Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν πόρνην

Ἐφραίμ ὁ Σύρος

Η αναζήτηση του μύρου και ο διάλογος με τον μυρεψό

Η προσπάθεια της γυναίκας να αγοράσει πολύτιμο μύρο, η αντιπαράθεση με τον δύσπιστο μυροπώλη, η έμμεση περιγραφή του Χριστού και η τελική ομολογία της πίστεώς της.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 5

Ταύτην δὲ τὴν πρόθεσιν ἔχον τὸ θαυμαστὸν ἐκεῖνο γύναιον, τὸν καιρὸν παρετήρει, ἔχουσα ἐν τῇ ψυχῇ σφοδροτάτην πρόθεσιν περιπτύξασθαι τοὺς πόδας τοῦ Κυρίου θερμῶς. Γνοῦσα δὲ ὅτι Σίμων, εἷς τῶν Φαρισαίων, κέκληκε τὸν Σωτῆρα, ἠγάλλετο μεγάλως· καὶ δραμοῦσα ἀπίει ἐν πολλῇ θερμότητι [καὶ] πρός τινα τῶν μυρεψῶν, ὠνήσασθαι ἀλάβαστρον μύρου. Καὶ δὴ πορευομένη, ἔλεγεν ἐν ἑαυτῇ· ποῦ ἄρα δυνήσομαι εὑρεῖν μύρον ἐκλεκτόν, ἄξιον τοῦ Ἰατροῦ τοῦ μεγάλου καὶ ἁγίου, ὅπως δεχθείη ἀσμένως σὺν τοῖς ἐμοῖς δάκρυσι; Ταῦτα γὰρ ἀναγκαῖον πρὸς κατάνυξιν ἁρμόζειν. Δώσω τιμὰς δαψιλῶς, ἵνα τύχω μόνον τοῦ σκοποῦ. Καὶ αὐτὸν δὲ τὸν μυρεψὸν κατακρινῶ ἀφειδῶς, μᾶλλον δὲ ὁρκώσω αὐτὸν εἰς ὄνομα τοῦ Θεοῦ τῶν ἁγίων πατέρων, ᾧ αὐτοὶ πιστεύουσιν, ὅπως δώσει μοι μύρον βασιλικὸν ἐκλεκτὸν εἰς τιμὴν τοῦ Ἰατροῦ, λαβὼν τιμὰς δαψιλῶς.

Παραγενομένη δὲ πρός τινα τῶν μυρεψῶν, ἔφη αὐτῷ ἱλαρῶς· εἰρήνη σοι, μυρεψέ· δός μοι μύρον ἐκλεκτὸν βασιλικὸν τίμιον, ὅπως μὴ εὑρεθῇ τὸ ἴσον αὐτοῦ πώποτε· ᾧ γὰρ αὐτὸ ἐπάγω, μείζων ὑπάρχει πάντων, καὶ οὐκ ἔστιν ἕτερος συνεικασθῆναι αὐτῷ.

