Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν πόρνην
Η άλειψη του Κυρίου και ο έλεγχος του Φαρισαίου
Η είσοδος της γυναίκας στην οικία του Σίμωνος, η άλειψη των ποδών του Κυρίου, η παραβολή των δύο χρεοφειλετών και η άφεση των αμαρτιών της μετανοούσης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η άλειψη του Κυρίου και ο έλεγχος του Φαρισαίου
Η είσοδος της γυναίκας στην οικία του Σίμωνος, η άλειψη των ποδών του Κυρίου, η παραβολή των δύο χρεοφειλετών και η άφεση των αμαρτιών της μετανοούσης.
Λεγούσης αὐτῆς ταῦτα, κατέφθασεν εἰς τὸν οἶκον, ἔνθα ὁ Χριστὸς ἀνέκειτο, καὶ εὑρίσκει τὸν πυλῶνα τῆς οἰκίας ἀνεῳγμένον, καὶ εἰσῆλθε, καὶ ἀθρόως προσεγγίζει κατόπισθεν, καὶ ἅπτεται τοῖς ἁγίοις αὐτοῦ ποσί, καὶ κλίνασα τὴν κεφαλὴν σὺν καρδίᾳ, ἐν στεναγμοῖς καὶ ὀχετοῖς τῶν δακρύων κατέβρεχε τοὺς πόδας αὐτοῦ, μετὰ χαρᾶς καταφιλοῦσα ἐν πόθῳ σφοδροτάτῳ, καὶ ἐν ταῖς θριξὶ τῆς κεφαλῆς κατέμαξε, καὶ ἤλειφεν ἐν τῷ μύρῳ προθύμως λέγουσα· μόνος αὐτὸς ἐπίστασαι, τὸ πῶς ἐγὼ ἐτόλμησα τοῦτο πρᾶξαι. Οὐκ ἀγνοοῦσα, Κύριε, τὰ φαῦλά μου, ἐτόλμησα ἐγγίσαι σοι τῷ ἀχράντῳ· ἀλλὰ σωθῆναι θέλουσα προσέπεσα, καθ᾽ ὃν τρόπον τελῶναι καὶ ἁμαρτωλοί. Δέξαι, Χριστέ, τοὺς ὀχετοὺς τῶν δακρύων μου. Δέξαι, Κύριε, τὴν πόθησιν τῆς ψυχῆς μου. Ἡ τόλμη μου λογισθείη παράκλησις, καὶ ἡ ἐμὴ ἀναίδεια εἰς προσευχήν· τὸ μύρον μου εἰς ἱλασμὸν γενήσεται, καὶ ἡ συντριβὴ τῆς καρδίας μου εἰς φωτισμόν. Ἐκ παιδόθεν ἀκήκοα ὅτι Θεὸς ἐκ παρθένου τεχθήσεται, καὶ θέλουσα μαθεῖν ἐγώ, ἐπηρώτων πῶς δύναται ὁ ἄσαρκος σαρκωθῆναι; Καὶ ἔλεγόν μοι οἱ γονεῖς· οὐκ ἔστιν αὕτη παράδοσις ἐκ πατέρων περὶ τούτου, ὅτι ὁ Θεὸς ὁ ἅγιος ἐκ παρθένου ἐν σαρκὶ βροτῶν τίκτεται ἐπὶ τῆς γῆς; Ὅπερ ἐγὼ ἀκήκοα, νέα οὖσα, ἰδοὺ ὁρῶ ἐν ὀφθαλμοῖς ἀληθείας, Θεὸν μέγαν καὶ ἅγιον, ὁρώμενον ἐν τῇ ἡμετέρᾳ σαρκὶ σῶσαι ἡμᾶς.
Οὐχ ὁρῶ σε, καθὼς ὁρᾷ ὁ Φαρισαῖος Σίμων, ὁ σὲ καλέσας εἰς ἄριστον· ἀλλ᾽ ὁρῶ Θεὸν μέγαν δημιουργόν, τὰ σύμπαντα τῷ λόγῳ συστησάμενον.
Ἀμνάς εἰμι τῆς ποίμνης σου πλανωμένη· ἐπίστρεψόν με εἰς τὴν μάνδραν σου, Χριστέ· αὐτὸς γὰρ εἶ ποιμὴν καλὸς μονώτατος, ὁ συνάγων πλανωμένους εἰς τὴν σὴν αὐλήν. Περιστερά σου τυγχάνω, φιλάνθρωπε, ἁρπαγεῖσα ὑπὸ ἱέρακος δεινοτάτου.
