Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν παρουσίαν τοῦ κυρίου
Η απατηλή εμφάνιση και η αναγόρευση του Αντιχρίστου
Περιγραφή της υποκριτικής ταπεινότητας του Αντιχρίστου, της φαινομενικής του αρετής και της επακόλουθης αποδοχής του ως βασιλιά από τα έθνη.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η απατηλή εμφάνιση και η αναγόρευση του Αντιχρίστου
Περιγραφή της υποκριτικής ταπεινότητας του Αντιχρίστου, της φαινομενικής του αρετής και της επακόλουθης αποδοχής του ως βασιλιά από τα έθνη.
Διδαχθῶμεν, ὦ φίλοι, ποίῳ σχήματι ἐλεύσεται ἐπὶ γῆς ὁ ἀναίσχυντος Ὄφις. Ἐπειδήπερ ὁ Σωτὴρ τοῦ σῶσαι βουλόμενος τὸ γένος τῶν ἀνθρώπων ἐκ παρθένου ἐτέχθη καὶ σχήματι ἀνθρώπου ἐπάτησε τὸν Ἐχθρὸν ἐν ἁγίᾳ δυνάμει τῆς αὐτοῦ θεότητος, πρᾷος δὲ καὶ ταπεινὸς γέγονεν ἐπὶ τῆς γῆς, ἵνα ἡμᾶς ὑψώσῃ ἀπὸ τῆς γῆς εἰς οὐρανόν· ὄντως γὰρ καὶ ἀληθῶς ὁ Θεὸς ὁ συλληφθείς, ὁ αὐτὸς ὁ σαρκωθείς, ὁ αὐτὸς 〈ὁ〉 γεννηθεὶς ἐκ Παρθένου ἁγίας ἐν σαρκὶ ἡμετέρᾳ, ἐν τῷ πάθει τοῦ σταυροῦ ἔσωσε τὰ σύμπαντα ἐντολὰς δεδωκώς. Μέλλων δὲ πάλιν ἔρχεσθαι ἐσχάτῃ ἡμέρᾳ κρῖναι ζῶντας καὶ νεκρούς, ἀποδοῦναι ἅπασι κατὰ τὴν πρᾶξιν αὐτῶν, δικαίοις καὶ ἀσεβέσιν, ὡς δίκαιος Δικαστής. Μαθὼν τοῦτο ὁ Ἐχθρός, ὅτι πάλιν ἔρχεται ἐξ οὐρανοῦ ὁ Κύριος ἐν δόξῃ θεότητος, ἐλογίσατο οὕτως ἀναλαβεῖν τὸ σχῆμα τῆς αὐτοῦ παρουσίας καὶ ἀπατῆσαι πάντας.
Ὁ δὲ Κύριος ἡμῶν ἐν νεφέλαις φωτειναῖς ὡς ἀστραπὴ φοβερὰ ἐλεύσεται ἐπὶ τῆς γῆς. Οὐχ οὕτως δὲ ὁ Ἐχθρὸς ἐλεύσεται ἐπὶ τῆς γῆς, ἐν νεφέλαις φωτειναῖς· ἀποστάτης γάρ ἐστι. Τίκτεται δὲ ἀκριβῶς ἐκ γυναικὸς μιαρᾶς τὸ ἐκείνου ὄργανον, οὐκ αὐτὸς δὲ σαρκοῦται. Ἐν σχήματι δὲ τούτου ἥξει ὁ παμμίαρος, ὡς κλέπτης, ψευδευλαβής, ἀπατῆσαι σύμπαντα· ταπεινὸς καὶ ἥσυχος, μισῶν, φησίν, ἀδίκων, ἀποστρέφων εἴδωλα, προτιμῶν εὐσέβειαν, ἀγαθός, φιλόπτωχος, εὐειδὴς ὑπερβολῇ, πάνυ εὐκατάστατος, ἱλαρὸς πρὸς ἅπαντας, τιμῶν μεθ᾽ ὑπερβολῆς τὸ γένος τῶν Ἰουδαίων· αὐτοὶ γὰρ προσδοκῶσι τὴν ἐκείνου ἔλευσιν. Μεταξὺ τούτων πάντων σημεῖα ἐπιτελεῖ, τέρατα καὶ φόβητρα ἐν ἐξουσίᾳ πολλῇ.
Ἀρέσαι δὲ ἅπασι τεχνάζεται δολίως, ὅπως ἂν ἀγαπηθῇ ἐν τάχει ὑπὸ λαῶν. Δῶρα δὲ οὐ λήψεται, μετ᾽ ὀργῆς οὐ λαλήσει, κατηφὴς οὐ δείκνυται, ἀλλ᾽ ἱλαρὸς ἀεί. Ἐν ἅπασι δὲ τούτοις σχήματι εὐταξίας ἐξαπατᾷ τὸν κόσμον, ἕως οὗ βασιλεύσει. Ὅταν γὰρ θεάσωνται λαοὶ πολλοὶ καὶ δῆμοι τηλικαύτας ἀρετάς, κάλλη τε καὶ δυνάμεις, πάντες ἐπὶ τὸ αὐτὸ μιᾷ γνώμῃ γίνονται καὶ ἐν χαρᾷ μεγίστῃ βασιλεύουσιν αὐτόν, λέγοντες πρὸς ἀλλήλους· μὴ ἄρα εὑρίσκεται τηλικοῦτος ἄνθρωπος ἀγαθός, δίκαιος; Πλείονα δὲ ὁ δῆμος ὁ φονευτὴς τῶν Ἰουδαίων τιμῶσι καὶ χαίρονται τῇ αὐτοῦ βασιλείᾳ· ὅθεν καὶ ὡς προτιμῶν τὸν τόπον καὶ τὸν ναόν, δείκνυσι πᾶσιν αὐτοῖς πρόνοιαν ποιούμενος. Ἐν δὲ τῷ βασιλεύειν τὸν Δράκοντα ἐπὶ γῆς, εὐπροθύμως οἱ λαοὶ σύμμαχοι γενήσονται. Ἐδὼμ πάλιν καὶ Μωάβ, ἔτι δὲ οἱ υἱοὶ Ἀμών, ὡς γνησίῳ βασιλεῖ προσκυνήσουσιν ἐν χαρᾷ, καὶ αὐτοὶ ὑπέρμαχοι ἐν πρώτοις γενήσονται. Ἀνορθοῦται δὲ εὐθὺς ἐκείνου ἡ βασιλεία, καὶ πατάξει ἐν θυμῷ τρεῖς βασιλεῖς μεγάλους. Ἔπειτα ὑπὲρ μέτρον ὑψοῦται τῇ καρδίᾳ, καὶ ἐμέσει ὁ Δράκων τὴν αὐτοῦ πικρότητα, προβάλλων ἐκ τῶν ἐν τῇ Σιὼν τὸ θανάσιμον. Ταράσσει οἰκουμένην καὶ κινεῖ τὰ πέρατα· ἐκθλίβει τὰ σύμπαντα, μιαίνει πολλὰς ψυχάς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.