Διδαχθῶμεν, ὦ φίλοι, ὁποίῳ σχήματι ἔρχεται ἐπὶ τῆς γῆς ὁ ἀναίσχυντος Ὄφις. Ἐπειδὴ ὁ Σωτὴρ σῶσαι βουλόμενος τὸ γένος τῶν ἀνθρώπων ἐκ Παρθένου ἐτέχθη καὶ σχήματι ἀνθρώπου ἐπάτησε τὸν Ἐχθρόν, ἐν ἁγίᾳ δυνάμει τῆς αὑτοῦ θεότητος, ἐλογίσατο οὗτος ἀναλαβεῖν τὸ σχῆμα τῆς αὐτοῦ παρουσίας καὶ ἀπατῆσαι ἡμᾶς. Ὁ δὲ Κύριος ἡμῶν ἐν νεφέλαις φωτειναῖς, ὡς ἀστραπὴ φοβερά, ἐλεύσεται ἐπὶ τῆς γῆς. Οὐχ οὕτως δὲ ὁ Ἐχθρὸς ἐλεύσεται· ἀποστάτης γάρ ἐστι. Τίκτεται δὲ ἀκριβῶς ἐκ κόρης μιαρᾶς τὸ ἐκείνου ὄργανον, οὐχ οὗτος δὲ σαρκοῦται. Ἐν σχήματι δὲ τοιούτῳ ἥξει ὁ παμμίαρος, ὡς κλέπτης, ἀπατῆσαι τὰ σύμπαντα· ταπεινός, ἥσυχος, μισῶν, φησίν, ἄδικα, ἀποστρεφόμενος εἴδωλα, προτιμώμενος εὐσέβειαν, ἀγαθός, φιλόπτωχος, εὐειδὴς ὑπερβολῇ, εὐκατάστατος, ἱλαρὸς πρὸς πάντας, τιμῶν μεθ᾽ ὑπερβολῆς τὸ γένος τῶν Ἰουδαίων· αὐτοὶ γὰρ προσδοκῶσι τὴν ἐκείνου ἔλευσιν. Μεταξὺ δὲ πάντων τούτων σημεῖα ἐπιτελεῖ, τέρατα καὶ φόβητρα, ἐν πολλῇ ἐξουσίᾳ. Ἀρέσαι δὲ πᾶσι τεχνάζεται δολίως, ὅπως ἀγαπηθῇ ἐν τάχει ὑπὸ πολλῶν. Δῶρα δὲ οὐ λήψεται, μετ᾽ ὀργῆς οὐ λαλήσει, κατηφὴς οὐ δείκνυται, σχήματι δὲ εὐταξίας ἐξαπατᾷ τὸν κόσμον, ἕως ἂν βασιλεύσῃ.