Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν παρουσίαν τοῦ κυρίου

Ἐφραίμ ὁ Σύρος

Τα ψευδή σημεία και η εξαπάτηση των ανθρώπων

Εξιστόρηση των φανταστικών θαυμάτων και των μαγικών οφθαλμαπατών που χρησιμοποιεί ο Αντίχριστος για να πλανήσει την ανθρωπότητα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Οὐκέτι ὡς εὐλαβής, οὐκέτι ὡς φιλόψυχος, οὐκέτι ἱλαρός, ἀλλὰ πάντα ἐν πᾶσιν αὐστηρός, ἀπότομος, ὀργίλος καὶ θυμώδης, δεινός, ἀκατάστατος, φοβερὸς καὶ ἀηδής, μισητὸς καὶ βδελυκτός, ἀνήμερος, πονηρός, ἀλάστωρ καὶ ἀναιδὴς καὶ σπουδάζων ἐμβαλεῖν εἰς βόθρον ἀσεβείας πᾶν τὸ γένος τῶν βροτῶν τῇ οἰκείᾳ μανίᾳ· μεγαλύνων σημεῖα, πληθύνων τὰ φόβητρα, ψεῦδος καὶ οὐκ ἀλήθειαν ταῦτα ἐνδεικνύμενος. Τοιούτῳ δὲ τρόπῳ μεθιστᾷ ὁ τύραννος τὰ ὄρη, φαντάζει ψευδῶς καὶ οὐκ ἀληθείᾳ· τῶν πληθῶν παρεστώτων, λαῶν πολλῶν καὶ δήμων, καὶ εὐφημούντων αὐτὸν διὰ τὰς φαντασίας, βάλλει φωνὴν ἰσχυράν, ὥστε καὶ σαλευθῆναι τὸν τόπον ἐν ᾧ οἱ ὄχλοι αὐτῷ παραστήκουσι, καὶ λέγει παρρησίᾳ· γνῶτε, πάντες οἱ λαοί, τὴν μεγάλην δύναμιν τῆς ἐμῆς ἐξουσίας. Ἰδοὺ δή, ἐνώπιον πάντων ὑμῶν κελεύω τῷ ὄρει τούτῳ τῷ μεγάλῳ τῷ ὄντι ἀντίπερα, ὅπως ἂν μετασταθῇ ἐκπέραθεν θαλάσσης ῥήματι τῷ ἐμῷ ὧδε νῦν πρὸς ὑμᾶς. Καὶ φησὶν ὁ μιαρός· σοὶ κελεύω· παραυτίκα μέτελθε ἐντεῦθεν τῆς θαλάσσης. Καὶ τρέχει μὲν τὸ ὄρος ἐν ὀφθαλμοῖς θεατῶν, μὴ κινηθὲν παντελῶς τῶν αὐτοῦ θεμελίων· ἃ γὰρ ὁ Θεὸς ὁ Ὕψιστος ἀπ᾽ ἀρχῆς τῆς κτίσεως ἥδρασε καὶ ὕψωσε, τούτων ὁ παμμίαρος ἐξουσίαν οὐκ ἔχει, ἀλλὰ κόσμον ἀπατᾷ μαγικαῖς φαντασίαις.

Πάλιν δὲ ἄλλῳ ὄρει κειμένῳ ἐν τῷ βάθει τῆς μεγάλης θαλάσσης νήσου πάνυ μεγίστης κελεύει τοῦ ἀπελθεῖν καὶ ἐν ξηρᾷ ἱστάναι ἐν τερπνοῖς αἰγιαλοῖς εἰς τέρψιν τῶν θεατῶν· νήσου μὴ κινουμένης ἐκ τῆς θαλάσσης ὅλως, ὡς ὄρος ἐπὶ ξηρᾶς δῆθεν νῆσος γίνεται.

Πάλιν αὐτὸς ὁ Δράκων ὑφαπλώνει τὰς χεῖρας καὶ συνάγει τὸ πλῆθος ἑρπετῶν καὶ πετεινῶν. Ὁμοίως δὲ ἐπιβαίνει ἐπάνω τῆς ἀβύσσου καὶ ὥσπερ ἐπὶ ξηρᾷ περιπατεῖ ἐπ᾽ αὐτῇ. Φαντάζει τὰ σύμπαντα, καὶ πολλοὶ πιστεύσουσι καὶ δοξάσουσιν αὐτόν, ὥσπερ θεὸν ἰσχυρόν. Οἱ δὲ ἔχοντες τὸν Θεὸν ἐν ἑαυτοῖς, πεφωτίσονται αὐτῶν οἱ ὀφθαλμοὶ τῆς καρδίας· ἀκριβῶς θεωροῦσι πίστει εἰλικρινεῖ καὶ γινώσκουσιν αὐτόν.

Καὶ μετὰ ταῦτα ἐπιβαίνει ἐπὶ τὸ ὕδωρ τῆς θαλάσσης καὶ ὡς ἐπὶ ξηρᾶς· οὕτως περιπατεῖ ἐπὶ τοῦ ὕδατος, καὶ οὕτως φαντάζει καὶ πλανᾷ τὸν κόσμον. Καὶ πολλοὶ πιστεύσουσιν αὐτῷ καὶ δοξάσουσιν αὐτὸν ὡς θεὸν ἰσχυρόν. Ὅσοι δὲ ἔχουσι τὸν φόβον τοῦ Θεοῦ ἐν ἑαυτοῖς καὶ τοὺς ὀφθαλμοὺς τῆς καρδίας πεφωτισμένους, γινώσκουσιν ἀκριβῶς ὅτι οὔτε ὄρος ἐκινήθη ἀπὸ τοῦ ἰδίου τόπου, οὔτε νῆσος μετῆλθεν ἀπὸ τῆς θαλάσσης ἐπὶ τῆς γῆς. Ταῦτα δὲ πάντα ἐν τῷ ἰδίῳ ὀνόματι ἐπιτελεῖ ὁ Ἀντίχριστος· οὐ καταδέχεται γὰρ ὀνομάσαι τὸ ἄχραντον ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, ἐπειδὴ θεομάχος ἐστὶν καὶ υἱὸς τῆς ἀπωλείας.