Φλέγεταί μου ἡ ψυχή, τρωθεῖσα εἰς τὸν μέγαν ἱλασμόν σου τὸν ἄχραντον. Τὴν κακίστην δυσωδίαν τῶν ἀνομιῶν μου ἀπέλασον τῇ σῇ χάριτι. Ἀντὶ μύρου, Κύριε, τοὺς μώλωπας τῶν δεινοτάτων μου πλημμελημάτων, ἐν δάκρυσιν ἀποπλύνας, καθάρισον. Ἡ σὴ χάρις ἀνέῳξε τὸ στόμα μου εἰπεῖν ταῦτα ἐκ καρδίας ἔμπροσθέν σου, ἵνα ἔσομαι τύπος καλὸς ἁμαρτωλοῖς, οὕσπερ αὐτὸς διασῶσαι ἐλήλυθας, φιλάνθρωπε.
Ναί, δέομαί σου, Σωτήρ, μὴ παρίδῃς δάκρυα ταλαιπώρου καρδίας· οἶδα γὰρ ὅτι οὐδὲν ἀδύνατον παρὰ σοί· δύνασαι δὲ πάντα. Ἐν τῇ καρδίᾳ προσηύχετο τῷ πλάσαντι κατὰ μόνας τὰς καρδίας τῶν ἀνθρώπων, καὶ ἔλαβεν ἀντὶ μύρου μύρον ζωῆς· ἀντὶ φθαρτοῦ τὸν ἄφθαρτον καὶ μένοντα μισθόν. Οὐχ οὕτως ἦν τὸ μύρον εὐῶδες, πρὸς τὸ μύρον τοῦ ῥήματος τοῦ Χριστοῦ.
Προσήνεγκε μύρον καὶ ἀγάπην, καὶ ἐδέξατο τῶν ὀφλημάτων τὴν συγχώρησιν. Ὁ γὰρ Σωτήρ, Θεὸς ὑπάρχων προγνώστης, ἐδήλωσε τὸν πόθον τῆς ψυχῆς αὐτῆς, οὐκ ἄδηλα μένειν τὰ ὀφλήματα, ἃ πρότερον διεπράξατο ἡ θαυμαστή, ποιήσας. Ἀλλὰ πρῶτον ὀφλήματα ἐκήρυξεν, ἔπειτα τὴν ἀγάπην ἐσήμανεν, εἰπὼν τοῖς μαθηταῖς· τί κόπους παρέχετε τῇ γυναικί; Ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ· πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· βαλοῦσα γὰρ αὕτη τὸ μύρον ἐπὶ τῆς κεφαλῆς μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. Ἀμὴν λέγω ὑμῖν· ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ αὐτὴ ἐποίησεν εἰς μνημόσυνον αὐτῆς.
Εἰς νοῦν λαβὼν ταῦτα, ἀγαπητοί, ἐν ἐκστάσει σφοδροτάτῃ ἐγενόμην, πῶς εἰσῆλθε, πῶς ἤγγισεν ἄνευ φόβου, πῶς ἔμπροσθεν πάντων ὁμοῦ παρέστη, πῶς ἔκλαιε πρὸ ὀφθαλμῶν τῶν ἐκεῖσε ἁπάντων ἀνακειμένων, πῶς ἔλυσε τοὺς πλοκάμους παρρησίᾳ, πῶς τοὺς πόδας κατέβρεχεν ἀναισχύντως, πῶς δὲ ὅλως οὐδεὶς κατ᾽ αὐτῆς ἠγανάκτησεν· ἀλλ᾽ ἦν αὐτοῖς ἡδύτατος ὁ κλαυθμὸς αὐτῆς, καλὸς καὶ τίμιος ὁ στεναγμὸς αὐτῆς πᾶσι. Ἐνεοὶ γεγονότες ἄνθρωποι, σὺν βρώμασι θεωρίαν ἤσθιον, ξένον θαῦμα ὁρῶντες, ἐν ἀρίστῳ φανέν τε καὶ αἰφνιδίως τὸ πρᾶγμα γενόμενον· γυνὴ πόρνη, ἄκλητος, εἰσελθοῦσα, ὄπισθεν τῆς τραπέζης ἵστατο, τοὺς πλοκάμους ἐν στήθει βαστάζουσα, καὶ ἐν χερσὶν ἀλάβαστρον μύρου ἐκλεκτοῦ κατέχουσα· καὶ οὐκ ἦν ὁ ἐρωτῶν, τί εἰσῆλθες προπετῶς, ἢ ὁ λέγων, τί ζητεῖς ἐνταῦθα, γύναι, οὔτε τῶν ἐσθιόντων, οὔτε τῶν παρεστώτων. Ἀλλ᾽ ὑπῆρχε πᾶσι γλυκύτατον τὸ θαῦμα αὐτῆς, καὶ 〈θέαμα〉 παράδοξον καὶ ἡδύ. Πάντες οἱ Ἀρχάγγελοι τρόμῳ συνεσχέθησαν.