Ἀποκριθεὶς δὲ ὁ μυρεψὸς ἔφη τῇ γυναικί· ὦ γύναι, ὑπέρογκα ἐλάλησας ῥήματα. Τίς σε οὐκ ἐπίσταται, ἐν ταῖς ἀμφόδοις τῆς πόλεως, ἔχουσαν ἐν αὐτῇ πλῆθος ἐραστῶν πολύ; Τίνι οὖν ἐκ πάντων βούλει, γύναι, προσενεγκεῖν τὸ μύρον τὸ βασιλικὸν τὸ ἐκλεκτόν; Τί δύναται ἐκεῖνος παρασχεῖν ἀντὶ μύρου, οὗπερ ἐν τοιαύταις τιμαῖς βούλει ἀγοράσαι; Ἐπίσταμαί σου τοὺς ἐραστὰς ὅλους· ἀλλ᾽ οὐ τοσοῦτον ἱκανὸς ἐξ αὐτῶν ὑπάρχει τις, ἀντάξιον δῶρόν σοι παρασχεῖν, οὗ ζητεῖς μύρου λαβεῖν καὶ προσενεγκεῖν ἑνὶ ἐξ αὐτῶν. Πωλῆσαι θέλω κἀγώ, ὅμως ἤθελον μαθεῖν, τίνι αὐτὸ ἀπάγεις ἐν τοσαύτῃ σπουδῇ καὶ θορύβῳ τοιούτῳ. Μὴ ἆρα βασιλικοῦ γένους ἐστί σου ὁ ἐραστής, ἢ παιδίον τυγχάνει μεγιστάνων; Ἢ πάλιν ὑπερέχων ἐστὶ τοῦ Δαυΐδ, οὗ μείζων οὐκ ἀνέστη βασιλεὺς ἕτερος ἐν Ἰσραήλ; Μὴ γένος αὐτοῦ ἐστὶν ὁ νέος σου ἐραστής, ὦ γύναιον; Βούλομαι γὰρ πυθέσθαι· ἡ γὰρ τιμὴ δαψιλής, καὶ αὕτη σου ἡ σπουδὴ εἰς ἔκπληξίν με φέρει, ὅ τι τις ἐστὶν ὁ τοιοῦτος.

Τότε δὴ ἡ θαυμαστὴ γυνὴ ἀπεκρίνατο, ἐνθόρυβος οὖσα τῇ ψυχῇ, καὶ λέγουσα τῷ μυρεψῷ· τὸν Θεὸν τῶν πατέρων φοβήθητι, ἄνθρωπε, καὶ δός μοι τὸ ἀλάβαστρον, ὅπως φθάσω ἐν τάχει· τὸν Θεόν σου τὸν δώσαντα τηλικαύτην δύναμιν ἐν χειρὶ Μωυσέως, ῥάβδῳ σχίσαι τὴν θάλασσαν, καὶ στῆσαι τὰ ὕδατα ὡς πέτραν ἀκρότομον, καὶ διαγαγεῖν τὸν λαὸν ἐν ξηρῷ κονιορτῷ. Ὁρκίζω σε, νεανία, ἐν ἁγίοις ὀστέοις, οἷς ἐβάστασε Μωυσῆς ἐν κοιλάδι θαλάσσης, λέγω δὴ τὰ λείψανα τοῦ ἀθλοφόρου Ἰωσήφ, τοῦ νικήσαντος προφανῶς ἀσπίδα ἐν σπηλαίῳ, καὶ τὴν ῥάβδον τοῦ Ἀαρών, τὴν θήξει βλαστήσασαν κάρυα ἐν τῇ σκηνῇ ἀναμέσον τῶν ῥάβδων· ἐν φωνῇ τῇ ἁγίᾳ τῇ λαλησάσῃ τῷ Μωυσῇ ἐν φλογὶ καιομένῃ, βάτῳ μὴ καυσάσῃ· τὸν Θεὸν τὸν δώσαντα ἐκλάμψαι εἰς πρόσωπον Μωυσέως ἐν τῷ ὄρει δόξαν τὴν ἀπρόσιτον· τὴν ἁγίαν κιβωτὸν τὴν στήσασαν τὰ ῥεῖθρα τοῦ Ἰορδάνου ποταμοῦ εἰς ἔκλειψιν τελείαν· ἐν δυνάμει ἁγίᾳ ῥηξάσῃ τὰ τείχη, ἐν ῥιπῇ ὀφθαλμοῦ, πόλεως Ἱεριχῶ· ἐν χερσὶ ταῖς ὁσίαις τοῦ υἱοῦ Ναυῆ, ἀρθείσαις τῷ ὕψει τοῦ ἀέρος, καὶ στήσαντος λόγῳ τὸν δρόμον τῶν στοιχείων, ὥστε γενέσθαι μίαν δύο ἡμέρας ὁμοῦ. Ἴδε ὅσα σοι εἶπον· τὸ ὄνομά σοι τοῦ Θεοῦ, καὶ τῶν ἁγίων αὐτοῦ τῶν αὐτῷ εὐαρεστησάντων. Δός μοι λοιπὸν τὸ μύρον, καὶ λάβε ὅσας βούλει τιμὰς τοῦ ἀλαβάστρου.

