Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν παρουσίαν τοῦ κυρίου καὶ εἰς τὴν συντέλειαν τοῦ αἰῶνος καὶ εἰς τὴν παρουσίαν τοῦ ἀντιχρίστου

Ἐφραίμ ὁ Σύρος

Προοίμιο και τα προειδοποιητικά σημεία της θλίψης

Το προοίμιο του έργου, η αναφορά στα ψευδή σημεία του Αντιχρίστου, η περιγραφή της επερχόμενης παγκόσμιας ταραχής και η προτροπή προς τους πιστούς για εγρήγορση και προσευχή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 5

Λόγος εἰς τὴν παρουσίαν τοῦ Κυρίου, καὶ περὶ συντελείας τοῦ κόσμου, καὶ εἰς τὴν παρουσίαν τοῦ Ἀντιχρίστου Πῶς ἐγὼ ὁ ἐλάχιστος καὶ ἁμαρτωλὸς Ἐφραΐμ, καὶ μεστὸς πλημμελημάτων, δυνήσομαι ἐξειπεῖν τὰ ὑπὲρ τὴν ἐμὴν δύναμιν; Ἀλλ᾽ ἐπειδὴ ὁ Σωτὴρ ἰδίᾳ εὐσπλαγχνίᾳ τοὺς ἀγραμμάτους σοφίαν ἐδίδαξε καὶ δι᾽ αὐτῶν τοὺς πανταχῆ πιστοὺς κατεφώτισε, καὶ ἡμῶν ἀφθόνως τὴν γλῶτταν τρανώσει πρὸς ὠφέλειαν καὶ οἰκοδομὴν καὶ ἐμοὶ τῷ λέγοντι καὶ πᾶσιν ἀκροαταῖς. Λαλήσω δὲ ἐν ὀδύναις καὶ εἴπω ἐν στεναγμοῖς περὶ τοῦ ἐνεστῶτος κόσμου τῆς συντελείας καὶ περὶ τοῦ ἀναιδεστάτου καὶ δεινοῦ Δράκοντος, τοῦ μέλλοντος ταράσσειν πᾶσαν τὴν ὑπ᾽ οὐρανὸν καὶ ἐμβαλεῖν δειλίαν καὶ ὀλιγωρίαν καὶ δεινὴν ἀπιστίαν ἐν καρδίαις ἀνθρώπων, καὶ ποιεῖν τέρατα καὶ σημεῖα καὶ φόβητρα, ὥστε, εἰ δυνηθῇ, πλανῆσαι καὶ τοὺς ἐκλεκτούς, καὶ πάντας ἀπατῆσαι ἐν ψευδέσι σημείοις καὶ τεράτων φαντασμοῖς ὑπ᾽ αὐτοῦ γινομένοις. Κατὰ συγχώρησιν γὰρ Θεοῦ τοῦ ἁγίου, λαμβάνει ἐξουσίαν τοῦ ἀπατῆσαι τὸν κόσμον, διότι ἐπληθύνθη ἡ ἀσέβεια τοῦ κόσμου καὶ πανταχοῦ παντοῖα δεινὰ κατεργάζεται. Καὶ διὰ τοῦτο ὁ ἄχραντος Δεσπότης πνεύματι πλανήσεως πειρασθῆναι τὸν κόσμον διὰ τὴν ἀσέβειαν αὐτῶν συνεχώρησεν, ἐπειδὴ οὕτως ἤθελον οἱ ἄνθρωποι τοῦ ἀποστῆναι Θεοῦ καὶ φιλεῖν τὸν Πονηρόν.

Μέγας ἀγών, ἀδελφοί, ἐν τοῖς καιροῖς ἐκείνοις, μάλιστα τοῖς πιστοῖς· ὅταν ἐπιτελῶνται σημεῖα καὶ τέρατα ὑπ᾽ αὐτοῦ τοῦ Δράκοντος ἐν πολλῇ ἐξουσίᾳ· ὅταν πάλιν δεικνύῃ ἑαυτόν, ὥσπερ θεόν, ἐν φαντάσμασι φοβεροῖς ἐν τῷ ἀέρι ἱπτάμενον καὶ πάντας τοὺς δαίμονας ἐν τῷ ἀέρι ἐπηρμένους, ὥσπερ ἀγγέλους, ἔμπροσθεν τοῦ τυράννου· βοᾷ γὰρ ἐν ἰσχύϊ, ἀλλάσσων τὰς μορφάς, ἐκφοβῶν ἀμέτρως ἅπαντας τοὺς ἀνθρώπους.

