Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν παρουσίαν τοῦ κυρίου καὶ εἰς τὴν συντέλειαν τοῦ αἰῶνος καὶ εἰς τὴν παρουσίαν τοῦ ἀντιχρίστου

Ἐφραίμ ὁ Σύρος

Η Δευτέρα Παρουσία του Κυρίου και η Τελική Κρίση

Η ένδοξη έλευση του Χριστού, η οριστική καταδίκη του Αντιχρίστου και των οπαδών του, καθώς και η είσοδος των δικαίων στη βασιλεία των ουρανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 5

Πενθεῖ ἡ γῆ καὶ ἡ θάλασσα, ὅτι ἄφνω κατέπαυσε φωνὴ ψαλμοῦ καὶ προσευχῆς ἐκ στόματος ἀνθρώπου. Πενθοῦσιν αἱ ἐκκλησίαι τοῦ Χριστοῦ πᾶσαι πένθος μέγα, διότι οὐ λειτουργεῖται ἁγιασμὸς καὶ προσφορά. Μετὰ γοῦν τὸ πληρωθῆναι τοὺς τρεῖς καιροὺς καὶ ἥμισυ τῆς τοῦ μιαροῦ ἐξουσίας καὶ πράξεως, καὶ ὅταν πληρωθῇ πάντα τὰ σκάνδαλα πάσης τῆς γῆς, καθώς φησιν ὁ Κύριος, ἥξει λοιπόν, ὡς ἀστραπὴ ἀστράπτων ἐξ οὐρανοῦ, ὁ ἅγιος καὶ ἄχραντος καὶ φοβερὸς καὶ ἔνδοξος Θεὸς ἡμῶν, μετὰ δόξης ἀνεικάστου, προτρεχόντων τῶν ταγμάτων ἐνώπιον τῆς δόξης αὐτοῦ Ἀγγέλων, Ἀρχαγγέλων, πάντες φλόγες πυρὸς ὄντες, καὶ ποταμὸς πλήρης πυρὸς ἐν φοβερῷ ῥοιζήματι. Χερουβεὶμ ἔχοντα τὸ ὄμμα κάτω καὶ Σεραφεὶμ ἱπτάμενα καὶ κρύπτοντα τὰ πρόσωπα καὶ τοὺς πόδας ἐν ταῖς πτέρυξι ταῖς πυρίναις, κεκραγότα μετὰ φρίκης· ἐγείρεσθε, οἱ καθεύδοντες. Ἰδού, ἦλθεν ὁ Νυμφίος. Ἀνοίγονται δὲ τὰ μνήματα, καὶ ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ ἐγείρονται πᾶσαι αἱ φυλαί, καὶ βλέπουσιν εἰς τὸ κάλλος τὸ ἅγιον τοῦ Νυμφίου. Καὶ μύριαι μυριάδες καὶ χίλιαι χιλιάδες Ἀγγέλων καὶ Ἀρχαγγέλων, ἀναρίθμητοι στρατιαί, χαίρουσι χαρὰν μεγάλην.

Ἅγιοι καὶ δίκαιοι καὶ πάντες οἱ μὴ λαβόντες τὴν σφραγῖδα τοῦ Δράκοντος 〈τοῦ μιαροῦ〉 καὶ ἀσεβοῦς ἀγάλλονται. Καὶ ἄγεται ὁ τύραννος, δεδεμένος ὑπὸ Ἀγγέλων, σὺν πᾶσι τοῖς δαίμοσιν, ἐνώπιον τοῦ βήματος, καὶ οἱ λαβόντες τὴν αὑτοῦ σφραγῖδα, καὶ πάντες οἱ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ δεδεμένοι. Καὶ δίδωσιν ὁ Βασιλεὺς τὴν κατ᾽ αὐτῶν ἀπόφασιν τῆς αἰωνίου κρίσεως ἐν τῷ πυρὶ τῷ ἀσβέστῳ. Πάντες δὲ οἱ μὴ λαβόντες τὴν σφραγῖδα τοῦ Ἀντιχρίστου, καὶ πάντες οἱ ἐν σπηλαίοις, ἀγάλλονται σὺν τῷ Νυμφίῳ ἐν παστῷ αἰωνίῳ καὶ οὐρανίῳ, μετὰ πάντων τῶν Ἁγίων, εἰς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.