Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν παρουσίαν τοῦ κυρίου καὶ εἰς τὴν συντέλειαν τοῦ αἰῶνος καὶ εἰς τὴν παρουσίαν τοῦ ἀντιχρίστου

Ἐφραίμ ὁ Σύρος

Η οδύνη της ανθρωπότητας και η απόγνωση των πλανηθέντων

Η αδιάλειπτη αγωνία των ανθρώπων, η απαξίωση του πλούτου μπροστά στον γενικό όλεθρο και η τελική απελπισία όσων ακολούθησαν τον πλάνο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 5

Πρωῒ πάντες ἐροῦσι μετ᾽ ὀδύνης καὶ στεναγμῶν· πότε ἑσπέρα γίνεται, ἵνα ἀνέσεως τύχωμεν; Καταλαβούσης δὲ πάλιν τῆς ἑσπέρας, ἐν δάκρυσι πικροτάτοις συλλαλοῦσιν εἰς ἑαυτούς· πότε ἄρα διαφαύσει, ἵνα τὴν ἐπικειμένην θλῖψιν ἐκφύγωμεν;

Καὶ οὐκ ἔστι ποῦ φυγεῖν ἢ κρυβῆναι· τετάρακται γὰρ τὰ σύμπαντα, ἡ θάλασσα καὶ ἡ ξηρά. Διὰ τοῦτο ἔφη ἡμῖν ὁ Κύριος· γρηγορεῖτε, δεόμενοι ἀδιαλείπτως ἐκφυγεῖν ἐκ θλίψεως. Δυσωδία ἐν θαλάσσῃ, δυσωδία ἐπὶ τῆς γῆς, λιμοί, σεισμοί. Ἐν θαλάσσῃ σύγχυσις, ἐπὶ τῆς γῆς σύγχυσις· ἐν θαλάσσῃ φόβητρα, φόβητρα ἐπὶ τῆς γῆς.

Χρυσὸς πολὺς καὶ ἄργυρος καὶ σηρικὰ ἱμάτια οὐδὲν ὠφελήσει τινὰ ἐν τῇ θλίψει ἐκείνῃ, ἀλλὰ πάντες οἱ ἄνθρωποι τοὺς νεκροὺς μακαρίζουσι τοὺς ταφέντας πρὸ τοῦ ἐλθεῖν τὴν θλῖψιν τὴν μεγάλην ἐπὶ τῆς γῆς. Ῥίπτεται γὰρ καὶ ὁ χρυσὸς καὶ ὁ ἄργυρος ἐν πλατείαις, καὶ οὐκ ἔστιν ὁ ἁπτόμενος, ἐπεὶ πάντα ἐβδέλυκται· ἀλλὰ πάντες τοῦ ἐκφυγεῖν καὶ κρυβῆναι σπουδάζουσι, καὶ οὐδαμοῦ αὐτοῖς ἔστι κρυβῆναι ἐκ θλίψεως. Ἀλλ᾽ ἔτι μετὰ τοῦ λιμοῦ καὶ τῆς θλίψεως καὶ τοῦ φόβου θηρία καὶ ἑρπετὰ σαρκοφάγα εὑρίσκονται δάκνοντα. Ἔσωθεν φόβος καὶ ἔξωθεν τρόμος, καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ. Ἐν πλατείαις θνησιμαῖα. Ἐν πλατείαις δυσωδία, ἐν οἰκίαις δυσωδία. Ἐν πλατείαις πεῖνα καὶ δίψα, ἐν οἰκίαις πεῖνα καὶ δίψα. Ἐν πλατείαις φωνὴ κλαυθμοῦ, ἐν οἰκίαις φωνὴ κλαυθμοῦ. Ἐν πλατείαις θόρυβος, ἐν οἰκίαις θόρυβος. Εἷς ἕκαστος τῷ ἑτέρῳ μετὰ κλαυθμοῦ συναντῶσι· πατὴρ τέκνῳ καὶ υἱὸς πατρί· μήτηρ τῇ θυγατρί. Φίλοι φίλοις ἐν πλατείαις περιπλακέντες ἐκλείπουσι, καὶ ἀδελφοὶ ἀδελφοῖς περιπλακέντες θανατοῦνται. Μεμάρανται καὶ τὸ κάλλος τῆς ὄψεως πάσης σαρκός· γίνονται δὲ αἱ ἰδέαι αὐτῶν ὡς νεκροῦ. Ἐβδέλυκται καὶ μεμίσηται καὶ τὸ κάλλος τῶν γυναικῶν. Μαρανθήσεται πᾶσα σὰρξ καὶ ἡ ἐπιθυμία τῶν ἀνθρώπων.

Ἅπαντες δὲ οἱ πεισθέντες τῷ δεινῷ θηρίῳ καὶ λαβόντες τὴν ἐκείνου σφραγῖδα, τὸν δυσσεβῆ χαρακτῆρα τοῦ μιαροῦ, προστρέχοντες αὐτῷ ἅμα καὶ λέγουσι μετ᾽ ὀδύνης· δὸς ἡμῖν φαγεῖν καὶ πιεῖν, ὅτι πάντες ἐκλείπομεν ἐκ τοῦ λιμοῦ σφιγγόμενοι· καὶ ἀπέλασον ἀφ᾽ ἡμῶν τὰ ἰοβόλα θηρία. Καὶ ἀπορῶν ὁ ἄθλιος ἀποκρίνεται ἐν πολλῇ ἀποτομίᾳ, λέγων· πόθεν ἐγὼ δώσω ὑμῖν φαγεῖν καὶ πιεῖν, ὦ ἄνθρωποι; Ὁ οὐρανὸς οὐ βούλεται δοῦναι τῇ γῇ ὑετόν· ἡ γῆ δὲ πάλιν οὐ δέδωκεν ὅλως θέρος ἢ γεννήματα. Ἀκούοντες δὲ ταῦτα οἱ λαοί, πενθοῦσι καὶ κλαίουσι, μὴ ἔχοντες παντελῶς παραμυθίαν θλίψεως, ἀλλὰ θλῖψις ἐπὶ τῇ θλίψει ἔσται αὐτοῖς ἀμύθητος, ὅτι οὕτως εὐπροθέτως τῷ τυράννῳ ἐπίστευσαν.

Ἐκεῖνος γὰρ ὁ ἄθλιος οὐκ ἰσχύει οὐδὲ ἑαυτῷ βοηθῆσαι· καὶ πῶς αὐτοὺς ἐλεῆσαι; Ἐν ἐκείναις ταῖς ἡμέραις ἔσται ἀνάγκη μεγάλη ἐκ θλίψεως πολλῆς τοῦ Δράκοντος καὶ τοῦ φόβου καὶ σεισμοῦ καὶ τῆς θαλάσσης τοῦ ἤχου καὶ τοῦ λιμοῦ καὶ τῆς δίψης καὶ τῶν δηγμάτων τῶν θηρίων. Πάντες δὲ οἱ λαβόντες τὴν σφραγῖδα τοῦ Ἀντιχρίστου καὶ προσκυνήσαντες αὐτῷ, ὡς Θεῷ τῷ ἀγαθῷ, οὐκ ἔχουσί τινα μερίδα ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ, ἀλλὰ μετὰ τοῦ Δράκοντος βληθήσονται ἐν τῇ γεέννῃ.