Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν παρουσίαν τοῦ κυρίου

Ἐφραίμ ὁ Σύρος

Η μεγάλη θλίψη και η κυριαρχία του Αντιχρίστου

Η περιγραφή των δεινών της εσχάτης εποχής, του λιμού, της ματαιότητας του πλούτου, καθώς και η απελπισία όσων παρασύρθηκαν από την απάτη του Αντιχρίστου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 3

Εἰς τὴν παρουσίαν τοῦ Κυρίου (III) Τότε θρηνεῖ δεινῶς ὁμοῦ πᾶσα ψυχὴ καὶ στενάζει, ὅταν πάντες θεάσωνται θλῖψιν ἀπαραμύθητον τὴν περιέχουσαν αὐτοὺς νύκτωρ τε καὶ μεθ᾽ ἡμέραν καὶ οὐδαμοῦ εὑρίσκοντες ἐμπλησθῆναι τῶν βρωμάτων· δήμαρχοι γὰρ ἀπότομοι σταθήσονται κατὰ τόπον· κἄν τις φέρει μεθ᾽ ἑαυτοῦ τὴν σφραγῖδα τοῦ τυράννου, ἀγοράζει βραχὺ βρῶμα ἐκείνων τῶν βρωμάτων τῶν τότε εὑρισκομένων. Ἐκλείπει γὰρ τὰ νήπια ἐν τοῖς κόλποις τῶν μητέρων· θνῄσκει πάλιν καὶ ἡ μήτηρ ὑπεράνω τοῦ παιδίου. Θνῄσκει ἀνὴρ σὺν γυναικὶ καὶ τέκνοις ἐν ταῖς ἀγοραῖς, καὶ οὐκ ἔστιν τότε ὁ θάπτων ἢ συστέλλων ἐν μνήμασιν. Ἐκ τῶν πολλῶν θνησιμαίων ῥιπτομένων ἐν πλατείαις δυσωδία πανταχόθεν θλίβει τοὺς ζῶντας ἰσχυρῶς.

Πρωῒ πάντες μετ᾽ ὀδύνης καὶ στεναγμοῦ ὁμιλοῦσι· πότε ἑσπέρα γένηται, ἵνα ἀνέσεως τύχωμεν; Φθανούσης δὲ τῆς ἑσπέρας, ἐν δάκρυσι πικροτάτοις συλλαλοῦσιν εἰς ἑαυτούς· πότε ἄρα διαφαύσῃ, ἵνα τὴν ἐπικειμένην θλῖψιν ἡμεῖς ἐκφύγωμεν;

Καὶ οὐκ ἔστι ποῦ ἐκφυγεῖν ἢ κρυβῆναι ἐκ θλίψεως· τετάρακται γὰρ τὰ σύμπαντα, καὶ θάλασσα καὶ ξηρά. Καὶ διὰ τοῦτο ἔφη ἡμῖν ὁ Κύριος· γρηγορεῖτε, δεόμενοι κατὰ ὥραν τοῦ ἐκφυγεῖν ἐκ θλίψεως. Δυσωδία ἐν θαλάσσῃ, δυσωδία ἐπὶ τῆς γῆς· λιμοί, σεισμοὶ ἐπὶ ξηρᾶς, λιμοί, σεισμοὶ ἐν θαλάσσῃ, 〈σύγχυσις ἐν θαλάσσῃ〉 καὶ σύγχυσις ἐπὶ τῆς γῆς· φόβητρα ἐπὶ τῆς θαλάσσης καὶ φόβητρα ἐπὶ τῆς γῆς. Χρυσὸς πολὺς καὶ ἄργυρος καὶ σηρικὰ ἱμάτια οὐδέν τινα ὠφελήσει ἐν θλίψει τῇ μεγάλῃ, ἀλλὰ πάντες οἱ ἄνθρωποι τοὺς νεκροὺς μακαρίζουσι τοὺς ταφέντας πρὸ τοῦ ἐλθεῖν 〈τὴν〉 μεγάλην θλῖψιν ἐπὶ τῆς γῆς. Ῥίπτεται γὰρ ὁ χρυσὸς καὶ ὁ ἄργυρος ἐν πλατείαις, καὶ οὐκ ἔστιν ὁ ἁπτόμενος, ὅτι πάντα ἐβδέλυκται· ἀλλὰ πάντες τοῦ ἐκφυγεῖν καὶ κρυβῆναι σπουδάζουσι, καὶ οὐδαμοῦ ἐστιν αὐτοῖς τοῦ ῥυσθῆναι ἐκ θλίψεως.