Τότε, ἀδελφοί, τίς ἆρα εὑρεθῇ τετειχισμένος καὶ μένων ἀσάλευτος, ἔχων τὸ τεκμήριον ἐν τῇ ψυχῇ, τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ ἡμῶν τὴν ἁγίαν παρουσίαν, ὅταν ἴδῃ ἐκείνην τὴν θλῖψιν τὴν ἀμύθητον γινομένην πανταχοῦ ἐπὶ πᾶσαν ψυχὴν μὴ ἔχουσαν τελείως ποθὲν παραμυθίαν, οὔτε πάλιν ἄνεσιν, ἐν γῇ καὶ θαλάσσῃ; Ὅταν ἴδῃ τὸν σύμπαντα κόσμον ταρασσόμενον, καὶ φεύγῃ ἕκαστος ἐν ὄρεσι κρυβῆναι, τοὺς μὲν λιμῷ θνῄσκοντας, τοὺς δὲ ἐν δίψῃ δεινῇ τηκομένους, ὡσεὶ κηρόν, καὶ οὐκ ἔστιν ὁ ἐλεῶν; Ὅταν ἴδῃ ἅπαντα τὰ πρόσωπα δακρύοντα καὶ πόθῳ ἐρωτῶντας, μήποτε ῥῆμα Θεοῦ ἐπὶ τῆς γῆς; Καὶ ἀκούῃ, οὐδαμοῦ. Τίς ἄρα βαστάσει τὰς ἡμέρας ἐκείνας; Τίς δὲ ὑπομείνῃ τὴν θλῖψιν τὴν ἀφόρητον, ὅταν ἴδῃ σύγχυσιν τῶν λαῶν ἐρχομένων ἀπὸ περάτων τῆς γῆς εἰς θέαν τοῦ τυράννου, καὶ πολλοὺς προσκυνοῦντας ἔμπροσθεν τοῦ τυράννου, κράζοντας μετὰ τρόμου ὅτι σὺ εἶ ὁ σωτὴρ ἡμῶν; Θάλασσα ταράσσεται καὶ ἡ γῆ ξηραίνεται, οὐρανοὶ οὐ βρέχουσι, τὰ φυτὰ μαραίνονται, ἅπαντες δὲ οἱ ὄντες ἐπὶ γῆς ἀνατολῶν ἐπὶ δυσμὰς φεύγουσιν ἐκ τῆς πολλῆς δειλίας· καὶ πάλιν δὲ οἱ ὄντες ἐπὶ δυσμῶν ἡλίου ἐπὶ τὴν ἀνατολὴν φεύγουσι μετὰ τρόμου. Λαβὼν δὲ ὁ ἀναιδὴς τότε τὴν ἐξουσίαν, δαίμονας ἀποστελεῖ εἰς πάντα τὰ πέρατα, ὥστε κηρύξαι παρρησίᾳ ὅτι βασιλεὺς μέγας ἐφάνη μετὰ δόξης· δεῦτε καὶ θεάσασθε αὐτόν.

Τίς ἄρα ἔχων οὕτως ψυχὴν ἀδαμαντίνην, ὥστε φέρειν γενναίως ἅπαντα τὰ σκάνδαλα; Τίς ἄρα ἐστὶν οὕτως, ὡς προεῖπον, ἄνθρωπος, ἵνα πάντες Ἄγγελοι μακαρίσωσιν αὐτόν; Ἐγὼ γάρ, ἀδελφοὶ φιλόχριστοι καὶ τέλειοι, ἐπτοήθην ἐξ αὐτῆς τῆς μνήμης τοῦ Δράκοντος, μελετῶν εἰς ἑαυτὸν τὴν θλῖψιν τὴν μέλλουσαν ἔσεσθαι τοῖς ἀνθρώποις ἐν τοῖς καιροῖς ἐκείνοις, καὶ ποταπὸς δὲ οὗτος ὁ Δράκων εὑρίσκεται μιαρός, ἀπότομος τῷ γένει τῶν ἀνθρώπων, πλεῖον δὲ ἁγίοις πικρότερος γίνεται, τοῖς δυναμένοις νικᾶν τὰ αὑτοῦ φαντάσματα. Εἰσὶ γὰρ πολλοὶ εὑρισκόμενοι τότε εὐάρεστοι τῷ Θεῷ, δυνάμενοι σωθῆναι ἐν ὄρεσι καὶ ἐν ἐρήμοις τόποις, ἐν πολλαῖς δεήσεσι καὶ κλαυθμοῖς ἀφορήτοις. Ὁ γὰρ ἅγιος Θεὸς θεωρῶν αὐτοὺς οὕτως ἐν κλαυθμῷ ἀμυθήτῳ καὶ πίστει εἰλικρινεῖ, σπλαγχνίζεται ἐπ᾽ αὐτούς, ὡς πατὴρ φιλόστοργος, καὶ διατηρεῖ αὐτούς, ἔνθα ἀπεκρύβησαν.