Χερουβεὶμ καὶ Σεραφεὶμ φόβῳ παρειστήκεσαν, θεωροῦντες μεγίστην παρρησίαν γυναικός, κρατούσης θερμότητι τοὺς πόδας τοῦ Κυρίου! Χερουβεὶμ ἀναβλέψαι οὐ τολμᾷ τὸ παντελῶς, καὶ γυνὴ ἁμαρτωλὸς τοὺς πόδας κατεφίλει! Σεραφεὶμ τὸ πρόσωπον καλύπτει ἐν πτέρυξι, καὶ γυνὴ ἁμαρτωλὸς προφανῶς παρίστατο! Ἄγγελοι τῷ θρόνῳ πλησιάσαι οὐ δύνανται, καὶ γυνὴ ἐν ταῖς θριξὶ τὰ ἴχνη κατέμασσεν!
Ὦ γύναι πιστοτάτη, πῶς ἐγὼ ἐπαινέσω τὸ ὑπέρογκον φίλτρον θερμῆς σου προθέσεως; Ὦ γύναιον, πῶς δοξάσω τὴν μεγάλην πόθησιν τῆς τελείας σου ψυχῆς γενομένης πρὸς Θεόν; Ἢ τίς οὕτως ἀγαπᾷ, ὥσπερ σὺ ἠγάπησας; Ἢ τίς ἄρα ἀνθρώπων οὕτως ὑποδεχθήσεται, καθὼς σὺ ἐδέχθης; Ταῦτα πάντα ὁ Σωτὴρ χάριτι οἰκονομεῖ, ὑπὲρ τῆς σωτηρίας τοῦ γένους τῶν ἀνθρώπων, τοῦ δοῦναι παρρησίαν ἐλθεῖν εἰς μετάνοιαν τοὺς ἐν πλημμελήμασι δεινῶς κατεχομένους.
Μεταξὺ δὲ τῆς εὐχῆς καὶ τοῦ κλαυθμοῦ τῆς γυναικός, ἰδὼν ὁ Φαρισαῖος, σφοδρῶς ἐταράττετο. Μεταγινώσκων λοιπόν, ὅτι κέκληκε τὸν Χριστὸν εἰς τὴν οἰκίαν αὐτοῦ ἐν τάξει τοῦ προφήτου, καὶ πικρὰ ἐνθυμούμενος ἐν τῇ καρδίᾳ αὐτοῦ, ἔλεγεν ἐν ἑαυτῷ· ἐγώ, φησίν, ἐδόκουν προφήτην εἶναι τοῦτον, εἰδότα τὰ μέλλοντα καὶ τὰ παρεληλυθότα σαφῶς ἐπιστάμενον, 〈καὶ〉 προφήτην τέλειον. Νῦν δὲ ἐπέστην ὅτι οὔτε πρὸ ὀφθαλμῶν ἀκριβῶς ἐπίσταται, ἀλλ᾽ ἔστιν ὡς ἅπαντες.
Ὁ δὲ Κύριος ἡμῶν, ὁ ἀεὶ ἐμβατεύων τὰ κρυπτὰ τῶν καρδιῶν, ὡς Πλάστης, οὐκ εὐθὺς ἀποτόμως ἐλέγχει τὸν πονηρόν, ἀλλ᾽ ἀνεξικάκως φέρει εἰς φῶς τὰ κρυπτά· καὶ δὴ ἐν πρᾳότητι καὶ πολλῇ χρηστότητι αἰνιγμάτισεν αὐτόν, ἅπερ ἐλογίσατο· Σίμων, Σίμων, ἔχω τινὰ εἰπεῖν σοι παραβολήν, καὶ κριτήν σε βούλομαι στῆσαι τῶν ἐμῶν ῥημάτων. Δανειστῇ τινι ἦσαν δύο χρεωφειλέται· ὁ εἷς αὐτῷ ὤφειλε πεντήκοντα χρύσινα, ὁ δὲ ἕτερος ὤφειλε δεκάκις πεντήκοντα· ἦσαν δὲ ἀσπάζοντες πενίαν ἀμφότεροι· θεωρῶν δὲ ὁ μέγας ἐκεῖνος δανειστὴς τὴν θλῖψιν, ἑκατέροις ἴσως κυρώσας τὴν ἄφεσιν, ἔδειξε πᾶσι προφανῶς μεγίστην συμπάθειαν. Πῶς αὐτὸς δοκιμάζεις περὶ τῶν ἑκατέρων; Τίς ὀφείλει πλείονα φιλεῖν τὸν συγχωρητήν· ὁ ὀλίγον ἐαθείς, ἢ μᾶλλον ὁ τὰ πολλά; Ἀμφότεροι γὰρ ἔσχον παρ᾽ αὐτοῦ τὴν ἄφεσιν.