Ἀλλ᾽ ἔτι καὶ μετὰ λιμοῦ καὶ τῆς δίψης καὶ τοῦ φόβου θηρία [γὰρ] καὶ ἑρπετὰ σαρκοφάγα εὑρίσκονται. Ἔνδον φόβος, ἔξω τρόμος, καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ. Ἐν πλατείαις θνησιμαῖοι. Ἐν οἰκίαις πεῖνα καὶ δίψα. Ἐν πλατείαις φωνὴ κλαυθμοῦ, ἐν οἰκίαις φωνὴ κλαυθμοῦ. Ἐν πλατείαις θόρυβος καὶ ἐν οἰκίαις θόρυβος.

Εἷς ἕκαστος τῷ ἑτέρῳ μετὰ κλαυθμοῦ συναντήσει· πατὴρ τέκνῳ, καὶ υἱὸς πατρί, καὶ ἡ μήτηρ τῇ θυγατρί. Φίλοι φίλοις ἐν πλατείαις περιπλακέντες ἐκλείψουσι, καὶ ἀδελφοὶ τοῖς ἀδελφοῖς περιπλακέντες θανατοῦνται. Μεμάρανται καὶ τὸ κάλλος ὄψεως πάσης σαρκός· γίνονται γὰρ ὥσπερ νεκρῶν αἱ ἰδέαι τῶν ἀνθρώπων. Ἐβδέλυκται καὶ μεμίσηται τὸ κάλλος τῶν γυναικῶν. Μεμάρανται πάσης σαρκὸς ἐπιθυμία τῇ λείψει τῶν βρωμάτων. Ἅπαντες δὲ οἱ πεισθέντες τῷ δεινοτάτῳ θηρίῳ καὶ λαβόντες τὴν σφραγῖδα τὴν ἐκείνου τοῦ μιαροῦ τὸν δυσσεβῆ χαρακτῆρα, προσέρχονται αὐτῷ ἅμα καὶ λέγουσι μετ᾽ ὀδύνης· δὸς ἡμῖν φαγεῖν καὶ πιεῖν, ὅτι πάντες ἐκλείπομεν ἐκ τοῦ λιμοῦ σφιγγόμενοι, καὶ ἀπέλασον ἀφ᾽ ἡμῶν τὰ ἰοβόλα θηρία. Καὶ μὴ ἔχων ὁ μιαρὸς πόθεν αὐτοῖς διδόναι, ἐρεῖ αὐτοῖς πᾶσιν ἅμα ἐν πολλῇ ἀποτομίᾳ· πόθεν ἐγὼ δώσω ὑμῖν φαγεῖν καὶ πιεῖν, ὦ ἄνθρωποι; Ὁ οὐρανὸς οὐ βούλεται δοῦναι τῇ γῇ ὑετόν· ἡ γῆ πάλιν οὐκ ἔδωκεν ὁλοσχερῶς γεννήματα. Ἀκούοντες αὐτὰ λαοὶ πενθήσουσι καὶ κλαύσουσι, μὴ ἔχοντες παντελῶς παραμυθίαν θλίψεως, ἀλλὰ θλῖψις ἐπὶ θλῖψιν ἔσται αὐτοῖς ἀμύθητος, ὅτι οὕτως εὐπροθύμως τῷ θηρίῳ ἐπίστευσαν. Ἐκεῖνος γὰρ εἰς ὃν αὐτοὶ ἐπίστευσαν οὐκ ἰσχύει οὐδὲ αὑτῷ βοηθῆσαι· καὶ πῶς αὐτοὺς ἐλεήσει ἐν ἐκείναις ταῖς ἡμέραις ἐκ θλίψεως τῆς μεγάλης;

Τακήσονται ὑπασπισταὶ τοῦ Δράκοντος ἐκ τοῦ φόβου καὶ τοῦ σεισμοῦ καὶ τοῦ ἤχου τῆς θαλάσσης τῆς μεγάλης, καὶ τοῦ λιμοῦ καὶ τῆς δίψης καὶ δηγμάτων τῶν θηρίων, ὅτι πάντες οἱ λαβόντες τὴν σφραγῖδα τοῦ Ἀντιχρίστου καὶ προσκυνήσαντες αὐτῷ, ὡς τῷ Θεῷ τῷ ἁγίῳ, οὐκ ἔχουσι μερίδα ἐν τῇ Χριστοῦ παρουσίᾳ, ἀλλὰ μετ᾽ αὐτοῦ 〈τοῦ〉 Δράκοντος βληθήσονται εἰς γέενναν.