Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν παρουσίαν τοῦ κυρίου

Ἐφραίμ ὁ Σύρος

Η Δευτέρα Παρουσία, η ανάσταση και η τελική κρίση

Η ένδοξη έλευση του Κυρίου, η ανάσταση των νεκρών, η οριστική καταδίκη του τυράννου και η αιώνια χαρά των δικαίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 3

Μετὰ γοῦν τὸ πληρωθῆναι τοὺς τρεῖς καιροὺς καὶ ἥμισυ 〈τῆς〉 τοῦ μιαροῦ ἐξουσίας καὶ πράξεως [ἀντιχρίστου], καὶ ὅταν πάντα πληρωθῇ τὰ σκάνδαλα πάσης τῆς γῆς, καθὼς ἔφη τὸ στόμα θεῖον τοῦ Κυρίου καὶ Σωτῆρος, ἥξει λοιπὸν ὡς ἀστραπὴ ἀστράπτουσα ἐξ οὐρανοῦ ὁ ἅγιος καὶ ἄχραντος καὶ φοβερὸς καὶ ἔνδοξος Θεὸς ἡμῶν καὶ Βασιλεύς, Νυμφίος ἀθάνατος, ἐν νεφέλαις, μετὰ δόξης ἀνεικάστου, προτρεχόντων ἐνώπιον τῆς δόξης αὐτοῦ τῶν ταγμάτων Ἀγγέλων καὶ Ἀρχαγγέλων, ὄντες πάντες φλόγες πυρός, καὶ ποταμὸς πλήρης πυρὸς ἐν φοβερῷ ῥοιζήματι. Χερουβεὶμ ἔχοντα τὸ βλέμμα κάτω, ὁμοῦ καὶ τὰ Σεραφεὶμ ἱστάμενα καὶ κρύπτοντα τὰ πρόσωπα καὶ τοὺς πόδας ἐν τέσσαρσι πτέρυξι ταῖς πυρίναις, κεκραγότα μετὰ φρίκης, καὶ λέγοντα ἕτερον πρὸς ἕτερον· τρισάγιος, τρισάγιος, τρισάγιος ὁ Κύριος. Καὶ τῆς φωνῆς σάλπιγγος λεγούσης μετὰ φρίκης· ἐγείρεσθε οἱ καθεύδοντες. Ἰδού, ἦλθεν ὁ Νυμφίος. Ἀνοίγονται τὰ μνήματα, καὶ ἀκούει χοῦς ὁ σαπεὶς τὴν μεγάλην καὶ φοβερὰν παρουσίαν τοῦ Σωτῆρος, καὶ ἐν ῥιπῇ ὀφθαλμοῦ ἐγείρεται πᾶσα φύσις, καὶ εἰς τὸ ἀμήχανον κάλλος ἐμβλέπουσι τοῦ Νυμφίου. Καὶ μύριαι μυριάδες Ἀγγέλων, καὶ χιλιάδες ἀναρίθμητοι στρατιαὶ τῶν Ἀρχαγγέλων χαίρονται χαρὰν μεγάλην· ἅγιοί τε καὶ δίκαιοι, καὶ πάντες οἱ μὴ λαβόντες τὴν σφραγῖδα τοῦ τυράννου καὶ πονηροῦ καὶ ἀσεβοῦς.

Καὶ ἄγεται ὁ τύραννος δεδεμένος ὑπὸ Ἀγγέλων σὺν πᾶσι τοῖς δαίμοσιν ἐνώπιον τοῦ βήματος. Καὶ ἄγονται ἅμα αὐτῷ οἱ λαβόντες τὴν σφραγῖδα, καὶ ἅπαντες ἁμαρτωλοὶ καὶ ἀσεβεῖς δεδεμένοι. Καὶ δίδωσιν ὁ Βασιλεὺς τὴν κατ᾽ αὐτῶν ἀπόφασιν τῆς αἰωνίου κολάσεως ἐν τῷ πυρὶ τῷ ἀσβέστῳ. Πάντες δὲ οἱ μὴ λαβόντες τὴν σφραγῖδα τοῦ Ἀντιχρίστου, καὶ πάντες οἱ κρυβέντες ἐν σπηλαίοις καὶ ἐν ὀπαῖς, ἀγάλλονται σὺν τῷ Νυμφίῳ ἐν παστῷ οὐρανίῳ χαρὰν ἀνεκλάλητον μετὰ πάντων τῶν Ἁγίων εἰς πάντας τοὺς αἰῶνας. Ἀμήν.