Μόνον ἐκλεκτὸν δός μοι, καὶ ἀπόλυσον δή με, ὅπως ἴδω ἐν τάχει τὸν μέγαν ποθούμενον ἐραστήν μοι ἄχραντον.

Πάλιν ἀπεκρίνατο ὁ μυρεψὸς τῇ γυναικί, θεωρῶν δαψιλίαν τιμῆς τοῦ ἀλαβάστρου· τί, φησί, βλάπτῃ, ὦ γύναι, ἐὰν εἴπῃς καὶ ἐμοὶ περὶ τοῦ σοῦ ἐραστοῦ, ὃν νῦν πόθῳ πολλῷ καὶ τοιούτῳ ἐκτήσω; Ὅτι εἰς πόθον με ἤγαγες ἰδεῖν αὐτόν, ὧ γύναι· καὶ οὐ δύναμαι δοῦναι, εἰ μὴ εἴπῃς μοι τίς ἐστιν.

Ἔλεγε τὸ γύναιον· τί με βιάζῃ, οὕτως ἀκριβῶς ἐρωτῶν, ἅπερ οὐκ ἐξὸν μαθεῖν; Ὁρᾷς πῶς φλέγεταί μου ἡ καρδία, πότε αὐτὸν ὄψομαι, καὶ ἐμπλήσει με χαρᾶς; Δέδοικα μήποτε ὁ καιρὸς τῆς ἐμῆς ἐπιθυμίας παρέλθῃ, καὶ τὸν ἴσον ἐκείνου οὐ μὴ εὑρήσω ποτέ· οὐ γάρ ἐστι χρόνος ἐπιμένων ἐπὶ γῆς, οὐδὲ τῶν καθ᾽ ἡμᾶς ψευδοτεχνικῶν ἰατρῶν τυγχάνει ἢ φάρμακά τινα κατασκευάζει γεώδη, ἀλλὰ λόγῳ ἑνὶ τὰ ἔργα κρατύνει, καὶ εἰς αἰῶνας ὅλους ἐρρωμένη διαμένει ἡ παρ᾽ αὐτοῦ ἴασις. Ἀριθμῷ καιρὸν ἔχει τοῦτον πολιτεύεσθαι ἐπὶ τῆς γῆς, καὶ εἰς αἰῶνας ὅλους ἀόρατος τυγχάνει· ἡ γὰρ πόλις αὐτοῦ ἀόρατός ἐστι, καὶ τὸ βασίλειον αὐτοῦ ἀδιάδοχον μένει.

Λοιπὸν ἀπόλυέ με, τὸν ἄξιον μισθὸν κομιζόμενος, ἵνα μὴ παραίτιός μοι γένῃ λύπης βαρυτάτης, καὶ εἰς οὐδὲν ἀποβῇ μοι τὰ τῆς προσδοκωμένης ἐλπίδος. Εἰ γὰρ ἐπεγίνωσκες τῆς ἐμῆς καρδίας τὸν ἀφανῆ ἔρωτα, πρὸ τοῦ με ἐπερωτῆσαι παρεῖχες τὸ δῶρον μετὰ τοῦ πρέποντος μισθοῦ. Διὸ μὴ βράδυνε· τάχα γὰρ καί σοι συμφέρον γενήσεται, καὶ μέλλεις τὸν ἴσον ἐμοὶ τρόπον ἐπειγόμενος εἰς τὸν ἐκείνου πόθον ἐκλύεσθαι.

