Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν παρουσίαν τοῦ κυρίου καὶ εἰς τὴν συντέλειαν τοῦ αἰῶνος καὶ εἰς τὴν παρουσίαν τοῦ ἀντιχρίστου

Ἐφραίμ ὁ Σύρος

Η τυραννία του Αντιχρίστου και το χάραγμα του θηρίου

Η απατηλή εμφάνιση και ανάδειξη του Αντιχρίστου, η επιβολή της σφραγίδας του στους ανθρώπους, οι ακραίες στερήσεις και η ανάγκη για σταθερή πνευματική αντίσταση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 5

Πολλῶν εὐχῶν καὶ δακρύων χρῄζομεν, ὦ ἀγαπητοί, ἵνα τις ἡμῶν εὑρεθῇ ἑδραῖος ἐν τοῖς πειρασμοῖς. Πολλὰ γάρ εἰσι τὰ φαντάσματα τοῦ θηρίου τὰ γινόμενα· θεομάχος γὰρ ὑπάρχων, πάντας θέλει ἀπολέσθαι. Τοιοῦτον γὰρ τρόπον σκευάζει ὁ τύραννος, ἵνα πάντες τὴν σφραγῖδα τοῦ θηρίου βαστάζωσιν, ὅταν ἔλθῃ ἀπατῆσαι τὰ σύμπαντα, ἐν τῷ καιρῷ τῷ ἰδίῳ, ἐν σημείοις, εἰς τὸ πλήρωμα τῶν καιρῶν· καὶ εἶθ᾽ οὕτως ἀγοράσαι τὰ βρώματα καὶ πᾶν εἶδος· καὶ δημάρχους ἱστᾷ ἐπιτελεῖν τὸ πρόσταγμα.

Προσέχετε, ἀδελφοί μου, τὴν ὑπερβολὴν τοῦ θηρίου· τεχνάσματα γὰρ πονηρίας. Πῶς ἐκ γαστρὸς ἄρχεται, ἵν᾽ ὅταν τις στενωθῇ, βρωμάτων ὑστερούμενος, ἀναγκασθῇ λαβεῖν ἐκείνου τὴν σφραγῖδα, οὐχ ὡς ἔτυχεν, εἰς πᾶν μέλος τοῦ σώματος, ἀλλ᾽ ἐπὶ χεῖρα δεξιάν, ὁμοίως καὶ ἐπὶ τοῦ μετώπου, τὸν δυσσεβῆ χαρακτῆρα, ἵνα ἐξουσίαν μὴ ἔχῃ ὁ ἄνθρωπος σφραγίσασθαι τῇ δεξιᾷ χειρὶ τὸ σημεῖον τοῦ σταυροῦ, μήτε πάλιν ἐν μετώπῳ σημειώσασθαι παντελῶς τὸ ἅγιον ὄνομα τοῦ Κυρίου, μήτε τὸν ἔνδοξον καὶ τίμιον σταυρὸν τοῦ Χριστοῦ καὶ Σωτῆρος ἡμῶν. Γινώσκει γὰρ ὁ ἄθλιος ὅτι ὁ σταυρὸς τοῦ Κυρίου, ἐὰν σφραγισθῇ, λύει αὐτοῦ πᾶσαν τὴν δύναμιν, καὶ διὰ τοῦτο σφραγίζει τὴν δεξιὰν τοῦ ἀνθρώπου· αὕτη γὰρ ἡ σφραγίζουσα πάντα τὰ μέλη ἡμῶν. Ὁμοίως δὲ καὶ τὸ μέτωπον, ὥσπερ λυχνία, βαστάζει λύχνον φωτός, τὸ σημεῖον τοῦ Σωτῆρος ἡμῶν ἐν τῷ ὕψει.

Λοιπὸν οὖν, ἀδελφοί μου, φρικτὸς ἀγὼν ἅπασι τοῖς φιλοχρίστοις ἀνθρώποις, ἵνα μέχρις ὥρας τοῦ θανάτου μὴ δειλιάσωσι, μηδὲ στῶσιν ἐν χαυνότητι, ὅταν χαράσσῃ ὁ Δράκων τὴν ἑαυτοῦ σφραγῖδα ἀντὶ τοῦ σταυροῦ τοῦ Σωτῆρος.

Τοιοῦτον γὰρ τρόπον ποιεῖ, ἵνα παντελῶς τὸ ὄνομα τοῦ Κυρίου καὶ Σωτῆρος μηδὲ ὅλως ὀνομασθῇ ἐν τῷ καιρῷ τούτῳ. Τοῦτο δὲ ποιεῖ φοβούμενος καὶ τρέμων ἐξ ἁγίας δυνάμεως τοῦ Σωτῆρος ἡμῶν ὁ ἀσθενής. Ἐὰν μὴ γάρ τις σφραγίζηται τὴν ἐκείνου σφραγῖδα, οὐ γίνεται αἰχμάλωτος ἐκ τῶν ἐκείνου φαντασμάτων· οὔτε πάλιν ὁ Κύριος ἀφίσταται ἐκ τῶν τοιούτων, ἀλλὰ φωτίζει καὶ ἕλκει πρὸς ἑαυτόν.

