Ἔργον πλῆρες ἐπαίνου καὶ σφόδρα ὠφέλιμον βούλει πρᾶξαι, ὦ γύναι, πάσαις ταῖς γενεαῖς. Ὄντως αὕτη ἡ μεγίστη σωτηρία σοί τε πρώτῃ καὶ πᾶσιν ἁμαρτωλοῖς. Θυγάτηρ πατέρων εἶς καὶ συγγενὴς ὁσίων τῶν καλῶς πιστευσάντων εἰς τὸν ἅγιον Θεόν. Μικρὰν δὲ συμβουλίαν συμβουλεύσω σοι ἐγώ, καὶ κατάδεξαι εὐθύς, ἐκτὸς πάσης μέμψεως. Οἶδας καὶ αὐτὴ σαφῶς, ὅτι οἱ Φαρισαῖοι πονηροὶ ὑπάρχοντες, ἀντιπάσχουσιν αὐτῷ, ἐπειδὴ Θεὸς μέγας καὶ φιλάνθρωπός ἐστι, συγχωρῶν ἁμαρτίας οἰκείᾳ εὐσπλαγχνίᾳ. Ἐὰν οὖν σε ἴδωσιν ἐκεῖ εἰσερχομένην, ἀποκλείσουσι τὰς θύρας, ὑβρίζοντες ἀφειδῶς. Αὐτὴ δὲ ἀκούσασα, μὴ δειλανδρήσῃς παντελῶς, ἀλλὰ γενοῦ τῇ ψυχῇ πέτρας στερεωτέρα. Εἰ ἐν ἔργοις πορνικοῖς ἄχρωμος ἐτύγχανες, πόσῳ μᾶλλον ἐνταῦθα ὑπὲρ σωτηρίας; Μέλλουσι γὰρ ἅπαντες, ἐλεύθεροι καὶ δοῦλοι, θυρωροὶ καὶ ὑπηρέται, δεινῶς σοι ἐπιτιμᾶν. Πάντων οὖν καταπτύσασα, εἴσελθε θαρσαλέως πρὸς αὐτὸν τὸν ἅγιον ἐν πολλῇ ταπεινώσει, καθὼς αὐτὴ προεῖπας. Περίπτυξαι ἐν πόθῳ τὰ ἴχνη τοῦ ἀχράντου, καὶ ἔσῃ μακαρία· ἐγὼ γὰρ ἀκήκοα, ἐν οἰκίᾳ Σίμωνος, ἑνὸς τῶν Φαρισαίων, εἶναι αὐτὸν σήμερον. Πορεύου ἐν εἰρήνῃ, εἴσελθε μετὰ χαρᾶς, ἔγγισον προθύμως. Δεχθείη σου τὸ δῶρον. Ἰδοὺ μύρον βασιλικὸν ἐκλεκτὸν τίμιον, ἄξιον τοῦ Σωτῆρος δέδωκά σοι, ὦ πιστοτάτη γύναι. Ἄλλο μέτρον μύρου μείζονος τιμῆς οὐχ εὑρίσκω.