Τοιοῦτος γάρ ἐστιν ὁ ἐν αὐτῷ πολυάγαθος ἔρως· τοὺς προσεγγίζοντας αὐτῷ μετὰ πολλῆς χαρᾶς ἀποπέμπει, καὶ εἰς αἰῶνας φίλους ἀσπάζεται τῷ τῆς ἀγάπης φιλομανεῖ φίλτρῳ. Φοβήθητι οὖν, ἄνθρωπε, τὸν Θεὸν τὸν ἄχραντον, καὶ ἀνάψυξον δή με ἐν καλῇ ἀποκρίσει· 〈φοβήθητι, ἄνθρωπε,〉 τὸν Θεὸν τὸν ἅγιον, τὸν τὸν Ἀβραὰμ καλέσαντα καὶ τὸν υἱὸν αὐτοῦ Ἰσαὰκ δοξάσαντα, ὡσαύτως καὶ Ἰακὼβ Ἰσραὴλ μετονομάσαντα, καὶ πατριάρχην θέμενον εἰς τὰς δώδεκα φυλάς· 〈φοβήθητι, ἄνθρωπε,〉 τὸν Θεὸν τὸν δώσαντα τῇ Ἄννᾳ τὸν Σαμουήλ, πόνῳ προσευξαμένῃ ἐν τῇ θλίψει τῆς ψυχῆς· 〈φοβήθητι, ἄνθρωπε, τὸν δίκαιον Θεὸν τὸν ῥυσάμενον τὴν ἀμνάδα Σωσάνναν ἐκ λύκων δεινοτάτων〉. Πείσθητι, νεανία, καὶ δὸς τὸ ἀλάβαστρον βασιλικὸν ἐκλεκτόν, καθὼς ἤδη προεῖπον. Εἰ εἴδῃς, ὦ ἄνθρωπε, φλόγα ἐμῆς καρδίας, αὐτὸς ἂν κατέσπευσας ἐκπέμψαι με ἐντεῦθεν.

Πάλιν δὲ ὁ μυρεψὸς πρὸς αὐτὴν ἐφθέγξατο, πυθέσθαι βουλόμενος περὶ τοῦ ἀλαβάστρου· ἄκουσόν μου, ὦ γύναι· πολλά με ὥρκισας καὶ κατέκρινας, ὅπως δώσω σοι τὸ ἀλάβαστρον· κἀγὼ δὲ πολλάκις ἠξίωσά σε εἰπεῖν τίς ἐστιν ὁ τοιοῦτος, καὶ οὐ βούλει μοι εἰπεῖν. Μὴ ἀνώτερός ἐστι πάντων τῶν ἀνθρώπων, καὶ οὐκ ἔστιν ἐπὶ γῆς ὡραιότερος αὐτοῦ; Ὅτι οὕτως ἐτρώθης εἰς τὸ κάλλος ἐκείνου, ὥστε μύρον ἐκλεκτὸν ἀπαγαγεῖν τῷ ὡραίῳ. Μὴ γένος δέ, ὡς εἶπον, ἐστὶ τοῦ Δαυΐδ, δικαίου βασιλέως, ἢ τοῦ μεγάλου Ἀβραάμ, φίλου τοῦ Ὑψίστου; Τίς ἐστιν, εἰπέ μοι; Οὕτω πέφλεξαι ἐν σπουδῇ θεάσασθαι τὴν ὡραιότητα αὐτοῦ.

Λέγει ἡ γυνὴ ἡ θαυμαστὴ τῷ μυρεψῷ· τί οὕτω βιάζῃ με εἰπεῖν σοι τὰ κρυπτά μου; Μύρον ἦλθον ὠνήσασθαι, οὐχὶ δὲ διαλεχθῆναι. Φοβήθητι, ἄνθρωπε, τὸν Θεὸν τὸν ἄχραντον, καὶ ἐλέησόν με, καὶ ἀπόλυσόν με ταχύ, ὅπως φθάσω ἐν σπουδῇ τὸν μέγαν μου ἐραστήν. Ἐν πάσῃ οὖν σεμνότητι δὸς τὸ ἀλάβαστρον. Μὴ βράδυνε, ἄνθρωπε, μὴ παραίτιός μοι γένῃ λύπης αἰωνίας, τοιούτου θησαυροῦ στερηθείσῃ.

