ἀπόκειται, τουτέστιν Ἰησοῦς, ὅς ἐστιν Υἱὸς 〈καὶ〉 οὐκ οἰκογενής, Κύριος καὶ οὐ δοῦλος, δεσπόζων καὶ οὐ δεσποζόμενος, νομοθέτης καὶ οὐ νομοθετούμενος· τῇ φύσει τῇ θεϊκῇ, οὗτος ὁ Υἱός μου ὁ ἀγαπητός. Τοῖς δὲ Ἀποστόλοις, ὃ ἧν παρ᾽ αὐτοῖς ἄδηλον, ὁ Πατὴρ ἐφανέρωσεν ἐν τῷ ὄρει. Ὁ ὢν μηνύει τὸν ὄντα· ὁ Πατὴρ φανεροῖ τὸν Υἱόν.

Ἐν αὐτῇ τῇ φωνῇ οἱ Ἀπόστολοι ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν· βροντὴ γὰρ ἧν φοβερά, ὥστε ἐκ τῆς φωνῆς αὐτοῦ ἡ γῆ ἐτρόμασε, καὶ οὗτοι ἔπεσον ἐπὶ τὴν γῆν. Ἔδειξεν αὐτοῖς ὅτι ὁ Πατὴρ ἤγγισε· καὶ ἐκάλεσεν αὐτοὺς ὁ Υἱὸς ἐν αὐτῇ φωνῇ αὐτοῦ καὶ ἤγειρεν αὐτούς. Ὥσπερ γὰρ ἡ φωνὴ τοῦ Πατρὸς ἔρριψεν αὐτούς, οὕτω καὶ ἡ φωνὴ τοῦ Υἱοῦ ἐν τῇ ἰσχύϊ τῆς θεότητος αὐτοῦ ἤγειρεν αὐτούς, ἥτις ἐνοικήσασα ἐν τῇ σαρκὶ αὐτοῦ καὶ ἑνωθεῖσα ἐν αὐτῇ ἀτρέπτως, ἀμφότεραι ἐν μιᾷ ὑποστάσει καὶ ἑνὶ προσώπῳ ἀδιαιρέτως διαμένουσιν ἀσυγχύτως. Οὐχ, ὡς Μωσῆς, ἔξωθεν εὐπρεπὴς ἐγένετο, ἀλλ᾽ ὡς Θεὸς ἐν δόξῃ ἤστραπτε. Μωσῆς γὰρ τῇ ἐπιφανείᾳ τοῦ προσώπου αὐτοῦ ἐχρίσθη ἐν εὐπρεπείᾳ· Ἰησοῦς δὲ ὅλῳ τῷ σώματι αὐτοῦ, ὡς ὁ ἥλιος ἐν ταῖς ἀκτῖσιν αὐτοῦ, ἤστραπτε τῇ δόξῃ τῆς θεότητος αὐτοῦ.

Καὶ ὁ Πατὴρ ἔκραξεν· οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε. Οὐ κεχωρισμένου τῆς δόξης τοῦ Υἱοῦ τῆς θεότητος· μία γὰρ φύσις ὁ Πατὴρ καὶ ὁ Υἱὸς σὺν τῷ Ἁγίῳ Πνεύματι· μία δύναμις καὶ μία οὐσία καὶ μία βασιλεία.

Καὶ εἰς ἕνα ἔκραξε τὴν φωνὴν ἐν ὀνόματι εὐτελεῖ καὶ ἐν δόξῃ φοβερᾷ. Καὶ ἡ Μαρία υἱὸν αὐτὸν ἐκάλει, οὐ κεχωρισμένον τῷ σώματι τῷ ἀνθρωπίνῳ ἐκ τῆς δόξης αὐτοῦ τῆς θεότητος· εἷς γάρ ἐστι, Θεὸς ἐν σώματι φανεὶς εἰς τὸν κόσμον. Ἡ δόξα αὐτοῦ ἐμήνυσε τὴν φύσιν τὴν θεϊκὴν τὴν ἐκ τοῦ Πατρός, καὶ τὸ σῶμα αὐτοῦ ἐμήνυσε τὴν ἀνθρωπίνην τὴν ἐκ τῆς Μαρίας· ἀμφοτέρας τὰς φύσεις συνελθούσας καὶ ἑνωθείσας ἐν μιᾷ ὑποστάσει. Μονογενὴς ἐκ Πατρός, καὶ ἐκ Μαρίας μονογενής. Καὶ ὁ μερίζων, μερισθήσεται ἐκ τῆς βασιλείας αὐτοῦ, καὶ ὁ συγχέων αὐτοῦ τὰς φύσεις ἀπολεῖται ἐκ ζωῆς αὐτοῦ. Ὁ ἀρνούμενος ὅτι οὐκ ἐγέννησε Θεὸν ἡ Μαρία, μὴ ἴδοι τὴν δόξαν τῆς θεότητος αὐτοῦ· καὶ ὁ ἀρνούμενος ὅτι οὐκ ἐφόρησε σάρκα ἀναμάρτητον, ἔσται ἐρριμμένος ἐκ τῆς σωτηρίας καὶ ἐκ τῆς ζωῆς τῆς διὰ τοῦ σώματος αὐτοῦ διδομένης.