Νοεῖν ἡμᾶς δεῖ, ἀδελφοί, μετὰ πάσης ἀκριβείας, τὰ τοῦ Ἐχθροῦ φαντάσματα ἄστοργα ὑπάρχοντα. Ὁ δὲ Κύριος ἡμῶν ἐν γαλήνῃ προσέρχεται πᾶσιν ἡμῖν, ἀποκρούσασθαι δι᾽ ἡμᾶς τοῦ θηρὸς τὰ τεχνάσματα. Τὴν ἀκλινῆ πίστιν τοῦ Χριστοῦ εἰλικρινῶς βαστάζοντες, εὐρίπιστον ποιήσομεν τὴν δύναμιν τοῦ τυράννου.

Λογισμὸν ἀμετάθετον κτησώμεθα καὶ εὐστάθειαν, καὶ ἀφίσταται ἡμῶν ὁ ἀσθενής, μὴ ἔχων τὸ τί ποιήσῃ. Ἐγὼ ὁ ἐλάχιστος, ἀδελφοί, παρακαλῶ ὑμᾶς, φιλόχριστοι, μὴ γενώμεθα χαῦνοι, ἀλλὰ μᾶλλον δυνατοὶ τῇ δυνάμει τοῦ σταυροῦ. Ἀπαραίτητος ἀγὼν ἐπὶ θύραις ἐστί· τὸν θυρεὸν τῆς πίστεως ἀναλάβωμεν πάντες. Ἕτοιμοι οὖν γίνεσθε, ὥσπερ οἰκέται πιστοί, ἄλλον μὴ δεχόμενοι. Ἐπειδὴ γὰρ ὁ κλέπτης καὶ ἀλάστωρ καὶ ἀπηνής, πρῶτος μέλλει ἔρχεσθαι ἐν τοῖς ἰδίοις καιροῖς, βουλόμενος κλέψαι καὶ θῦσαι καὶ ἀπολέσαι τὴν ποίμνην τὴν ἐκλεκτὴν τοῦ ἀληθινοῦ ποιμένος Χριστοῦ· ἀναλαμβάνει γὰρ σχῆμα τοῦ ἀληθινοῦ ποιμένος.

Διδαχθῶμεν, ὦ φίλοι, ὁποίῳ σχήματι ἔρχεται ἐπὶ τῆς γῆς ὁ ἀναίσχυντος Ὄφις. Ἐπειδὴ ὁ Σωτὴρ σῶσαι βουλόμενος τὸ γένος τῶν ἀνθρώπων ἐκ Παρθένου ἐτέχθη καὶ σχήματι ἀνθρώπου ἐπάτησε τὸν Ἐχθρόν, ἐν ἁγίᾳ δυνάμει τῆς αὑτοῦ θεότητος, ἐλογίσατο οὗτος ἀναλαβεῖν τὸ σχῆμα τῆς αὐτοῦ παρουσίας καὶ ἀπατῆσαι ἡμᾶς. Ὁ δὲ Κύριος ἡμῶν ἐν νεφέλαις φωτειναῖς, ὡς ἀστραπὴ φοβερά, ἐλεύσεται ἐπὶ τῆς γῆς. Οὐχ οὕτως δὲ ὁ Ἐχθρὸς ἐλεύσεται· ἀποστάτης γάρ ἐστι. Τίκτεται δὲ ἀκριβῶς ἐκ κόρης μιαρᾶς τὸ ἐκείνου ὄργανον, οὐχ οὗτος δὲ σαρκοῦται. Ἐν σχήματι δὲ τοιούτῳ ἥξει ὁ παμμίαρος, ὡς κλέπτης, ἀπατῆσαι τὰ σύμπαντα· ταπεινός, ἥσυχος, μισῶν, φησίν, ἄδικα, ἀποστρεφόμενος εἴδωλα, προτιμώμενος εὐσέβειαν, ἀγαθός, φιλόπτωχος, εὐειδὴς ὑπερβολῇ, εὐκατάστατος, ἱλαρὸς πρὸς πάντας, τιμῶν μεθ᾽ ὑπερβολῆς τὸ γένος τῶν Ἰουδαίων· αὐτοὶ γὰρ προσδοκῶσι τὴν ἐκείνου ἔλευσιν. Μεταξὺ δὲ πάντων τούτων σημεῖα ἐπιτελεῖ, τέρατα καὶ φόβητρα, ἐν πολλῇ ἐξουσίᾳ. Ἀρέσαι δὲ πᾶσι τεχνάζεται δολίως, ὅπως ἀγαπηθῇ ἐν τάχει ὑπὸ πολλῶν. Δῶρα δὲ οὐ λήψεται, μετ᾽ ὀργῆς οὐ λαλήσει, κατηφὴς οὐ δείκνυται, σχήματι δὲ εὐταξίας ἐξαπατᾷ τὸν κόσμον, ἕως ἂν βασιλεύσῃ.