Ἔφη αὐτῇ ὁ μυρεψός· εἰ μή τις σοι δοκεῖ φθόνος συνεῖναι, φανέρωσόν μοι τὸν εὐεργέτην σου· ᾧπερ κἀγὼ προθύμως ἀσμενίσας παράσχω σοι, ὅπερ ζητεῖς βασιλικὸν μύρον· οὐ μὴν δὲ καὶ τῆς ἀγαθῆς σου προσδοκίας, ὡς οἶμαι, συνεργόν με εὑρήσεις.

Ἰδοῦσα δὲ ἡ γυνὴ τοῦ νεανίου τὴν πολλὴν ἐξέτασιν τῶν ῥημάτων τῶν πρὸς αὐτὴν γενομένων, ἐθαύμασε μεγάλως περὶ τῆς σπουδῆς τοῦ ἀνδρός, πῶς οὕτω μετὰ πόθου ἠκριβεύσατο μαθεῖν· καὶ λοιπὸν ἀπεκρίνατο· ὥς γε οἶμαι οὐδένα λανθάνει ἐν τῇ πόλει ὅσα ἐγὼ ἔπραξα, μιαίνουσα καθ᾽ ὥραν ἐμαυτὴν ἐν πορνείαις καὶ ἄλλους θηρεύουσα εἰς αὐτὸν τὸν μιασμόν. Εἶδον δὲ αἰφνίδιον τὸν ἅγιον ἐκεῖνον τὸν φανέντα ἐπὶ γῆς ἰατρὸν καὶ σωτῆρα, καὶ ἡ ψυχή μου αὐτίκα αἰχμάλωτος γέγονεν ὀπίσω τῆς ἀχράντου ὡραιότητος αὐτοῦ· εἶδον γὰρ ἐν ὀφθαλμοῖς μου ἰάματα φοβερὰ καὶ σημεῖα ἀνείκαστα καὶ πολλὴν συμπάθειαν ἐν αὐτῷ. Ἁμαρτωλοὺς δέχεται, τελώναις προσεγγίζει, λεπροὺς οὐκ ἀποβάλλει, ἀσεβεῖς οὐ διώκει, ἀλλὰ πάντας ὁμοῦ ἐν οἰκτιρμοῖς δέχεται, μὴ ὀργιζόμενος τοῖς αὐτῷ προσιοῦσι· καὶ τὸ ὅλον νεκροὺς ἐγείρων, καὶ πᾶσαν δαιμονικὴν φύσιν ἀπελαύνων, ῥήματι μόνῳ πάντα ποιῶν.

Ἰδοῦσα δὲ ἐξέστην καὶ εἶπα ἐν ἐμαυτῇ· τί ζῶ ἐγὼ ἡ ἀθλία, εἰ μὴ αὐτῷ ἐγγίσω; Ἡ ἁμαρτία μου πολλή, ὡσαύτως ἡ ἀσέλγεια· σηπεδὼν δὲ μεγάλη. Χάριν τίνος ἀμελῶ ἑαυτῆς; Ἄλλον καιρὸν τοιοῦτον οὐκ ἔχω ποτὲ εὑρεῖν, οὔτε ἄλλον ἰατρὸν τοιοῦτον φιλάνθρωπον.