Καὶ γὰρ ὁ παμμίαρος οὐ παύεται ἐκζητῶν τοὺς ἁγίους ἔν τε γῇ καὶ θαλάσσῃ, λογιζόμενος ὅτι ἐβασίλευσε τὸ λοιπὸν ἐπὶ τῆς γῆς καὶ πάντας ὑποτάσσει. Καὶ νομίζει ὁ ἄθλιος ἀντιστῆναι τῇ ὥρᾳ ἐκείνῃ τῇ φοβερᾷ, ὅταν ἔλθῃ ὁ Κύριος ἐκ τῶν οὐρανῶν, μὴ εἰδὼς ὁ ἄθλιος τὴν ἑαυτοῦ ἀσθένειαν καὶ ὑπερηφανίαν, δι᾽ ἣν καὶ ἐξέπεσεν. Ὅμως ταράσσει τὴν γῆν, ἐκφοβεῖ τὰ σύμπαντα ἐν ψευδέσι σημείοις μαγικοῖς.

Οὐκ ἔστιν ἐν τῷ καιρῷ ἐκείνῳ, ὅταν ἔλθῃ ὁ Δράκων, ἄνεσις ἐπὶ τῆς γῆς, ἀλλὰ θλῖψις μεγάλη, ταραχὴ καὶ σύγχυσις, θάνατοι καὶ λιμοὶ εἰς πάντα τὰ πέρατα· αὐτὸς γὰρ ὁ Κύριος ἡμῶν θείῳ στόματι ἔφη, ὅτι τοιαῦτα οὐ γέγονεν ἀπ᾽ ἀρχῆς κτίσεως. Ἡμεῖς δὲ οἱ ἁμαρτωλοὶ πῶς εἰκάσομεν αὐτῆς τὸ ὑπέρμετρον, ἀλλὰ καὶ ἀνέκφραστον, οὕτως τοῦ Θεοῦ αὐτὴν ὀνομάσαντος; Στησάτω δὲ ἕκαστος τὸν νοῦν αὐτοῦ ἀκριβῶς ἐν λέξεσιν ἁγίαις τοῦ Κυρίου καὶ Σωτῆρος· πῶς διὰ τὴν ἀνάγκην καὶ θλῖψιν τὴν ὑπέρογκον κολοβοῖ τὰς ἡμέρας τῆς θλίψεως, τῇ αὑτοῦ εὐσπλαγχνίᾳ, παραινῶν ἡμῖν καὶ λέγων· προσεύχεσθε, ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος, μηδὲ σαββάτῳ. Καὶ πάλιν· ἀγρυπνεῖτε πάντοτε, δεόμενοι συνεχῶς, ἵνα γένησθε ἄξιοι ἐκφυγεῖν τῆς θλίψεως καὶ σταθῆναι ἔμπροσθεν τοῦ Θεοῦ· ὁ γὰρ καιρὸς ἐγγύς. Καὶ ἐν ταύτῃ τῇ κακίᾳ στήκομεν πάντες, καὶ οὐ πιστεύομεν. Δεηθῶμεν συνεχῶς ἐν δάκρυσι καὶ προσευχαῖς, νυκτὸς καὶ ἡμέρας προσπίπτοντες τῷ Θεῷ, ἵνα σωθῶμεν οἱ ἁμαρτωλοί.

Εἴ τις ἔχει δάκρυα καὶ κατάνυξιν, δεηθήτω τοῦ Κυρίου, ἵνα ῥυσθῶμεν ἐκ θλίψεως τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς γῆς· ἵνα μήτε ἴδῃ παντελῶς μήτε αὐτὸ τὸ θηρίον, μηδὲ πάλιν ἀκούσῃ τὰ φόβητρα αὐτοῦ. Ἔσται γὰρ κατὰ τόπους λιμοί, σεισμοὶ καὶ θάνατοι διάφοροι ἐπὶ τῆς γῆς. Γενναίας ἔσται ψυχῆς, δυναμένης συγκρατῆσαι τὴν ἑαυτοῦ ζωὴν ἀναμέσον τῶν σκανδάλων. Ἐὰν γὰρ μικρὸν ὀλιγωρῶν εὑρεθῇ ἄνθρωπος, εὐχερῶς πολιορκεῖται καὶ γίνεται αἰχμάλωτος ἐν σημείοις τοῦ Δράκοντος, καὶ πονηροῦ καὶ δολίου. Καὶ ἀσύγγνωστος ὁ τοιοῦτος εὑρίσκεται ἐν τῇ κρίσει· αὐτοψεὶ γὰρ εὑρίσκεται, ὅτι ἐπίστευσε τῷ τυράννῳ ἑκουσίως.