Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν παρουσίαν τοῦ κυρίου καὶ εἰς τὴν συντέλειαν τοῦ αἰῶνος καὶ εἰς τὴν παρουσίαν τοῦ ἀντιχρίστου

Ἐφραίμ ὁ Σύρος

Η προειδοποίηση των προφητών, η διάσωση των αγίων και το πένθος της κτίσης

Η αποστολή του Ενώχ και του Ηλία, η θαυμαστή καταφυγή των πιστών στην έρημο και η συλλογική θλίψη της δημιουργίας για την αποστασία της ανθρωπότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 5

Μακάριος ὁ εὑρεθεὶς πανάγιος καὶ πάμπιστος, ὁ ἔχων αὑτοῦ τὴν καρδίαν πρὸς τὸν Θεὸν ἀδιστάκτως· ἀφόβως γὰρ ἐκκρούεται τὰς πεύσεις αὐτοῦ πάσας, καταφρονῶν καὶ βασάνων καὶ τῶν φαντασιῶν αὐτοῦ. Πρὶν ἢ δὲ ταῦτα γενέσθαι, ἀποστέλλει ὁ Κύριος Ἠλίαν τὸν Θεσβίτην καὶ τὸν Ἐνώχ, ὡς εὔσπλαγχνος, ὅπως αὐτοὶ γνωρίσωσιν εὐσέβειαν τῷ γένει τῶν ἀνθρώπων καὶ κηρύξωσι παρρησίᾳ θεογνωσίαν πᾶσι, μὴ πιστεῦσαι τῷ τυράννῳ φόβου ἕνεκα, κράζοντας καὶ λέγοντας· πλάνος ἐστίν, ὦ ἄνθρωποι· μηδεὶς αὐτῷ πιστεύσῃ τὸ σύνολον, ἢ ὑπακούσῃ τῷ θεομάχῳ· μηδεὶς ὑμῶν φοβηθῇ· ἐν τάχει γὰρ καταργεῖται. Ὁ Κύριος ὁ ἅγιος, ἰδού, ἔρχεται ἐξ οὐρανοῦ κρῖναι πάντας τοὺς πειθομένους αὐτοῦ τοῖς σημείοις. Πλὴν ὀλίγοι εἰσὶ τότε οἱ θέλοντες ὑπακούειν καὶ πιστεῦσαι τῷ κηρύγματι τῶν Προφητῶν. Τοῦτο δὲ ποιεῖ ὁ Σωτήρ, ἵνα δείξῃ τὴν ἄφατον αὑτοῦ φιλανθρωπίαν· ὅτι οὐδὲ ἐν τῷ καιρῷ ἐκείνῳ ἀφίησι τὸ τῶν ἀνθρώπων γένος δίχα κηρύγματος, ὅπως ἀναπολόγητοι ὦσι πάντες ἐν τῇ κρίσει.

Πολλοὶ μὲν οὖν τῶν ἁγίων, ὅσοι τότε εὑρεθῶσιν εἰς τὴν ἔλευσιν τοῦ μιαροῦ, ἐκχέουσι ποταμηδὸν τὰ δάκρυα ἐν στεναγμοῖς πρὸς τὸν Θεὸν τὸν ἅγιον τοῦ ῥυσθῆναι τοῦ Δράκοντος. Καὶ φεύγουσιν ἐν σπουδῇ μεγάλῃ ἐν ἐρήμοις, καὶ κρύπτονται ἐν ὄρεσι καὶ σπηλαίοις μετὰ φόβου, καὶ πάσσουσι γῆν καὶ σποδὸν ἐπὶ τὰς κεφαλάς, δεόμενοι νυκτὸς καὶ ἡμέρας ἐν πολλῇ ταπεινώσει. Καὶ δωρεῖται αὐτοῖς τοῦτο παρὰ Θεοῦ τοῦ ἁγίου, καὶ ὁδηγεῖ αὐτοὺς ἡ χάρις εἰς τόπους ὡρισμένους, καὶ σῴζονται κρυπτόμενοι ἐν ταῖς ὀπαῖς καὶ τοῖς σπηλαίοις, μὴ βλέποντες τὰ σημεῖα καὶ τὰ φόβητρα τοῦ Ἀντιχρίστου. Τοῖς γὰρ ἔχουσι γνῶσιν, εὐχερῶς ἡ τούτου γνωρίζεται ἔλευσις· τοῖς δὲ τὸν νοῦν ἔχουσιν εἰς πράγματα βιωτικὰ καὶ ποθοῦσι τὰ γήϊνα, οὐκ εὔδηλον ἔσται τοῦτο. Ὁ γὰρ ἀεὶ δεδεμένος ἐν πράγμασι βιωτικοῖς, κἂν ἀκούσῃ, ἀπιστεῖ καὶ βδελύσσεται τὸν λέγοντα.

Τούτου χάριν ἐνισχύουσιν οἱ ἅγιοι, ὅτι πᾶσαν τὴν ἡμέραν καὶ τὴν μέριμναν τοῦ βίου τούτου ἀπέρριψαν. Πενθεῖ τότε πᾶσα ἡ γῆ καὶ θάλασσα. Καὶ ἀὴρ πενθεῖ ἅμα καὶ τὰ ζῶα τὰ ἄγρια σὺν πετεινοῖς τοῦ οὐρανοῦ. Πενθοῦσιν ὄρη καὶ βουνοὶ καὶ τὰ ξύλα τοῦ πεδίου.

Πενθοῦσι δὲ καὶ φωστῆρες τοῦ οὐρανοῦ διὰ τὸ γένος τῶν ἀνθρώπων, ὅτι πάντες ἐξέκλιναν ἀπὸ τοῦ Θεοῦ τοῦ ἁγίου καὶ τῷ πλάνῳ ἐπίστευσαν, δεξάμενοι χαρακτῆρα τοῦ μιαροῦ καὶ θεομάχου ἀντὶ τοῦ ζωοποιοῦ σταυροῦ τοῦ Σωτῆρος.