Ἐγὼ δὲ οὕτω πέπεισμαι ὅτι Θεὸς ὑπάρχει οὗτος ὁ φαινόμενος μέγας ἐξουσιαστής. Λόγῳ πάντα κελεύει, λόγῳ πάντας ἰᾶται· ἁμαρτίας συγχωρεῖ ἐν πάσῃ ἐξουσίᾳ. Τοιοῦτον καιρὸν εὑροῦσα, καὶ τοιοῦτον ἰατρόν, οὐκ ὤφειλον ῥᾳθυμεῖν. Οὐ χρῆν με ἀμελῆσαι τῆς ἐμῆς ἰάσεως. Τούτου ἕνεκα σπεύδω τῶν ἐμῶν ὀφλημάτων δοῦναι τὸ γραμματεῖον τῷ ἀγαθῷ συγχωρητῇ. Οἶδα ὅτι ἥμαρτον ὑπέρμετρον, καὶ οὐκ ἔστιν εἰκάσαι τὴν ἐμὴν ἀσέλγειαν· ἀλλὰ πρὸς τὸ πλῆθος τῆς αὐτοῦ εὐσπλαγχνίας σταγόνες εἰσὶ πᾶσαι αἱ ἁμαρτίαι μου. Καὶ οἶδα τοῦτο σαφῶς, ὅτι μόνον ἐγγίσω αὐτῷ, εὐθὺς ἁγιάζει με ἐκ πασῶν τῶν ἁμαρτιῶν, φυγαδεύσας ἀπ᾽ ἐμοῦ πᾶν ἔργον ἀτοπίας, διότι οὐράνιος καὶ ἄχραντος ὑπάρχει. Ἰδού, νεανία, εἶπόν σοι πάντα τὰ κρυπτὰ τῆς ἐμῆς καρδίας. Δός μοι λοιπὸν τὸ μύρον· ἱκανὴ ὥρα ἐστίν, ἀφ᾽ οὗ ἐμποδίζεις με καὶ βιάζεις μαθεῖν, τίνι τὸ μύρον ἀπάγω.

Ἔφη πρὸς τὴν γυναῖκα, ταῦτα πάντα ἀκούσας ὁ μυρεψὸς ἐν χαρᾷ τῆς καρδίας· χάριν σοι ὁμολογῶ, ὦ γύναι πιστοτάτη, ἀποκαλύψασα ἐμοὶ τὴν καλὴν πρόθεσιν. Μέγαν ἄφνω ἐραστὴν ἐκτήσω οὐράνιον. Τῷ ῥήματι ἅπαντας ἁγιάζει θεϊκῶς.

Ἔργον πλῆρες ἐπαίνου καὶ σφόδρα ὠφέλιμον βούλει πρᾶξαι, ὦ γύναι, πάσαις ταῖς γενεαῖς. Ὄντως αὕτη ἡ μεγίστη σωτηρία σοί τε πρώτῃ καὶ πᾶσιν ἁμαρτωλοῖς. Θυγάτηρ πατέρων εἶς καὶ συγγενὴς ὁσίων τῶν καλῶς πιστευσάντων εἰς τὸν ἅγιον Θεόν. Μικρὰν δὲ συμβουλίαν συμβουλεύσω σοι ἐγώ, καὶ κατάδεξαι εὐθύς, ἐκτὸς πάσης μέμψεως. Οἶδας καὶ αὐτὴ σαφῶς, ὅτι οἱ Φαρισαῖοι πονηροὶ ὑπάρχοντες, ἀντιπάσχουσιν αὐτῷ, ἐπειδὴ Θεὸς μέγας καὶ φιλάνθρωπός ἐστι, συγχωρῶν ἁμαρτίας οἰκείᾳ εὐσπλαγχνίᾳ. Ἐὰν οὖν σε ἴδωσιν ἐκεῖ εἰσερχομένην, ἀποκλείσουσι τὰς θύρας, ὑβρίζοντες ἀφειδῶς. Αὐτὴ δὲ ἀκούσασα, μὴ δειλανδρήσῃς παντελῶς, ἀλλὰ γενοῦ τῇ ψυχῇ πέτρας στερεωτέρα. Εἰ ἐν ἔργοις πορνικοῖς ἄχρωμος ἐτύγχανες, πόσῳ μᾶλλον ἐνταῦθα ὑπὲρ σωτηρίας; Μέλλουσι γὰρ ἅπαντες, ἐλεύθεροι καὶ δοῦλοι, θυρωροὶ καὶ ὑπηρέται, δεινῶς σοι ἐπιτιμᾶν. Πάντων οὖν καταπτύσασα, εἴσελθε θαρσαλέως πρὸς αὐτὸν τὸν ἅγιον ἐν πολλῇ ταπεινώσει, καθὼς αὐτὴ προεῖπας. Περίπτυξαι ἐν πόθῳ τὰ ἴχνη τοῦ ἀχράντου, καὶ ἔσῃ μακαρία· ἐγὼ γὰρ ἀκήκοα, ἐν οἰκίᾳ Σίμωνος, ἑνὸς τῶν Φαρισαίων, εἶναι αὐτὸν σήμερον. Πορεύου ἐν εἰρήνῃ, εἴσελθε μετὰ χαρᾶς, ἔγγισον προθύμως. Δεχθείη σου τὸ δῶρον. Ἰδοὺ μύρον βασιλικὸν ἐκλεκτὸν τίμιον, ἄξιον τοῦ Σωτῆρος δέδωκά σοι, ὦ πιστοτάτη γύναι. Ἄλλο μέτρον μύρου μείζονος τιμῆς οὐχ εὑρίσκω.

