Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν παρουσίαν τοῦ κυρίου
Η αποστολή των προφητών και η φυγή των αγίων
Η έλευση του Ηλία και του Ενώχ προς έλεγχο της πλάνης, η αναχώρηση των πιστών στην έρημο και ο καθολικός θρήνος της φύσης και της Εκκλησίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η αποστολή των προφητών και η φυγή των αγίων
Η έλευση του Ηλία και του Ενώχ προς έλεγχο της πλάνης, η αναχώρηση των πιστών στην έρημο και ο καθολικός θρήνος της φύσης και της Εκκλησίας.
Μακάριος ὁ εὑρεθεὶς παγγενναῖος καὶ πάμπιστος, ἔχων αὐτοῦ τὴν καρδίαν πρὸς τὸν Θεὸν ἀδιστάκτως· ἀφόβως γὰρ ἐκκρούεται καὶ τὰς πεύσεις αὐτοῦ πάσας, καταφρονῶν καὶ βασάνων καὶ τοῦ φόβου τῶν φαντασιῶν. Πρὶν ἢ δὲ ταῦτα γενέσθαι, ἀποστέλλει Κύριος Ἠλίαν τὸν Θεσβίτην καὶ τὸν Ἐνώχ, ὡς εὔσπλαγχνος, ὅπως αὐτοὶ γνωρίσωσιν εὐσέβειαν γένει βροτῶν, κηρύξαι παρρησίᾳ ἅπασι μὴ πιστεῦσαι καὶ πειθαρχεῖν φόβου ἕνεκεν τῷ ψευδεῖ, κράζοντες καὶ λέγοντες· πλάνος ἐστίν, ὦ ἄνθρωποι· μηδεὶς αὐτῷ πιστεύσειε τὸ σύνολον τῷ ἀσεβεῖ· μηδεὶς ὑμῶν ὑπακούσει τῷ τυράννῳ τῷ θεομάχῳ· μηδεὶς ὑμῶν φοβηθείη· ἐν τάχει γὰρ καταργεῖται. Ὁ Κύριος ὁ ἅγιος, ἰδού, ἔρχεται ἐξ οὐρανοῦ κρῖναι πάντας τοὺς πειθαρχοῦντας τοῖς σημείοις τοῦ Ἀντιχρίστου. Πλὴν ὀλίγοι εἰσὶ τότε οἱ ἔχοντες ὑπακοῦσαι καὶ πιστεύειν τοῖς ῥήμασιν ἀμφοτέρων τῶν Προφητῶν.
Ταῦτα ὁ Σωτὴρ πάντα ποιεῖ, ὡς Θεὸς ἡμῶν, ἵνα δειχθείη ἅπασιν ἡμῖν ἡ αὐτοῦ εὐσπλαγχνία, ὅτι οὐδέποτε αὐτὸς ἠβουλήθη τὸν θάνατον τοῦ ἁμαρτωλοῦ καὶ ἀσεβοῦς· πάντας γὰρ θέλει σωθῆναι. Νοήσωμεν, ἀγαπητοί, τὴν ἄμετρον εὐσπλαγχνίαν, ὅτι οὔτε ἐν τῷ καιρῷ ἐκείνῳ ἀφίησι τὸ τῶν βροτῶν γένος δίχα κηρύγματος ἀληθείας, ἀλλὰ πέμπει τοὺς Προφήτας κηρύξαι θεογνωσίαν, ἵνα πάντες ἐν τῇ κρίσει ὦσιν ἀναπολόγητοι, ὅταν ἔλθῃ ἐξ οὐρανῶν μετὰ δόξης τῆς πατρικῆς.
Πολλοὶ μὲν τῶν ἁγίων, ὅσοι τότε εὑρίσκονται, ἅμα εὐθὺς ἀκούσουσι τὴν ἔλευσιν τοῦ μιαροῦ, ἐκχέουσι ποταμηδὸν δάκρυα ἐν στεναγμοῖς πρὸς τὸν Θεὸν τὸν ἅγιον τοῦ ῥυσθῆναι τοῦ Δράκοντος. Καὶ φεύγουσι μετὰ σπουδῆς μεγίστης ἐν ἐρήμοις, καὶ κρύπτονται ἐν ἐρήμοις καὶ ὄρεσι καὶ σπηλαίοις μετὰ φόβου, καὶ πάσσουσι γῆν καὶ σποδὸν τὴν κεφαλὴν αὐτῶν, μετὰ κλαυθμοῦ δεόμενοι νύκτωρ καὶ μεθ᾽ ἡμέραν ἐν πολλῇ ταπεινώσει. Καὶ δωρεῖται αὐτοῖς τοῦτο παρὰ Θεοῦ τοῦ ἁγίου, καὶ ὁδηγεῖ αὐτοὺς ἡ χάρις εἰς τόπους τοὺς ὡρισμένους, καὶ σῴζονται κρυπτόμενοι ἐν ταῖς ὀπαῖς καὶ σπηλαίοις, μὴ βλέποντες Ἀντιχρίστου τὰ σημεῖα καὶ φόβητρα. Τοῖς γὰρ ἅπασι τοῖς ἔχουσι γνῶσιν Θεοῦ καὶ σύνεσιν, παραυτίκα γνωρίζεται ἡ ἔλευσις τοῦ τυράννου· τοῖς δὲ ἀεὶ νοῦν ἔχουσιν εἰς πράγματα βιωτικὰ καὶ ποθοῦσι τὰ γήϊνα, οὐκ εὔδηλον ἔσται τοῦτο. Ὁ γὰρ ἀεὶ δεδεμένος ἐν πράγμασι βιωτικοῖς, καὶ ἐὰν ἀκούσῃ, ἀπιστεῖ· βδελύσσεται γὰρ τὸν λέγοντα. Χάριν τούτου ἰσχύουσιν οἱ ἅγιοι τοῦ ἀποδρᾶν, ὅτι πᾶσαν τὴν μέριμναν τοῦ βίου τούτου ἔρριψαν.
Πενθεῖ τότε πᾶσα ἡ γῆ καὶ θάλασσα. Καὶ ὁ ἀὴρ πενθεῖ ἅμα καὶ τὰ ζῶα τὰ ἄγρια σὺν πετεινοῖς. Πενθοῦσιν ὄρη καὶ βουνοὶ καὶ τὰ ξύλα τοῦ πεδίου. Πενθοῦσι δὲ καὶ φωστῆρες τοῦ οὐρανοῦ σὺν τοῖς ἄστροις διὰ τὸ γένος τῶν βροτῶν, ὅτι πάντες ἐξέκλιναν ἀπὸ Θεοῦ τοῦ ἁγίου, δημιουργοῦ τῶν ἁπάντων, καὶ τῷ πλάνῳ ἐπίστευσαν δεξάμενοι χαρακτῆρα τοῦ μιαροῦ 〈καὶ〉 θεομάχου ἀντὶ σταυροῦ τοῦ Σωτῆρος. Πενθεῖ ἡ γῆ καὶ θάλασσα, ὅτι ἄφνω κατέπαυσε φωνὴ ψαλμοῦ καὶ προσευχῆς ἐκ στόματος τῶν ἀνθρώπων. Πενθοῦσιν ἐκκλησίαι Χριστοῦ πένθος μέγα, διότι οὐ λειτουργεῖται ἁγιασμός, καὶ προσφορὰ οὐκ ἔστι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.