Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν παρουσίαν τοῦ κυρίου

Ἐφραίμ ὁ Σύρος

Το χάραγμα του θηρίου και το σημείο του Σταυρού

Εσχατολογική περιγραφή της αναγκαστικής επιβολής του χαράγματος του Αντιχρίστου, με σκοπό την παρεμπόδιση της σφράγισης των πιστών με το σημείο του Σταυρού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Εἶδες δρᾶμα ἀδικίας, πονηρὸν ἐπιτήδευμα; Πῶς ἅπασιν ἐξώρυξε τοὺς βοθύνους εἰς θάνατον; Εἶδε ποτέ τις ἐξ ὑμῶν τοιοῦτον ἔργον ἀναιδές; Τὴν πορνείαν κατέχουσαν τὴν μάχαιραν τὴν δίστομον; Δυσὶ γὰρ θανάτοις δεινοῖς ἀνήλισκον αἱ γυναῖκες τοὺς πρὸς αὐτὰς εἰσιόντας, τοῦ θῦσαί τε καὶ πορνεῦσαι. Τοῦτον δὲ αὐτὸν τὸν τρόπον ἐσκεύασεν ὁ τύραννος, ἵνα πάντες τὴν τοῦ θηρίου σφραγῖδα βαστάζουσιν, ὅταν ἔλθῃ ἀπατῆσαι τὰ σύμπαντα ἐν σημείοις ἐν τῷ καιρῷ τῷ ἰδίῳ, εἰς τὸ πλήρωμα τῶν καιρῶν, καὶ εἶθ᾽ οὕτως ἀγοράσαι τὰ βρώματα καὶ πᾶν εἶδος· καὶ δημάρχους δὲ ἵστησιν ἐπιτελεῖν τὸ πρόσταγμα.

Προσέχετε, ἀδελφοί, ὑπερβολὴν τοῦ θηρίου, τεχνάσματα πονηρίας, ὅτι ἀπὸ γαστρὸς ἄρχεται· ἵνα ὅταν τις στενωθῇ βρωμάτων στερούμενος, ἀναγκασθῇ τὴν σφραγῖδα τὴν ἐκείνου λαβεῖν αὐτός. Καὶ δίδωσι τὴν ἐκείνου σφραγῖδα ὁ μιαρός, οὐχ ὡς ἔτυχεν, εἰς πᾶν μέλος τοῦ σώματος, ἵνα μὴ δυσχεραίνωσιν, ἀλλὰ δίδωσιν εἰς χεῖρα δεξιὰν τοῦ ἀνθρώπου, ὁμοίως καὶ ἐπὶ μέτωπον τὸν δυσσεβῆ χαρακτῆρα, ἵνα ἐξουσίαν μὴ ἔχῃ ὁ ἄνθρωπος σφραγίσασθαι τῇ δεξιᾷ τὸ σημεῖον Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν, μήτε πάλιν ἐν μετώπῳ σημειώσασθαι παντελῶς τὸ φοβερὸν καὶ ἅγιον τοῦ Κυρίου ὄνομα, μήτε τὸν σταυρὸν τοῦ Σωτῆρος τὸν ἔνδοξον καὶ φοβερόν. Γινώσκει γὰρ ὁ ἄθλιος ὅτι ὁ σταυρὸς τοῦ Κυρίου, ἐὰν σφραγισθῇ, παραλύει αὐτοῦ πᾶσαν τὴν δύναμιν· χάριν γὰρ τούτου σφραγίζει τὴν δεξιὰν τοῦ ἀνθρώπου· αὕτη γάρ ἐστιν ἡ σφραγίζουσα ἅπαντα τὰ μέλη ἡμῶν. Ὁμοίως δὲ καὶ τὸ μέτωπον, ὥσπερ λυχνία, βαστάζει λύχνον φωτός, τὸ σημεῖον τοῦ Σωτῆρος, ἐν τῷ ὕψει.