Λαβοῦσα δὲ ἡ γυνὴ τὸ τοῦ μύρου ἀλάβαστρον, ᾤχετο ἐν εὐφροσύνῃ καὶ ἔλεγεν ἐν ἑαυτῇ εὐχομένη· τίς δώσει μοι εὑρεῖν θύραν ἀνεῳγμένην, καὶ ἀθρόως εἰσελθοῦσα προσεγγίσω τοῖς ἴχνεσι τοῦ ἁγίου μου ἰατροῦ; Καὶ δὴ περιπτυξαμένη αὐτόν, μὴ ἐάσω, ἕως λάβω τὴν συγχώρησιν τῶν ὀφλημάτων. Προσεύξομαι δὲ προθύμως τῷ Κυρίῳ, τῷ εἰδότι πάντα μου τὰ κρύφια, καὶ πρὶν αὐτῷ προσεγγίσω, ἐπίσταται τί δὴ ἐγὼ πορεύομαι ἰδεῖν αὐτὸν ἐν οἰκίᾳ τοῦ Σίμωνος· ἰδοὺ σύ, Κύριε, ἐν οἰκίᾳ Σίμωνος ἀνάκεισαι σὺν αὐτῷ ὡς ἄνθρωπος νομισθείς· ὡς Θεὸς ὁρᾷς ἐμῆς ψυχῆς τὸν λογισμόν, καὶ εἰς τί ἐγὼ ἠγόρασα τὸ μύρον οἶδας, Κύριε· ἵνα ἐλθοῦσα καὶ προσπεσοῦσα τοῖς ἴχνεσι τῆς ἁγίας σου θεότητος, σωθήσομαι. Γινώσκω γὰρ ὅτι Θεὸς εἶ ἅγιος, καὶ οἰκείᾳ εὐσπλαγχνίᾳ σῴζεις πάντας, μὴ θέλων ἀπολέσθαι τινὰ τῶν ἁμαρτωλῶν προσπίπτοντά σοι, Σωτήρ, οἰκείᾳ προαιρέσει. Μόνον γὰρ ἑώρακά σε ἐν πλατείαις καὶ ἐπίστευσα ὅτι πάντα δύνασαι. Παράσχου δέ μοι τοῦτο, Σωτήρ, ἵνα εἰσέλθω ἀκωλύτως, ὅπου αὐτὸς ἀνάκεισαι.