Ἀπεκρίνατο ὁ Σίμων· ὁ τὰ πολλὰ ἐαθείς, ἐκεῖνος ἔτι πλείω ἀγαπῆσαι ὀφείλει. Ὁ δὲ Κύριος πρὸς αὐτόν· καλῶς, φησίν, ἔκρινας. Ἄκουσον οὖν, εἴπω σοι περὶ τῆς ἀγνοίας σου. Εἰς τὸν οἶκόν σου αὐτὸς τιμῶν με ἐκάλεσας, ὕδατι οὐκ ἔνιψάς μου τοὺς πόδας, ὡς προφήτου· ἡ δὲ γυνή, ἣν ὁρᾷς, ἐν τοῖς δάκρυσιν αὐτῆς ἔνιψέ μου τοὺς πόδας, καὶ ταῖς θριξὶ κατέμαξεν· ὁμοίως φίλημά μοι σύ, Σίμων, οὐκ ἔδωκας· αὕτη δὲ οὐ διέλειπε καταφιλοῦσά μου τοὺς πόδας· ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψάς ποτε· αὕτη δὲ τοὺς πόδας μου μύρῳ καλῷ ἤλειψε. Χάριν τούτου, λέγω σοι, αἱ πολλαὶ ἁμαρτίαι, ἅσπερ αὐτὸς νομίζεις ἐμὲ ἀγνοεῖν, ἀφεθήσονται αὐτῇ, ἐπειδὴ προέφθασε προδεῖξαι τὴν ἀγάπην περὶ συγχωρήσεως. Τῷ ὀλίγον φιλοῦντι, ὀλίγον ἀφίεται· τῷ δὲ πολὺ φιλοῦντι, πολὺ συγχωρεῖται. Λοιπὸν μὴ σκανδαλισθῇς περὶ τῆς σωτηρίας αὐτῆς τῆς ἁμαρτωλοῦ· ἐγὼ γὰρ ἐλήλυθα ἁμαρτωλοὺς σῶσαι, ἐσκοτισμένους φωτίσαι. Ῥαὰβ τὴν δεξαμένην τοὺς κατασκόπους, πιστεύσασαν ἀκριβῶς εἰς Θεὸν τῶν πατέρων, πῶς αὐτὴν διέσωσεν Ἰησοῦς ὁ τοῦ Ναυῆ, γνοὺς αὐτὴν πιστοτάτην, ὡς καὶ τὸ ὄνομα αὐτῆς γραφῆναι ἐν πάσαις γενεαῖς, φήμη δὲ ἐν ταῖς φυλαῖς Ἰσραὴλ ταῖς δώδεκα. Τὸν αὐτὸν τρόπον νῦν καὶ αὐτὴν ἐδεξάμην. Ἐν πίστει ἀσαλεύτῳ καὶ ποθήσει τελείᾳ ἠγάπησέ με, καὶ ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ψυχῆς.
Δέχομαι αὐτὴν ἐκλεκτήν, καὶ ἔσται ἐν ἀριθμῷ τῶν δικαίων τῶν ἀγαπησάντων με, καὶ συγχωρηθῇ αὐτῇ πλημμελήματα. Τὸ δὲ ὄνομα αὐτῆς εἰς αἰῶνα αἰῶνος μὴ ἐξαλειφθήσεται, ἀλλὰ λαληθήσεται ἐν γενεᾷ γενεῶν τοῦτο ὃ ἐποίησεν εἰς μνημόσυνον αὐτῆς. Καὶ μαθόντες πάντες τὴν ἐργασίαν αὐτῆς γενήσονται καὶ αὐτοὶ καλῶν ἔργων ἐρασταί, καὶ πλουσίων καὶ αἰωνίων δωρεῶν μέτοχοι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.