Ὅταν οὖν ἴδωσι λαοὶ πολλοὶ καὶ δῆμοι τοιαύτας ἀρετὰς καὶ δυνάμεις, πάντες ἐπὶ τὸ αὐτὸ μιᾷ γνώμῃ γίνονται καὶ ἐν χαρᾷ μεγάλῃ βασιλέα αὐτὸν κηρύσσουσι, λέγοντες πρὸς ἀλλήλους· μὴ ἄρα εὑρίσκεται τηλικοῦτος ἄνθρωπος ἀγαθὸς καὶ δίκαιος; Ἀνορθοῦται δὲ εὐθέως ἡ ἐκείνου βασιλεία, καὶ πατάξει ἐν θυμῷ τρεῖς βασιλεῖς μεγάλους. Ἔπειτα ὑψοῦται τῇ καρδίᾳ, καὶ ἐμέσει ὁ Δράκων τὴν ἑαυτοῦ πικρότητα. Ταράσσει τὴν οἰκουμένην καὶ κινεῖ τὰ πέρατα· ἐκθλίβει τὰ σύμπαντα, μιαίνει τὰς ψυχάς. Οὐκέτι ὡς εὐλαβής, ἀλλὰ πάντα ἐν πᾶσιν αὐστηρός, ἀπότομος, ὀργίλος, θυμώδης, δεινός, ἀκατάστατος, φοβερός, ἀειδής, μισητός, βδελυκτός, ἀνήμερος, ἀλάστωρ, ἀναιδὴς καὶ σπουδάζων ἐμβαλεῖν εἰς βόθρον ἀσεβείας πᾶν τὸ γένος τῶν ἀνθρώπων. Πληθύνει σημεῖα ψευδῶς καὶ οὐκ ἀληθείᾳ, ἐν τῷ πλήθει. Παρεστώτων καὶ ἄλλων πολλῶν δήμων καὶ εὐφημούντων αὐτὸν διὰ τὰς φαντασίας, βάλλει φωνὴν ἰσχυράν, ὥστε σαλευθῆναι τὸν τόπον, ἐν ᾧ οἱ ὄχλοι αὐτῷ παρεστήκασι· γνῶτε, πάντες οἱ λαοί, τὴν ἐμὴν δύναμιν καὶ ἐξουσίαν. Μεθιστᾷ ὄρη ἐν ὀφθαλμοῖς τῶν θεωρούντων καὶ νήσους ἀνάγει ἐκ τῆς θαλάσσης· πλάνῃ δὲ καὶ φαντασίᾳ πάντα, καὶ οὐκ ἀληθείᾳ· ἀλλὰ πλανᾷ κόσμον καὶ φαντάζει τὰ σύμπαντα. Πολλοὶ πιστεύσουσι καὶ δοξάσουσιν αὐτόν, ὡς θεὸν ἰσχυρόν.

Τότε θρηνεῖ δεινῶς πᾶσα ψυχὴ καὶ στενάζει. Τότε πάντες θεάσονται θλῖψιν ἀπαραμύθητον, τὴν περιέχουσαν αὐτοὺς νυκτὸς καὶ ἡμέρας, καὶ οὐδαμοῦ εὑρίσκουσιν ἐμπλησθῆναι τῶν βρωμάτων. Δήμαρχοι γὰρ ἀπότομοι κατὰ τόπον σταθήσονται· καὶ εἴ τις φέρει μεθ᾽ ἑαυτοῦ τὴν σφραγῖδα τοῦ τυράννου ἐν μετώπῳ ἢ δεξιᾷ, ἀγοράζει βραχὺ βρώματα ἐκ τῶν εὑρισκομένων. Τότε ἐκλείπῃ τὰ νήπια ἐν τοῖς κόλποις τῶν μητέρων· θνῄσκει πάλιν μήτηρ ὑπεράνω τοῦ παιδίου· θνῄσκει πάλιν πατὴρ σὺν γυναικὶ καὶ τέκνοις ἐν ταῖς ἀγοραῖς, καὶ οὐκ ἔστιν ὁ θάπτων καὶ συστέλλων ἐν μνήμασιν. Ἐκ τῶν πολλῶν θνησιμαίων τῶν ῥιπτομένων ἐν ταῖς πλατείαις δυσωδία πανταχόθεν ἐκθλίβουσα τοὺς ζῶντας ἰσχυρῶς.